Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(3) Καὶ ταῦτα ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ, προστιθεὶς τοῖς προτέροις οὐ μόνον ταῦτα ἀλλὰ πλείονα ἕως τοῦ »Ἀμὴν λέγω »ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί«. μετὰ δὲ τοῦτον τὸν λόγον ἀράντων λίθους, ἵνα λιθάσωσιν αὐτόν, Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, ὅτε παράγων εἶδεν τὸν ἀπὸ γενετῆς τυφλόν, περὶ οὗ εἰσόμεθα, θεοῦ διδόντος, γενόμενοι κατὰ τὸν τόπον.

λέγει δὲ ταῦτα ἵνα τὸ ἐπιφερόμενον γένηται· » Ταῦτα γὰρ αὐτοῦ λαλοῦντος ἐπίστευσαν »εἰς αὐτόν«, οἱονεὶ πένητες ἐρχόμενοι ἐπὶ γαζοφυλάκιον, ἵν’ ἐκεῖθεν λάβωσιν ἃ ἐὰν δύνωνται καὶ ἃ ἐὰν μερισθῇ αὐτοῖς.

πολλοὶ μὲν οὖν ἐπίστευσαν εἰς αὐτόν, οὐ πολλοὶ δὲ ἔγνωσαν αὐτόν, ἐπεὶ τῶν πεπιστευκότων εἰς αὐτὸν οἱ μένοντες ἐν τῷ λόγῳ αὐτοῦ, ἀληθῶς γινόμενοι μαθηταὶ αὐτοῦ, γνώσονται τὴν ἀλήθειαν· οὐχὶ δὲ οἱ πολλοὶ τῶν πεπιστευκότων εἰς αὐτὸν μένουσιν ἐν τῷ λόγῳ αὐτοῦ, οὐδὲ οἱ πολλοὶ ἀληθῶς αὐτοῦ μαθηταὶ γίνονται.

διόπερ οὐδὲ πολλοὶ γνώσονται ἀλήθειαν, καὶ εἰ ἀλήθεια ἐλευθεροῖ, ἐλεύθεροι οὐ γίνονται· σφόδρα γὰρ ὀλίγοι χωροῦσι τὴν ἐλευθερίαν.

τίνες δέ εἰσιν οἱ γνωσόμενοι ἢ οἱ ὑψοῦντες αὐτόν; ὡς αὐτὸς διδάσκει λέγων· | »Ὅταν »ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.« οὐδεὶς δὲ αὐτὸν ὑψοῖ γάλακτι ποτιζόμενος, παρασκευάζων ἑαυτὸν εἰς παρα

δοχὴν τῆς στερεᾶς τροφῆς· διόπερ τῷ τοιούτῳ λέγει· »Ἔκρινα μηδὲν »εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, πρὸς ὅν καὶ ὁ τοῦ λόγου διάκονος ἐν ἀσθενείᾳ γίνεται, ὥς φησιν ὁ Παῦλος τοῖς τοιούτοις· » Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ »πολλῷ ἐγενόμην πρὸς ὑμᾶς«.

Φησὶ τοίνυν ὁ τοῦ θεοῦ λόγος ἀρχὴν ποιούμενος δευτέρων μαθημάτων τῶν ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ· »Ἐγὼ ὑπάγω καὶ »ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«.

ζητῶ διὰ τὸ »Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν«, μήποτε οὐ πρὸς πάντας τοὺς παρόντας λέγει τὸ »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ »με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«, ἀλλὰ πρὸς τούτους, οὓς ᾔδει μὴ πιστεύσοντας, καὶ διὰ τοῦτο ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανουμένους καὶ μὴ δυναμένους ὀπίσω αὐτοῦ ἀκολουθῆσαι· μὴ δυναμένους δὲ διὰ τὸ μὴ βούλεσθαι· εἰ γὰρ βουλόμενοι οὐκ ἐδύναντο, οὐκ ἂν εὐλόγως αὐτοῖς ἐλέγετο τὸ »Ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«.