Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(15) Ἐπείπερ οἱ τὰς φύσεις εἰσάγοντες χρῶνται τῷ ῥήματι τούτῳ, διηγούμενοι αὐτό, ὅτι ὡς οἰκεῖον ἂν ὑμῶν καὶ ἀδελφὸν ἐπέγνωτέ με, ἀλλὰ καὶ ὡς ἴδιον ἠγαπήσατε ἂν ἐμέ, εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἐπαπορητέον οὕτως πρὸς αὐτούς·

ἦν ὅτε Παῦλος ἐμίσει τὸν Ἰησοῦν, ἐμίσει δὲ αὐτὸν ὅτε ἐπόρθει καὶ ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἀληθεύων γε ἔλεγεν αὐτῷ ὁ πρῶτος χρηματισμός· »Σαούλ, Σαούλ, τί με διώκεις;«

εἰ μὲν οὖν ἀληθὲς τὸ »Εἰ ὁ θεὸς »πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ«, δῆλον ὅτι καὶ τὸ τούτῳ ἀντίστρεφον ἐστὶν ὑγιές· »εἰ μὴ ἠγαπᾶτέ με, οὐχὶ ὁ θεὸς πατὴρ ὑμῶν »ἦν«. οὐκοῦν τῶν μὴ ἀγαπώντων τὸν Ἰησοῦν οὐκ ἔστιν ὁ θεὸς πατήρ· Παῦλος δὲ ἦν ὅτε οὐκ ἠγάπα τὸν Ἰησοῦν, ἦν ἄρα καιρὸς ὅτε ὁ θεὸς Παύλου πατὴρ οὐκ ἦν.

οὐ φύσει ἄρα Παῦλος θεοῦ υἱὸς ἦν, ἀλλ’ ὕστερον γέγονεν θεοῦ υἱός, ὅτε καὶ ὑγιῶς ἂν προσελάβομεν τὸ ἀκόλουθον τῷ ἡγουμένῳ τοῦ συνημμένου λέγοντος ὅτι ›ἀλλὰ μὴν ὁ θεός, ὦ Παῦλε, πατήρ σού ἐστιν, ἀγαπᾷς ἄρα τὸν Ἰησοῦν‹.

ἀλλὰ καὶ πρὸ τῶν χρόνων τῆς πίστεως Παύλου ἀληθοῦς ὄντος τοῦ » Εἰ ὁ θεὸς »πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ« ὑγιῶς ἦν προσλαβεῖν οἱονεὶ λέγοντα τὸν Ἰησοῦν· ›ἀλλὰ μὴν ἐμὲ οὐκ ἀγαπᾷς, οὐκ ἄρα ὁ θεὸς πατήρ σού ἐστιν, ὦ Παῦλε‹.

πότε δὲ ὁ θεὸς πατὴρ γίνεταί τινος ἢ ὅταν

τηρήσῃ τις τὰς ἐντολάς, δι’ ἃς οὐ πρότερον ὤν τις υἱὸς τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός, ὅτε καὶ ὁ πατὴρ εἰς ἀναγέννησιν ἄγων τοῦτον, ὃς υἱὸς αὐτοῦ γίνεται, χρηματίζει τοιούτου πατήρ.

ἔστιν δὲ προσαχθῆναι εἰς ταῦτα ἀπὸ τῶν οὕτως ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ γεγραμμένων· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις »τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.