Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(Ex Catena Vaticana cui titulus : Προκοπίου Χριστιανοῦ σοφιστοῦ εἰς τὰ ᾌσμστα τῶν ᾀσμάτων ἐξηγητικῶν ἐκλογῶν ἐπιτομὴ ἀπὸ φωνῆς Γρηγορίου Νύσσης καὶ Κυρίλλου Ἀλεξανδρείας, Ὠριγένους τε καὶ Φίλωνος τοῦ Καρπαθίου, Ἀπολιναρίου, Εὐσεβίου Καισαρείας, καὶ ἑτέρων διαφόρων, ἤγουν Διδύμου, τοῦ ἀγίου Ἰσιδώρου, Θεοδωρήτου καὶ Θεοφίλου. — MAI, Class. Auct., t. IX.)

Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτου. Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησὶν, διʼ ἑαυτοῦ δὲ ὁμιλησάτω, κατʼ αἴσθησιν πνευματικήν· διʼ ἦς ὁ Ἰωάννης φησί· Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς δωῆς· ταῦτα δέ φησιν ὡς τῶν προφητῶν εἰπόντων ἀκούσασα· Ἐπεθύμησεν δ βασιλεὺς τοῦ κάλλους σου· καὶ ἀλλαχοῦ· Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὔτως εὐφρανθήσεται Κόριος ἐπὶ σοί. Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, καταπεφιλῆσθαι ἀπὸ τοῦ στόματος τοῦ νυμφίου νομίσωμεν ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν ἐχόμενοι λέγειν τὸ, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.

Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπέρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπέρ πάντα τὰ ἀρώματα.

Ἥγουν αἱ ἀρεταί σου ὑπὲρ τὰς παῤ ἡμῖν ἀρετὰς κατὰ τὸ, Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔστι γὰρ αὐτοσοφία καὶ δικαιοσύνη· ἡμεῖς δὲ κατὰ μέθεξιν σοφοί τε καὶ δίκαιοι, κατὰ προαίρεσίν τε καὶ δύναμιν, ἐν τῇ τούτων εὐωδίᾳ γινόμενοι Μῦρον ἐκκενωθέν ὄνομά σου. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε.

Τάχα προφητεύου (20) τοῦ ὁνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ παρουσίαν· ὥστε γενέσθαι κατὰ τὸν Παῦλον οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ δωῆς εἰς δωήν, εἶπεν ἂν ἡ νύμφη, Διὰ τσῦτο πάντες ἠγάπησάν σε· ἀλλʼ οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανεούμεναι. καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκενώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις.

Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἥγουν ἀδύνατον (3) τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ Ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ· εἰς ὄ Παῦλος εἰσελθὼν ἕφη· Ἡμεῖς δέ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἵδωμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν· τίνα δὲ [*](1 Joan. l, 1. 2 Psal. XLIV, 12. 3 Isa. LXII, 5.)

256
ταῦτα; Ἃ ὀφθαλμὸς οὐκ οιδε καὶ ους οὐκ ήκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἐν γὰρ τῷ ταμιείῳ τοῦ νυμφίου πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη, καὶ παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐν ἱματισμῷ διαχρύσῳ, κατὰ τὸν Δαυΐδ· περὶ δὲ τῶν νεανίδων, ἀπενεχθήσονται τῷ βααιλεῖ παρθένοι ὀπίσω αὐτῆς, καὶ τὰ ἑξῆς.