Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἀποκρίνεται ἀδελφιδοῦς μου καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆ λθεν, ὁ ὑετὸς ἀπῆλθεν καὶ ἐπορεύθη ἑαυτῷ· τὰ ἄνη ὤφθη ἐν τῇ γῇ· καρὸς τῆς τομῆς ἔφθακε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· ἡ συκῇ ἐξήνεγκεν ὀλύνθους αὐτῆς· αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν, κ. τ. ἑ.

Ἀνάστα, φησὶν, ἀπὸ τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ, ἴνα συνῆμεν· Ὁ ὑετὸς ἀπῆλθεν· εἴπομεν ἂν ὑετὸν γεγονέναι, τὸν πρὸ τῆς Ἐπιδημίας καιρὸν, τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν τὸν νομικὸν καὶ προφητικὸν λόγον· πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἔαρ δὲ καὶ θέρος μετὰ τὴν Ἐπιδημίαν· ὅτι μηκέτι ὑετῶν χρεία ὅτε τὰ διὰ Χριστὸν ἄνθη ὥφθη ἐν τῇ γῇ· καὶ ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ, ἡ συκῆ οὐκ ἐκκόπτεται ἄκαρπος ἐν τῷ προτέρῳ γενομένη καιρῷ· νυνὶ γὰρ ὀλύνθους ἐξήνεγκε, καὶ κυπρίουσιν αἱ ἄμπελοι· διό φησιν, ἔν τῶν κλημάτων Χριστοῦ, εὐωδία, ἐσμέν τῷ Θεῷ. Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· καὶ ἐλθὲ σὺ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισον με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.

Βούλεται τὴν ψυχὴν ὑπερβῆναι τὰ αἰσθητά· ὡς ἐπὶ πόλεως δὲ τεῖχος καὶ προτείχισμα, τὸν αἰσθητὸν κόσμον καλεῖ· δεῖ οὖν τὴν τῷ λόγῳ κοινωνοῦσαν ψυχὴν ἐν σκέπῃ τῆς πέτρας, οὐ μόνον ἔξω τοῦ τείχους τῆς πόλεως, ἀλλὰ καὶ τοῦ προτειχίσματος γενέσθαι· ὡς πλησίον γενομένην ἀνακεκαλυμμένῳ προσώπῳ τὴν

265
δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι· πειθομένην τῷ λέγοντι, Δεῖξόν μοι τὴν ὄψιν σου· ἐπιθυμεῖ δὲ καὶ διαλεγομενης ἀκοῦσαι, τὴν φωνὴν ὡς ἡδεῖαν θαυμάζων προτείχισμα δέ ἐστιν, ὅπερ Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λόγον νομίζω, ἀλλὰ καὶ ἐχόμενα τοῦ προτειχίσματος· ὂς λόγος μέν ἐστι τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ τῶν ἀσωμάτων.

Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.

Ταῦτα τοῖς φίλοις ὁ νυμφίος, ἤτοι ἀγγέλοις ἢ ἀνδράσιν ἀγίοις, ὅσοι τῆς Ἐκκλησίας διδάσκαλοι· ὑπὸρ σωτηρίας δὲ τῶν ἀμπελώνων ἡ προτροπή· ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἵ διαφθείρουσαι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶσιν αἱ ἄμπελοι προκόψαι ἀπὸ τοῦ κυπρίζειν μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ γεωργούμεναι· διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε καὶ μή· ἢ τάχα καὶ ἄνθρωποι, ἀλώπεκές τινες διʼ ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχεινκαλῶς· οὓς ἔτι μικροὺς ὄντας βούλεται συλληφθῆναι πρὶν ἐπιπλέον ἀσεβείας προκόψωσι· μέγας γὰρ ἀλώπηξ γενόμενος, ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται ἀρχόμενοι γὰρ ἐνεργεἴν τὰ χείρονα, καὶ τοῖς φίλοις εὐάλωτοι· λέγει δʼ ἂν καὶ μικροὺς τοὺς ἀμπελῶνας· οὐ δύναται γὰρ κατὰ τῶν μεγάλων ἀλώπηξ.