Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι.

Ὅσον πλησίον γίνεται τοῦ νυμφίου, κρείττοσιν ἀπεικάζεται· τῷ γὰρ καλὴ καὶ ὡραία καὶ πλησίον, προσέθηκε τὸ ὡς Ἰερουσαλήμ· καὶ καταπληκτικὴν δὲ τὴν τετελειωμένην φησὶν Ἐκκλησίαν· πῆ μὲν, ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν, οὐ δυναμέναις ἐνατενίζειν τῷ κάλλει τοῦ προσώπου αὐτῆς· πῆ δὲ καὶ ταῖς ὑποδεεστέραις αὐτῆς, ἐοικυίαις ταῖς τεταγμέναις ἐν τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέναιπαρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμβολῶν τοὺς πολεμίους ἐκπλήττοντα.

Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με.

Ἡ Ἐκκλησία τῇ ὡραιότητι καὶ τῳ κάλλει ἐνορᾷ τοῦ Χριστοῦ· δυναμένη τῇ πλείονι προκοπῇ κατανοεῖν αὐτοῦ τὴν θεότητα· καθὸ πάντα διʼ αὐτοῦ ἐγένετο· εὐφραινόμενος δὲ ἐπὶ τῇ δυνάμει τῶν ὀφθαλμῶν, τῆς εἴτε Ἐκκλησίας εἴτε νύμφης τοῦ λόγου ψυχῆς· πτεροῖς αὐτὴν λογικοῖς ἀποστραφῆναι κελεύει πρὸς τὸ μετέωρον· ὡς ἂν ἐπʼ ἄκρον ἔλθοι τῆς τελειότητος, ὡς ἂν κἀκείνη βλέπῃ τοῦτον ἐπτερωμένον, καὶ μηκέτι συγκαταβαίνοντα διʼ αὐτὴν, καὶ δύνηται λέγειν, εἰ καὶ

277
ἐγνώκᾶμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· τῇ σῇ τοίνυν συνανέβη προκοπῇ, φησὶν, χωρησάσης σου ἐνορᾶν, καὶ μηκέτι περαιτέρω τῆς οἱκονομίας ζητεῖν.

Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ του λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.

Εἴρηται δεύτερον ταῦτα τῇ νύμφῃ, πρότερον οἶμαι τοιαύτῃ φανείσῃ κατὰ τὸ ἐνδεχόμενον, ἡνίκα ἔτι ἐν τῷ βίῳ τούτῳ ἐτύγχανεν· δεύτερον ὁπότε ἦλθεν ἐπὶ τὴν τελειότητα· διὸ καὶ νῦν μόνον παρῃνίξατο· Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων· κατὰ δὲ τὸν Ἀκύλαν καὶ Σύμμαχον, ὀδόντες σου ὡς ἀγέλαι τῶν προβάτων, ἢ, τῶν ἀμνάδων· καὶ ἔπρεπεν εἰρῆσθαι ταῦτα ἐπὶ τῆς τελειοτητος· ὡς εἶναι τὸ ἀπὸ τοῦ λουτροῦ οὐκ ἔτι προτέρου, ἀλλὰ τοῦ δευτέρου· διδου. μεύουσαι δὲ τάχα, ὡς τρεφόμεναι τῇ τῶν νοητῶν καὶ αἰσθητῶνθεωρίᾳ· καὶ ὡς μηδεμίαν ἄγονον εἶναι τῆς περὶ οὑτινοσοῦν λόγου τροφῆς.

Ἐξήκοντά εἰσι βασλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία δέ ἐστι περιστερά μου.

Αἱ νεάνιδες ἀριθμόν οὐκ ἔχουσαι· οὐ τῷ μὴ ὑποπίπτειν ἀριθμῷ, ἀλλὰ τῷ ἀξίας αὐτὰς εἶναι ἀριθμηθῆναι· καὶ τάχα τῆς αὐτῆς διανοίας ἔχεται, τῇ ἐνταῦθα διαφορᾷ τῶν νεανίδων τῶν κοινωνουμένων ὑπὸ Χριστοῦ, καὶ τὰ παρὰ Ἀποστόλου λεγόμενα περὶ ἀναστάσεως νεκρῶν, λόγῳ τάγματα φάσκοντι· ἐπειδὴ γὰρ διʼ ἀνθρώπου θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἐκασπτος ἐν τῷ ἰδίῳ τάγματε· ὁ γὰρ ἑκάστου βίος καὶ λόγος καὶ διάθεσις ποιήσει προκριθῆναι ἑκάστου κατʼ ἀξίαν.

Μὴ θαύμαζε, εἰ ὁ νυμφίος ἦν ἔχων καλὴν νύμφην, καὶ τάχα δευτέραν καὶ τρίτην καὶ πλείονας· ἐὰν νοήσῃς αὐτοῦ καὶ τὰς νύμφας, οὐ φοβηθήσῃ λέγειν ἀπὸ τοῦ ᾌσματος· Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός μία δέ ἐστι περιστερά μου· λόγος ἐστὶν ὁ νυμφίος· λογικὸν ζῶον ἡ νύμφη· ἐὰν νοήσῃ ψυχὴ καὶ λάβῃ ὁ νυμφίος τὴν νύμφην· ἀλλʼ ἐπεί ἐστιν ὁ λόγος οὗτος, οὐ μιᾷ ψυχῇ κοινωνῶν, ἀλλὰ πλείοσι καὶ διαφόροις, τιμῇ τινι βασιλικῇ καὶ διαφαινούσῃ, λεγέτω τελεία περιστερά· ταῖς δὲ βασιλικαῖς μὲν, ὑποδεεστέραις δὲ, διὰ τοῦτο ἐξήκοντα βασίλισσαι· ἑτέραις δὲ ψυχαῖς κοινωνεῖ παιδαγωγουμέναις φόβῳ Θεοῦ· αὗταί εἰσιν αἱ παλλακίδες· εἰσί τινες καὶ ἄλλαι ψυχαὶ ὑποδεέστεραι, ἐλάττονα φόβον ἔχουσαι· αὗταί εἰσιν αἱ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὁ νυμφίος τοίνυν καὶ ἐνθάδε καλὰς καὶ δυναμένας αὐτῷ εἶναι καὶ κοινωνοὺς, ἐξῆλθεν ἀπὸ τοῦ παστοῦ τοῦ ἐπουρανίου, κοινωνεῖ ἀγγέλοις καὶ ἀρχαγγέλοις, αἵ τινες εἰσιν αἱ νύμφαι τοῦ λόγου, καὶ θρόνοι καὶ κυριότητες.

Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεανήματι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου [*](I Cor. ΧV, 2I, 22.)

280
σοί· γῆ ἐστιν ὡς ἡ ψυχή μου· ἔθετό με ἄρματα Ἀμιναδάβ.

Κατά τι παράδειγμα οἱ δίκαιοι καρύαι εἰσὶ, φέροντες καρπὸν διὰ τὴν πρὸς Θεὸν θεραπείαν ἱερατικὴν, διὰ τὸ ἕρκος ἔχειν περὶ αὐτά· ὁ μέν τι πικρὸν καὶ χολῶδες, ἕτερον δέ τι σκληρὸν τῶν πειρασμῶν· ἀλλὰ καὶ χειμάῤῥους ὁ πειρασμὸς λέγοιτο· κατὰ τὸ, χειμάῤῥους διῆλθεν ἡ ψυχὴ ἡμῶν ἠβουλήθη τοίνυν ἡ νύμφη καταβᾶσα εἰς τὸν κῆπον τῆς καρύας, τουτέστιν ἐκπεσοῦσα τὰ (1) παραδείσου πρὸς τὴν ἐπίμοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμαχον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔχει· ἀλλὰ καὶ ἰδεῖν εἰ ἥνθησεν ἡ ἄμπελος, διαφεύγουσα τὸν χειμῶνα· καὶ τὸ ἔαρ φθάσασα, τὸν καιρὸν τοῦ Πάσχα καὶ τῆς τῶν ἀζύμων ἑορτῆς· τότε γὰρ φιλεῖ ἀνθεῖν ἐν τῇ Ἰουδαίᾳ ἡ ἄμπελος· καὶ εἰ ἤνθησαν αἱ ῥόαι, ὧν ὁ καρπὸς πολὺς, καὶ τάξει περιειλημμένος ὑπὸ τοῦ λέπους· ᾧ ὡμοίωται τὸ μῆλον τῆς νύμφης· ἐκεῖ δὲ, φησὶ, δώσω σοι τοὺς μαστούς μοι, τουτέστι τὸ ἡγεμονικόν· ἀλλʼ ἠγνόησε, φησὶν, ἡ ψυχή μου, καὶ τὴν ὑπόσχεσιν ἔψευσται, μὴ δυναμένη ἀφʼ ἑαυτῆς τι ποιεῖν· ἀλλʼ οὐκ ἀπελείφθην ἐν τούτοις· ὁ γὰρ πατὴρ τοῦ Ναασσὼν ὁ ἄρχων τοῦ λαοῦ μου Ἀμιναδὰβ, ἔθετό με ἑαυτῷ εἶναι ἅρματα Ναασσὼν δὲ ὀφιώδης ἑρμηνεύεται· ὁ ἄρχων τοῦ λαοῦ τῆς νύμφης· Ἀμιναδὰβ δὲ οὖτος ὁ ἐν Ἀριθμοῖς πατὴρ τοῦ ἄρχοντος τῆς φυλῆς Ἰούδα Ναασσών· ὃς μεταλαμβάνεται εἰς τὸν Χριστόν· διὰ τὸ, καθὼς Μωῦσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως, φησὶν, ἅρματά με ἔθετο ἑαυτῷ ἡνιοχῶν μου τοὺς λογισμούς.

Ἐπίστρεφε. ἐπίστρεφε ἡ Σουλαβίτις· ἐπίστρεφε, ἐπίστρεφε· κοὶ ὀψόμεθα ἐν σοί.