Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Τὰ πρότερα πρὸς τὰς νεανίδας εἶπεν ἡ νύμφη, τὰ δὲ νῦν πρὸς τὸν νυμφίον· ὥστε τῷ παρόντι καιρῷ ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρκωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, διʼ ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν τοῖς ὄρεσι τῶν κοιλωμάτων, ἀπόστρεψον λέγουσα, ἐκ τοῦ ἐν μορφῇ ὑπάρχειν Θεοῦ· καὶ ἀνάλαβε ταῦτα διὰ τὴν ἀγάπην τὴν πρὸς ἐμὲ τοῖς ἀνθρώποις ἐπιδημῶν· ὧν οἱ πλείους διὰ τὴν κακίαν ἐν κοιλώμασι διατρίβουσιν· ὄρη δὲ κοιλωμάτων, οἱ τῶν κακῶν ὑπερανέχονται δίκαιοι· ἀποστρέψας δὲ ὁ λόγος ὁμοιοῦται, ἐν μὲν τοῖς ἀνακειμένοις τῇ θεωρίᾳ, δόρκωνι ἐν τοῖς πρακτικωτέροις δὲ καὶ καθαιρετικοῖς τῶν ἀντικειμένων δυνάμεων, ἐλάφων νεβρῷ· τὸ δὲ, ἢ νεβρῷ, παραδιαζευτικόν· ὁ δὲ Θεοδοτίων εἷπεν, ἐπὶ τὰ ὄρῆ θυμιαμάτων· οὐδὲν ἧττον τοὺς ἁγίους δηλῶν.