Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(4) Ἄξιον ζητῆσαι πόθεν κινηθέντες οἱ Ἰουδαῖοι πρὸς τὸ »Ὅπου »ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« φασὶ τὸ »Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« ἵνα δὲ καὶ δοθῇ ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ »Μήτι ἀποκτενεῖ »ἑαυτόν;«

πῶς οἱ δυνάμενοι ἀποκτεῖναι ἑαυτούς, κἂν μὴ ἀναιρῶσιν ἑαυτοὺς μηδὲ γίνωνται ὅπου ὁ ἀναιρῶν ἑαυτὸν γίνεται, οὐ δύνανται |

ἀπιέναι ὅπου ὁ ἀναιρῶν ἑαυτὸν ἀπέρχεται; λεκτέον οὖν πρὸς τὰ ζητούμενα ταῦτα τοῖς ἐπιμελέστερον καὶ βαθύτερον ἀκούουσιν τῶν λεγομένων ὑπὸ Ἰουδαίων ἐν τοῖς εὐαγγελίοις σαφές ἐστιν ὅτι πολλὰ κατά τινας παραδόσεις ἀπορρήτους καὶ ἀνακεχωρηκυίας ἔλεγον, ὡς ἐγνωκότες ἕτερα παρὰ ⟨τὰ〉 κοινὰ καὶ κατημαξευμένα.

ἐπὰν δὲ ἴδωμεν ἐκ τῆς παραθέσεως τῶν ῥητῶν ἐκεῖνα, τότε ζητήσομεν εἰ καὶ τοῦτο ὑπ’ αὐτῶν περὶ τοῦ σωτῆρος λέγεται βαθύτερόν τι βλεπόντων. ὅτι δὲ κατὰ ἀνακεχωρηκότας λόγους καὶ μὴ κατημαξευμένους ἔφασκον, † τὸν ἄδηλον ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια.

πάντως γὰρ περὶ δαιμόνων τι μεμαθήκεισαν καὶ τοῦ ἄρχοντος αὐτῶν ᾧ ὄνομα Βεελζεβούλ· ταῦτα δὲ οὐ πάνυ τι ἐν τοῖς φερομένοις κεῖται βιβλίοις·

καὶ μαρτυρία τοῦ σωτῆρος οὐ ψεύδεται ⟨τὸν⟩ Βεελζεβοὺλ λέγοντος »Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ »δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;« παραδεξάμενος γὰρ τὸ εἶναί τινα τὸν Βεελζεβοὺλ καὶ τὸν ἐν αὐτῷ ἐκβάλλοντα δαιμόνια οἱονεὶ μερισμόν τινα ἐνεργεῖν τοῦ Σατανᾶ γίνεσθαι ἐφ’ ἑαυτόν, ταῦτά φησιν.

ἐσφάλησαν μὲν οὖν λέγοντες ἐν Βεελζεβοὺλ ὑπὸ τοῦ σωτῆρος ἐκβάλλεσθαι τὰ δαιμόνια, κατειλήφεισαν δὲ ὅτι εἴη τις Βεελξεβοὺλ ἄρχων δαιμονίων.

ἀλλὰ καὶ ἐὰν λέγωσιν περὶ τοῦ Ἰησοῦ ὅτι αὐτὸς Ἰωάννης ἐστὶν ἀναστὰς ἀπὸ τῶν νεκρῶν, ἢ εἷς τις τῶν προφητῶν, πάντως δόγμα ἔχοντες περὶ ψυχῆς, ὡς ἐξητάσαμεν ἐν τοῖς περὶ Ἰωάννου, τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοοῦσιν. εἰκὸς δὲ καὶ ἄλλα μυρία ἢ ἐκ παραδόσεως ἢ ἐξ ἀποκρύφων αὐτοὺς εἰδέναι παρὰ τοὺς πολλούς.

ἴδωμεν οὖν καὶ εἰς τὸ » Μήτι ἀποκτενεῖ ἑαυτόν;« εἰ δύνανται μὴ κοινότερόν τι καὶ ἁπλούστερον νενοηκέναι, ὡς ἑαυτὸν ἐξαγαγόντος τοῦ βίου ἤτοι ἀγχόνῃ ἢ ξἴφει ἢ ὁποιᾳδήποτε ὁδῷ τῶν ἐντεῦθεν ἑαυτοὺς ἀπαλλαττόντων, καὶ μάλιστα ἐπεὶ οἴονται αὐτὸν ⟨ἑαυτὸν⟩ ἀποκτείνοντα ἀπελεύσεσθαι εἰς τόπον εἰς ὃν ἀδύνατον ἦν αὐτοὺς γενέσθαι· καὶ εἰ μὴ δεισιδαιμονοῦντές γε περὶ τὰ ὀνόματα, ἀλλὰ βλέποντες τὰ πράγματα † μὴ εὑρισκόμενα ἄλλοις ὀνόμασιν χρῆσθαι κατὰ τῶν πραγμάτων, τάχα, ἵν’ οὕτως εἴπω, θειότερον Ἰησοῦς αὑτὸν ἀπέκτεινεν, ὅπερ οὕτως παρίσταμεν· πάντων μὲν αἱ ψυχαὶ τῶν ἀπαλλαττομένων τοῦ σώματος, ἀπαιτούντων τινῶν αὐτὰς τῶν ἐπὶ τοῦτο τεταγμένων, παραλαμβάνονται· εἰκὸς ⟨δὲ⟩ ὅτι κρείττους εἰσὶν τῶν ψυχῶν ἐπὶ ταύ

της τῆς διακονίας τεταγμένοι· τὸ γὰρ »† Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν »ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ« τοιοῦτόν τι δηλοῖ.