Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικὴν διὰ τῶν ἐντολῶν αὐτοῦ· ὁ δὲ παράνομος Ἀντίχριστος, πρὸς ἀπώλειαν ἐρεθίζει τὸ γένος τῶν ἀνθρώπων.

Ἐν παντὶ τὸ κρίνειν, διδάσκειν λέγεται· καὶ γὰρ ὁ μεταξὺ δύο ἢ καὶ πλειόνων, περὶ ἑνὸς πράγματος κρίνων, διδάσκει τὸ δίκαιον, καὶ ἀπέχεσθαι ἀδικίας· ὡσαύτως καὶ ἐπὶ ἀρετῶν, καὶ ἐπὶ πᾶν ὁτιοῦν ἀγαθὸν, τὸ κρίνειν διδάσκειν λέλεκται· ἄνδρα δὲ ἐνταῦθα κρίνειν ἔθνη, τὸν Πέτρον φησὶ, τὸν τὴν οἰκουμένην δδάξαντα τὴν εἰς Χριστὸν πίστιν καὶ εὐσέβειαν (25) καὶ Παῦλον, καὶ τοὺς λοιποὺς μετέπειτα διδασκάλους· ἄνδρα δὲ φαῦλον, τοὺς κατὰ Θευδᾶν καὶ Ἰούδαν, καὶ Σαμοσατέα (2β), καὶ τοὺς τούτων ὁμόφρονας· ἐπὶ δὲ τὸν φαῦλόν (27) φησινὁ Δαυῖδ· Καὶ ἐπ αὐτὸν γελάσππται, καὶ ἐροῦσιν· Ἰδρὺ ἄνθρωπος, ὅς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ.

Ἀνδρες αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τα αὐτῶν πρακτέα καὶ νενοημένα ποιῆσαι καὶ νοῆσαι βουλόμενοι.

Ὁντως ὁ ἄφρων ἀκράτητον ἔχει τὸν θυμὸν αὐτοῦ· οὗτος δὲ ταμιεύεται κατὰ μέρος, ἤγουν ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασι. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τοῦτο· πρὸς δὲ τοὺς σποῦ· δαίους, ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος.

Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητὴς ὁ Κύριος ἐν τῇ βασιλείᾳ· τοῖς δὲ παρανομήσασιν, ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει.

Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρὸς, παρίστησι τὸ, Ἐὰν γὰρ καὶ νοήσῃ οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς, οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ· τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ. καὶ οὐ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα.

βἰ τὸ κατασπαταλᾶν, ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας· ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ οὐκ ὀλίγα ἐφʼ ἑαυτῷ ὀδυνηθήσεται.