Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Πρόσκομμα λογικῆς φύσεώς ἐστι λογισμὸς ἀκάθαρτος, ἢ γνῶσις ψευδής· ὁ δὲ τῇ τοῦ Θεοῦ βουλῇ περιστοιχειούμενος, ἐν τούτοις οὐ προσκόπτει.

Οὔτε ἔφοδος, φησὶ, πονηρῶν λογισμῶν φοβήσει τὸν γεγονότα σοφὸν, οὕτε ἀσεβεῖς ἔξωθεν ἐπιόντες τὴν αὐτοῦ καθαιρήσουσι δύναμιν, ἐρημῶσαι θέλοντες τῶν φύσει καλῶν· τὸν γὰρ ἀνάλωτον οὐδεὶς δυνήσεται λαβεῖν· καίτοι, τί τοῦ ἀσεβοῦς αὐθαδέστερον; Ἀλλὰ καὶ αὐτοῦ φησι τοῦ παντοδαποῦ θηρίου περιγενήσῃ, πρᾶος ὢν καὶ ἐπιεικὴς, τοῦ Κυρίου ὄντος μετὰ σοῦ· ἐντεῦθεν δὲ μανθάνομεν, ὡς ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας, νύκτωρ ἡμῖν συμβαινούσας, ἢ καὶ θεωρητικῶς· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἐν τῇ μεταστάσει πονηρῶν κατηγοριῶν, καὶ τῶν ἐν τῇ κρίσει βλαπτικῶν κολάσεων περιαιρεῖ τοὺς οὕτω φρονοῦντας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραότας καὶ ἀοργησία, καὶ μακροθυμία, καὶ ὅσα πέφυκε καταστέλλειν τὸν θυμὸν ταρασσόμενον· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι.

Οὐ μόνον τῶν ἐδωδίμων μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἀλλὰ καὶ γνώσεως Θεοῦ καὶ σοφίας καὶ ἐντολῶν· καὶ πᾶν ὁτιοῦν Θεῷ φίλον καὶ πρὸς αὐτὸν οἰκειοῦν, μὴ ἀπόσχῃ εὖ ποιεῖν τῷ ἐνδεομένῳ σου.

Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακὸν, οὐ μόνον σωματικὸν, ἀλλὰ καὶ ψυχικόν. Ἄγνοια Κυρίου ἐν οἴκοις ἀσεβῶν, γνῶσις δὲ Θεοῦ ἐν ψυχαῖς δικαίων· ἐπαύλεις δικαίων εὐλογοῦνται, ὅταν ὁ Χριστὸς ἀπονέμῃ τὰ γέρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν· τοῖς ἀσεβέσι δὲ κατάραν καὶ οὐκ εὐλογίαν.