Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. γ΄. Καὶ ἦλλθεν εἰς πᾶσαν τὴν περίχορον τοῦ Ἰορδάνου.

(76) Ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι ἢ εἰς την περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης καταβαίνων. Καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον.

Στίχ. ἐ. (77) Φσσὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄῤῥενα· οὗ ἡ σπορὰ αὐξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαῤῥήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν ὥσπερ τοῦ διαφθαρέντος πατρός---Τοιοῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πατέρας καὶ διδασκάλους διαφθείροντες χερσίν. Εἵρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον.