Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. νβ΄. Ἔκλαιιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δέ εἶπε· Μὴ κλαίετε· Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

Στίχ.νγ. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀυπέθανε.

(87) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία. Χρὴ δὲ ἵσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάρενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπκῶς συνέβανεν ἐκείνοις, ἐγράφη δὲ διʼ ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζοντα καὶ ταῦτα.

Πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἄπεισιν, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν· καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θεραπεύεται; ἦλθε γὰρ ὁ Υἰὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δὲ αἰμοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλʼ ἀεὶ αἱμοῤῥοοῦσα παὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἰῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Δουκᾶς ὅ μὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ ἡ αἱμοῤῥοοῦσα [*](75 Cor. ΧΙ, 3. 76 I Cor. X, 11.) [*]((87) Ὠμιγ. καὶ Κυρίλλου.)

340
δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνῃ αὕτη αἱμορροεῖ. Ἐν ἀπαθεία γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ συναγωγή· καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. Δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν αὕτη τοῦ πάθους πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλʼ (89) αὐτοὺς δαπανήσασα τὰ παρʼ ἑαυτῆς πάντα, οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υίὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. Τοῦτο τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησσῦ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, καὶ θεραπευθῶμεν. Καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. Ὅιαν γὰρ τὸ πλῆθος τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴῖ σωθήσεται.