Scholia in Matthaeum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ε΄. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἑπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.

Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἒν παιδίον τοιοῦτον, ἢ ἔν τοιούτων (10---) τῶν πνευματικῶν καὶ μεμορφωμένων τὸν Χριστὸν, κατὰ τὸ ταπεινῶσαι τὸ ἑαυτοῦ πνεῦμα. Κατὰ δὲ τὸν Λουκᾶν, τὸ δεικνύμενον ὑπὸ τοῦ Σωτῆρος παιδίον δέχεσθαι δεῖ ἐν τῷ ὀνόματιαὐτοῦ, ἵνα ἐν αὐτῷ δέξηται τὸν Χριστὸν ὄντα καὶ ἐν τῷ Πνεύματι. Ἤ ἕν τοιοῦτον, ἐπεὶ ἕν εἰσι πάντες οἱ πνευματικοί. Προτρέπει δὲ ὁ λόγος καὶ τὸ δέχεσθαι τῶν ἁπλῶν καὶ πραέων τῇ καρδίᾳ ἐν τῷ λόγῳ Χριστοῦ. Ἀνακόπτων τὸ φιλόνικον τῶν μαθητῶν (ἐπειδὴ ὅτε οἱ διδάσκαλοι μάχονται, σχίσματα γίνονται πολλῶν σκανδαλιζομένων, βουλομένων τῶν σκανδαλιζομένων ἐπισπᾶσθαι εἰς αὑτοὺς τοὺς ἀκροατὰς), προλέγει τὴν μετʼ αὐτῶν τιμωρίαν. Τοῦτο δὲ ἐπιτεταγμένως ἐλέχθη. Τουτέστιν κἂν εὐτελῆ ἄνθρωπον τῶν πιστῶν σκανδαλίσητε, βαρεῖα ἔσται καθʼ ὑμῶν ἡ τιμωρία. Τὴν γὰρ ἀφόρητον τιμωρίαν διὰ τοῦ μύλου καὶ καταποντισμοῦ σημαίνει, τὴν ἐσομένην μετὰ τῶν τοὺς τοιούτους ὑβριζόντων. Σκάνδαλον γὰρ ἐνταῦθα τὴν ὕβριν καλεῖ. Ταῦτα δέ φημι, ἐπειδὴ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα μὴ καταφρονῶμεν αὐτῶν. Ὁ γὰρ μέγας καὶ τέλειος ἐν ἀρετῇ παντὸς σκανδάλου καταφρονεῖ. Ἐξ ὧν δὲ προλέγει καὶ θρηνεῖ τοὺς τοιούτους, δίδωσιν αὐτοῖς καιρὸν μετανοίας. Εἰπὼν δὲ, Ἀνάγκη, οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον, ἀλλὰ τὸ προγνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. Διὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κόλασιν δὲ λέγει τοὺς ἀσέμνους (11) ζῶντας ἀνθρώπους.

Στ. κʼ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς (11---) συνημμένοι εἰς τὸ ἐμὸν ὅνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.