Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰκοστὸν ὑπαγορεύοντες εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον τόμον, φιλοθεώτατε καὶ φιλομαθέστατε ἐν κυρίῳ Ἀμβρόσιε, εὐχόμεθα ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ὃν εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, λαβεῖν νοήματα πλήρη καί, ἵν’ οὕτως εἴπω, ναστὰ καὶ μηδὲν ἔχοντα διάκενον, ⟨ἵνα⟩ τὸ εὐαγγέλιον κατὰ ⟨τὰ⟩ ἐξεταζόμενα ἡμῖν ἀποκαλυφθῇ, [καὶ] μήτε παραλειπόντων τι ἡμῶν τῶν δεόντων ἐξετάζεσθαι καὶ ὑπομνηματικοῖς | γράμμασιν πιστεύεσθαι, μήτε ὡς οὐ χρὴ πλεοναζόντων, μήτε παρεκδεχομένων τὸν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ νοῦν. θεὸς οὖν ἡμῖν πέμψαι αὐτὸν τὸν λόγον, ἑαυτὸν ἐμφανίζοντα, ἵνα τοῦ βάθους αὐτοῦ, δωρουμένου τοῦ πατρός, θεαταὶ γενώμεθα.

II. Δόξει μάχην περιέχειν τοῖς μὴ κατανοοῦσιν τὰ σημαινόμενα ἀπὸ τῆς ›σπέρμα‹ φωνῆς καὶ τῆς ›τέκνον‹ τὸ »Οἶδα ὅτι σπέρμα »Ἀβραάμ ἐστε« πρὸς τὸ εὐθέως ἐπενεχθησόμενον καὶ πρὸς τοὺς αὐτοὺς λεγόμενον· » Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.