Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(17) Ταῦτα νομίζω λέγεσθαι ὥς τινων ἀφ’ ἑαυτῶν ἐρχομένων καὶ μὴ ἀπεσταλμένων ἀπὸ τοῦ πατρός. περὶ μὲν οὖν ἀνθρώπων τοιούτων, διδασκαλίαν ἢ προφητείαν ὑπισχνουμένων, διδασκόμεθα καὶ ἀπὸ τοῦ Ἱερεμίου, ἔνθα γέγραπται· » Οὐκ ἀπέστελλον τοὺς »προφήτας, καὶ αὐτοὶ ἔτρεχον«.

εἰ δὲ καὶ δυνάμεις τινὲς μὴ ἀποστελλόμεναι ἀπὸ τοῦ πατρὸς ἔρχονται πρὸς ἀνθρώπους, | ἐπιστήσεις καὶ εἴ τινες ἐν αὐταῖς εἰσιν ἐκ τοῦ θεοῦ ἐξεληλυθυῖαι καὶ τούτῳ ἡμαρτηκυῖαι τῷ μὴ ἀπεστάλθαι ἀπ’ αὐτοῦ.

οὐκ ἀζήτητον δὲ ἐατέον τὸν τόπον καὶ εἰς τὸν περὶ ψυχῆς λόγον· τάχα γὰρ ἡ μὲν τοῦ Ἰησοῦ ψυχὴ ἐν τῇ ἑαυτῆς τυγχάνουσα τελειότητι ἐν θεῷ καὶ τῷ πληρώματι ἦν, καὶ ἐκεῖθεν ἐξεληλυθυῖα, τῷ ἀπεστάλθαι ἀπὸ τοῦ πατρός, ἀνέλαβεν τὸ ἐκ τῆς Μαρίας σῶμα. ἄλλαι δὲ οὐχ οὕτως ἐξῆλθον ἀπὸ τοῦ θεοῦ, τουτέστιν οὐκ ἀπεσταλμέναι οὐδὲ ὑπὸ τοῦ θείου βουλήματος προπεμφθεῖσαι.

(18) Αἴτιον, φησίν, ἐστὶ τοῦ ὑμῖν μὴ γινώσκεσθαι τὴν ἐμὴν λαλιὰν τὸ μὴ δύνασθαι ὑμᾶς ἀκούειν τοῦ λόγου μου. πρότερον οὖν

δύναμιν περιποιητέον ἀκουστικὴν τοῦ θείου λόγου, ἵνα μετὰ τοῦτο οἷοί τε γενώμεθα καὶ γινώσκειν πᾶσαν τὴν Ἰησοῦ λαλιάν·

ἔξεστιν γὰρ πρότερον οὐ δυνάμενον ἀκούειν τὸν λόγον Ἰησοῦ ὕστερον φθάνειν ἐπὶ τὸ ἀκούειν δύνασθαι αὐτόν, ἐπεὶ καὶ ὅσον μὲν οὐδέπω ἰάθη τις τὰς ἀκοὰς ἀπὸ τοῦ λόγου τοῦ λέγοντος τῷ κωφῷ· » Διανοίχθητι« , οὐ δύναται ἀκούειν.

ἐπὰν δὲ λυθῇ ὁ αἴτιος τῆς κωφότητος σύνδεσμος, τότε ἀκούειν τις οἷός 〈τε〉 ἔσται τοῦ Ἰησοῦ, ὅτε καὶ γινώσκειν δύναται αὐτοῦ τὴν λαλιάν· ἢ λεγέτωσαν ἡμῖν οἱ νομίζοντες καὶ διὰ τούτων συνίστασθαι τὸν περὶ φύσεως λόγον, πότερον ἐδύναντο ἔτι κωφοὶ ὄντες ἀκούειν οὓς ὕστερον ἰάσατο, ἢ οὐκ ἐδύναντο;

σαφοῦς δὲ ὄντος τοῦ ›οὐκ ἐδύναντο‹, δῆλον ὅτι ἔξεστιν μεταβαλεῖν ἀπὸ τοῦ μὴ δύνασθαι ἀκούειν τῶν Ἰησοῦ λόγων ἐπὶ τὸ ἀκούειν αὐτῶν, καὶ οὐ διὰ φύσιν ἀνιάτως ἔχουσαν, ὅτε οὐ δύναταί τις ἀκούειν· καὶ μάλιστα ταῦτα προσακτέον τοῖς ἑτεροδόξοις, χαίρουσι ταῖς ἀλληγορίαις καὶ ἀνάγουσιν τὴν περὶ τῶν ἰάσεων ἱστορίαν ἐπὶ τὰς τῆς ψυχῆς θεραπείας, ἀπολυομένης ὑπὸ τοῦ Ἰησοῦ πάσης νόσου καὶ πάσης μαλακίας.

νομίζω δὲ τὸ μὲν ἀκούειν νῦν ἐπὶ τοῦ συνιέναι τάσσεσθαι τῶν λεγομένων, τὸ δὲ γινώσκειν ἐπὶ τοῦ καταλαμβάνοντα συγκατατίθεσθαι, τῷ φωτὶ τῆς περὶ τῶν λεγομένων γνώσεως πεφωτισμένον.