Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰσὶν γὰρ καὶ κατὰ μυρίας ἀποπεπτωκυίας τοῦ καλοῦ προθέσεις ζητοῦντες τὸν Ἰησοῦν· διόπερ μόνοι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον, οἳ καὶ κυρίως λέγοιντ’ ἂν αὐτὸν ζητεῖν τὸν ἐν ἀρχῇ λόγον, πρὸς τὸν θεὸν λόγον, καὶ ἵνα αὐτοὺς προσαγάγῃ τῷ πατρί. παρὼν δὲ καὶ ἐμφανταζόμε

νος ὁ λόγος, ἐπὰν μὴ παραδεχθῇ, ἀπειλεῖ τὸ ὑπάγειν καὶ λέγει· »Ἐγὼ »ὑπάγω«· καὶ ἐὰν ἀπελθόντος γε αὐτοῦ ζητῶμεν αὐτόν, οὐχ εὑρήσομεν αὐτόν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα.

οἶδεν δὲ ἀπὸ τίνος ὑπάγει καὶ τίνι παραμένει μηδέπω εὑρισκόμενος, ἵν’ ἐν καιρῷ εὑρεθῇ ζητηθείς.

καὶ τοῖς γε οὕτως ἔχουσιν αὐτὸν καὶ μὴ τεθεωρηκόσιν αὐτὸν λέγεται· »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται »εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς »καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀνα|γαγεῖν. »ἀλλὰ τί λέγει ἡ γραφή;

Ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί »σου καὶ ἐν τῇ καρδίᾳ σου«. τούτοις δὲ φιλανθρώπως ὁ σωτὴρ ὑποδείκνυσιν καὶ τὰ περὶ τῆς τοῦ θεοῦ βασιλείας, ἵνα μὴ ζητῶσιν αὐτὴν ἔξω ἑαυτῶν μηδὲ λέγωσιν· »Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ«· φησὶ γὰρ αὐτοῖς· »Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν«.

καὶ ὅσον γε σώζομεν τὰ ἐνσπαρέντα ἡμῶν τῇ ψυχῇ τῆς ἀληθείας σπέρματα καὶ τὰς ἀρχὰς αὐτῆς, οὐδέπω ἀπελήλυθεν ἀφ’ ἡμῶν ὁ λόγος· ἐὰν δὲ ἀπὸ τῆς κατὰ τὴν κακίαν χύσεως διαφθάρωμεν, τότε ἡμῖν ἐρεῖ· »Ὑπάγω«, ἵνα κἂν ζητῶμεν αὐτὸν οὐχ εὑρήσομεν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα, καταλαμβανόμενοι ἐν αὐτῇ καὶ παραλαμβανόμενοι ἀπὸ ταύτης ὑπὸ τῶν τεταγμένων ἐπὶ τῷ ἀπαιτεῖν τὴν ψυχήν, κατὰ τὸν εἰπόντα· »Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ »σοῦ«.