Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Μὴ προτιμήσῃς τὸν διάβολον τῆς τοῦ Θεοῦ δικαιοσύνης, ἢν οἱ δίκαιοι νομεύονται· μηδὲ ἀπατηθῇς μωρολογίαις θανατηφόροις χορτάσαι σου τὴν καρδίαν σου, ὅ ἐστι κοιλία. — Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν Θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείψῃ σε.

Ἀποστρέφει μὲν ὁ Θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι. ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἐπὶ ἀπολλυμένῃ ψυχῇ, ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ γὰρ|ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις νενομοθέτηκεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν, ἤγουν τῶν ἀνθρώπων.

Ἡ μάχαιρα (17) δὲ τοῦ πνεύματος, ἥ ἐστι ῥῆμα Θεοῦ, οὐ σαρκίνη, ἀντὶ τοῦ οὐκ αἰσθητή· ὃς δʼ ἂν παραδοθῇ πταίσας αὐτῷ, συντριβήσεται ὀστᾶ ὑπὸ ὑπέρου τυπτόμενα· καὶ ἀφανισθήσεται ὀστᾶ ὑπὸ πυρὸς καυσούμενα· ἢ ὅς δʼ ἂν παραδοθῇ αὐτῷ εἰς μετάνοιαν, συντριβήσεται τῷ λόγῳ τῆς σοφίας αὐτοῦ ὡς σῖτος, εἰς τὸ γενέσθαι αὐτὸν ἡδὺν ἄρτον. — Τοὺς φθειρομένους καὶ παλαιωθέντας ἀνθρώπους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλίσκει ἡ μάχαιρα τοῦ Θεοῦ εἰς ἀφανισμὸν παντελῆ. Ἤ τοὺς ἐκ κακίας εἰς θεογνωσίαν ἐλθόντας ἀνθρώπους, σὺν νεύροις ἀναλίσκει ἐκ τῶν πράξεων τῶν πονηρῶν· ἵνα ἀποθέμενοι [*](88 Rom. VIII, 18, 84 v. 13. Psal. CXV, 15. 86 v. 15. v. 18. 88 Matth. v, 44.) [*]((17) Sequuntur perturhatὶ, ut in editionibus Bi- bliorum, versiculi, et capitula, Mac autem super re consulesis celebriora Bbha, Romuana in pmuis,)

229
τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσωνται τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ὃς καὶ ἄβρωτός ἐστι δαίμοσιν, ὑπὸ τοῦ Κυρίου καθαρισθεὶς, καὶ ἀπεχόμενος πάσης κακίας· ἐπάγει γὰρ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν· ἢ καὶ ὅτι συγκαέντα καὶ τεφρωθέντα λοιπὸν ἄβρωτα γίνεται τοῖς ἀετοῖς· περιπεφράσθαι γὰρ τοὺς ἐμοὺς λόγους, κ. τ. λ. —Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τὸν ταχύτερον ἀνέμου νοῦν ἡ πίστις συνήγαγεν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τοῦ Θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς· ἡ γὰρ γνῶσις ἡ τοῦ Θεοῦ, κόλπος τοῦ Θεοῦ ἐστιν, ἐν ᾧ ἐγκολπίζεται καὶ περικρατεῖ πάντας τοὺς θεόφρονας, ὥσπερ τις χρυσὸν ἐν κόλπῳ. — Ὁ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης συναγαγὼν πάντα τὰ γηγενῆ ἔθνη, καὶ πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς ἐν τῇ εἰς αὐτὸν πίστει, Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος· τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς, τουτέστι τὴν γνῶσιν καὶ τὴν σοφίαν, καθὼς αὐτὸς ὁ Χριστός φησιν· Ὁ πίνων ἐκ τοῦ ὔδατος τούτου, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· καὶ. Ὁπιστεύων εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὔδατος ζῶντος. — Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τοῦ προλαβόντος λαμβάνων, ἀλλʼ ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ, ἀπὸ τῶν ἀγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα, οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα· ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἐγένετο· νυνὶ δὲ Παῦλός φησιν· Ὁ κλέπτων, μηκέτικλεπτέτω, μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν πτησάμενος, μεταδῷ κοὶ τῷ χρείαν ἔχοντι· τί γὰρ ὅμή ἐστι καὶ ἔστιν ἡμέτερον, ἵνα κλέψωμενοἱ πεπιστευκότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστιν· ἡμεῖς δὲ Χριστοῦ, διʼ οὗ τὰ πάντα ἐγένετο· Χριστὸς δὲ, Θεοῦ· — Φυ– γόντα νοῦν τὴν κακίαν, μὴ πάλιν παραδῷς τῇ κακίᾳ· εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος· — Ἔκγονον κακὸν, κ. τ. λ. Ἡ βλασφημία τὸν αὐτὴν ἐκφέροντα νοῦν καταρᾶται· τὴν δὲ τούτου μητέρα, ἤγουν τὴν ψυχὴν, οὐκ εὐλογεῖ. — Ἡ κενοδοξία τὸν αὐτὴν ἔχοντα ὑποβάλλει καὶ χλευάζει, δίκαιον ἑαυτὸν λογίζεσθαι, μὴ ἐννοῶν τὰ κακά· ἀλλὰ πολλάκις μόνον καλὰ ποιεῖν. Ἡ ὑπερηφανία τὸν κεκτημένον αὐτὴν ποιεῖ παρορᾷν φίλους πτωχοὺς, γονεῖς ὡσαύτως βρώματα οἰκτρὰ ἀποσείεσθαι, τοὺς δικαίους καὶ εὐσεβεῖς βδελύττεσθαι, τοὺς ὑπὸ χεῖρα ὑποσκελίσαι, καὶ αὐτὸς ὑπεραναβῆναι. Ὁ θυμὸς πάντα τὸν ἔχοντα αὐτὸν, οὐδὲν ἄλλο, ἢ ὅτι κακοποιεῖν καὶ ποιναλίζειν βιάζεται, καταλαλεῖν τε καὶ ὑβρίζειν, καὶ συκοφαντεῖν οὐ παύεται.