Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποπείνων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν αὐτοῦ νοῦν, ὅς λέγεται θρόνος εἶναι Θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις. καὶ δικαιοσόνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός.

Οἶος εἶ, τοιοῦτος φαίνου, καὶ μὴ ἀλαζονεύου, ἀλλʼ ἐπὶ σοφῶν σίγα, καὶ ἐπὶ πρεσβυτέρων ἀκροαοῦ· μὴ εἴπῃς, Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· μὴ ἔρα τῶν πρωτείων τῆς προκαθεδρίας, ἀλλὰ τὸν ἔσχατον τόπον ἀπόβλεπε· χρεῖσσον γὰρ ῥηθῆναί σοι, Ἀνάβηθι πρός με, ἢ πρὸς τὸν ἔσχατον τόπον ἀποδοθῆναί σε μετʼ αἰσχύνης ἐν προσώπῳ δυνάστου· μήτε γὰρ φρόνιμον ἑαυτὸν κήρυττε, μήτε δίκαιον λογίζου· κρεῖσσον γὰρ ῥηθῆναι περὶ σοῦ· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπέρ πᾶν ὄνομα.

Ὀπίσω λέγει τὰ προγεγονότα· φίλος δὲ ἡμῶν ἐσπιν ὁ Θεὸς, ὅς διὰ τὴν πρὸς ἡμᾶς φιλίαν ἄνθρωπος γέγονεν· εἴρηκε γὰρ αὐτὸς πρὸς τοὺς μαθητάς· Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους. Ἡνίκα ἄν σε ὀνειδίζῃ ὁ φίλος, ὁ Χριστὸς λέγει, διὰ τὴν [*](99 v. 4. 1 2 v. 6. 3 v. 9. 4 v. 5. 5 v. 6.) [*]((20) Cod. ὑπείκτι.)

236
ἁμαρτίαν, ταύτης ἀπέχεσθαι, μὴ καταφρόνει, ἀλλ᾿ ἀναχώρει καὶ ὑπόστρεφε πρὸς τὴν πρώτην σωφροσύνην, τουτέστι πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν.