Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Τί δὲ πιθανὸν πρὸς τὸ ἀποκτενεῖν ἑαυτὸν μετὰ τοὺς μεγαλοφυέστερον εἰρημένους τοῦτον τὸν τρόπον λόγους· »Οὔτε ἐμὲ »οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν »ᾔδειτε«;

εἰκὸς γὰρ ὅτι τούτοις ὁμοίως ἐξεδέχοντο καὶ τὸ »Ἐγὼ »ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· πρὸς ὃν καὶ ἀπεκρίναντο οἱ Ἰουδαῖοι· »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω »ὐμεῖς οὐ δύνασθε ἐλθεῖν;« πάνυ δὲ καὶ ἐμφαίνεται ἡ ἐξουσία τοῦ αὐτεξουσίως αὐτὸν ἀποθνήσκειν καταλιπόντα τὸ σῶμα καὶ ἐν τῷ· »Ἐγὼ ὑπάγω«.

καὶ τάχα διὰ τὸ »Ἐγὼ ὑπάγω« τὸ ἐπιφερόμενον γίνεται τὸ »Καὶ ζητήσετέ με«. εἰκὸς γὰρ καὶ τοὺς παρατυχόντας οὕτως αὐτῷ ἀπαλλασσομένῳ τοῦ βίου ζητεῖν αὐτόν· διὰ δὲ τὸ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν αὐτοὺς μηδὲ μετὰ πάντα ταῦτα δυσωπηθέντας πρὸς τὸ μὴ διστακτικῶς εἰπεῖν περὶ αὐτοῦ· »Μήτι »ἀποκτενεῖ ἑαυτόν;« ὅπου ἄπεισιν μὴ δύνασθαι αὐτοὺς ἀπελθεῖν.

οἶμαι δ’ ὅτι κακοηθέστερον ὀνομάζοντες τὸ κατὰ τὴν παράδοσιν περὶ τοῦ θανάτου τοῦ χριστοῦ εἰς αὐτοὺς ἐληλυθός. καὶ μὴ δοξάζοντες τὸν οὕτως ἀπαλλαττόμενον τοῦ βίου εἰρήκασιν τὸ »Μήτι »ἀποκτενεῖ ἑαυτόν;«

ἐνῆν γὰρ διστακ|τικῶς μὲν εἰπεῖν, μετ’ ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν· μήτι ἡ ψυχὴ αὐτοῦ, ὅτε αὐτὸς βούλεται, ἐξελεύσεται καταλειφθέντος τοῦ σώματος, καὶ διὰ τοῦτό φησι τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν«.

ἅμα δὲ καὶ παρατηρήσεις διὰ τὰ εἰρημένα ἡμῖν περὶ τοῦ πῶς τὸν βίον ἐξελήλυθεν τὸ »Καὶ ἀναβαίνων εἰς »Ἱεροσόλυμα ὁ Ἰησοῦς παρέλαβεν τοὺς δώδεκα κατ’ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ

»εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ »ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ »κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδοθήσεται τοῖς ἔθνεσιν εἰς »τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ »έγερθήσεται«.

ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ »Ἀπὸ τότε ἤρξατο »δεικνύειν τοῖς μαθηταῖς ἑαυτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾ Ιεροσόλυμα ἀνελθεῖν »καὶ πολλὰ παθεῖν ἀπὸ τῶν ἀρχιερέων καὶ Φαρισαίων καὶ »γραμματέων καὶ ἀποκτανθῆναι« καὶ τὸ »Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου »παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται«, ἐρεῖς ὅτι ἀπέκτειναν αὐτὸν οἱ λέγοντες πάντες· »Σταύρου, σταύρου αὐτόν«· καὶ οἱ γενόμενοι ἔνοχοι τοῦ θανάτου αὐτοῦ, εἰ καὶ προλαβὼν τοὺς στρατιώτας ἐρχομένους ἐπὶ 〈τὸ〉 πλῆξαι τὰ σκέλη, κράξας φωνῇ μεγάλῃ ἐξέπνευσεν.