Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς γενέσεως ἡ Γραφή· δηλοῖ τοίνυν ἐνταῦθα τῆς νύμφης τὸ τεταγμένον ἐν τῷ τῆς γενέσεως χωρίῳ καὶ εὔρυθμον, ὁμοίῳ περιτραχηλίοις κατεσκευασμένοις τῇ ἀρετῇ.

Ὀμφαλός σου κρατὴρ τορνευτὸς, μὴ ὑστερούμενος κραμα· κοιλία σου, θημωνία σείου πεφραγμένη ἐν κρίτοις·.

Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκαλεῖ λέγουσα· Δεῦτε, πίετε οἶνον ὃν κεκέρακα ὑμῖν· καὶ δηλοῖ τὸ πνευματικὸν πνεῦμα· καὶ προσέθηκε καὶ θημωνίαν σίτου, ἵνα τὴν πνευματικὴν τροφὴν σημάνῃ· τὸ γὰρ θημωνία ἀντὶ τοῦ συναγωγὴ ἀρετῶν πλήθους εἰς ἐν τῇ ὁμονοίᾳ συντεταγμένη.

Κρίνα δʼ ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τῶν τοῦ βίου ἀκανθῶν.

Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος.

Ευργοι δὲ ἐκλήθησαν, οἱ τὰ ἀρεστὰ τῷ νυμφίῳ ποιοῦντες, σκοπευτήριον ἔχοντες τὴν θεωρητικὴν ψυχὴν, ἐκ μετεώρου σκοπεύουσαν ἅπαντα· ἐλεφάντινον δὲ, διὰ τὸ λαμπρὸν καὶ λεῖον· οὐδὲν γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκανθῶν· βούλεται δὲ ἡμᾶς καὶ φιλομαθεῖς ὄντας πολλῶν ἔχειν τὴν ψυχὴν θυγατέρα σοφῶν καὶ ἐν εἰσαγωγαῖς γενέσθαι μαθημάτων πολλῶν, ἃς ἐκάλεσε πύλας· τοσοῦτον, φησὶν, γνώσεως τοῖς ἐν σοὶ διδασκάλοις περίεστι χάρις, ὡς μὴ μόνον τοὺς παρὰ σοὶ ἀπολαύειν αὐτῶν τῆς παιδεύσεως, ἀλλʼ ἤδη καὶ τῆς ἔξωθεν καὶ πόῤῥωθεν τῆς αὐτῶν ἀπολαύειν ὠφελείας.

Μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπτον Δαμασεοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύραν βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.

Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, καὶ διὰ τῆς αἰσθήσεως τοῦ θείου λόγου δυνάμενος ὀπίσω αὐτοῦ εἰς ὀσμὴν μύρων αὐτοῦ δραμεῖν, μυκτήρ ἐστιν αἰσθανόμενος εὐωδίας πνευματικῆς· σκοπεύων εἴ τι ἐπιφανὲς ἐν ἔθνεσι δόγμα δοκεῖ· Δαμασκὸς γὰρ τὰ ἔθνη παρίστησι· τοῦ δὲ ἐπιφανοῦς καὶ καλοῦ τὸ πρόσωπον σύμβολον· ὁ δὲ λίβανος ἀναφέρεται ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὁ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρ μηνεύεται· γινώσκει δὲ περιτομὴν ὁ μετὰ παῤῥησἱας [*](Psal. v, 13. ⁴7 Prov. IX, 5.)

284
λέγειν δυνάμενος· ἡμεῖς ἐσμὲν ἡ περιτομή· ἀπὸ ὁὲ τῆς κεφαλῆς, τουτέστι Χριστοῦ, ἐπίγνωσις πνευματικῆς ἐγεννήθη περιτομῆς.