Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἡ συναγωγὴ τῶν γιγάντων, ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν· γίγαντες δὲ οἱ δαίμονες· τουτέστιν ἐν μεγάλαις ἁμαρτίαις ἀναπαύσεται ὁ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης.

Ἀγύναιον εἶναι κρεῖττον, ἢ τοιαύτη συνεῖναι· καὶ ὁ Δαυΐδ φησιν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴν ἔχουσα ψυχὴ, καὶ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους ἐνοικοῦντας, τοὺς φθειρομένους κατὰ τὰς παλαιὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος· εἴγο δυσχερῶς διʼ ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι, τουτέστι τῶν ἐν ἀναπαύσει καὶ ἀπολαύσει σαρκικῶν ἡδονῶν. Καὶ πάλιν Τῆς σοφίας στεγναὶ αἱ διατριβαὶ οἴκων αὐτῆς· εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος, ἡ κακία ἐστὶν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον.

Σοφία Κυρίου ἀναπαύσεται ἐν καρδίᾳ δικαίου σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαβάλλουσιν αὐτὴν τοῦ φθεῖραι.

Ἡ σοφία ἐστὶ πόλις ὀχυρὰ, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμε ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. — Πόλεις ὀχυράς φησιν τὰς ὀχυρωθείσας καὶ κατακρατηθείσας ψυχὰς ὑπὸ τῶν ἀσεβῶν δαιμόνων καὶ πονηρῶν ἀνθρώπων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ὧν τὸ ὀχύρωμα ἐπιβὰς ὁ σοφὸς, καὶ τὴν δοκοῦσαν ἀσφάλειαν αὐτῶν, τῇ οὕτως σοφίᾳ περιφραχθεὶς καθεῖλεν.

Στόμα καὶ γλῶσσαν καὶ νοῦν, θυμὸν καὶ ἐπιθυμίαν ὅς φυλάσσει, διατηρεῖ ἐκ τῆς ἐν κρίσει θλίψεως τὴν ψυχὴν αὐτοῦ.

Αὐτός ἐστι διαφόρως ἐπινοούμενος· θρασὺς μὲν γὰρ, ὁ πᾶν ὁτιοῦν ἀφόβως ἐπιτελῶν· αὐθάδης, ὁ ἀνεπικρίτως ἐλευθεριάζειν βουλόμενος· ἀλαζὼν. ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων· λοιμὸς, ὁ πρὸς τῷ ἑαυτὸν καταβλάπτειν, καὶ ἑτέροις μεταδιδούς· τοσοῦτον γάρ ἐστι βλαπτικὸς, ὡς καὶ ἄλλοις μεταδιδόναι κακίας· ὅς δὲ μνησικακεῖ, παράνομος.

Ἔστι γὰρ καὶ ἀγαθὴ ἐπιθυμία· ἀγγέλων μὲν οὖν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακίας· δαιμόνων δὲ τὸ ἀεὶ κακὰς ἐπιθυμεῖν· ἀνθρώπων, τὸ ποτὲ μὲν ἐπιθυμεῖν. ποτὲ δὲ μή· τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ διʼ ὅλου τοῦ βίου· τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι᾿ ὅλου τοῦ βίου.

[*](22 Matth. XXI, 42. 24 v. 14. v. 16. 2⁶ v. 19. 27 Psal. LXII, 3. 28 v, 20. 29 v. 22. 30 v. 23. 23 v. 24. v. 25. Prov. XXIII, 17.)
217

Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ ἐπὶ τοῦ Παύλου ὁ Κύριος· Τοῦ βαστάσαι τὸ ὄνομά μου, φησί.

Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν· τοῦτο γάρ ἐστι καὶ καλὸν τὸ ὅνομα, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν· οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα Δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία νομίζηται· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, σοφία λεῖκή.

Συναντῶσιν ἀλλήλοις, ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαιρῶν τὸν θυμὸν, καὶ κτώμενος τὴν ἀγάπην· ὁ δὲ, διὰ τῆς πενίας τὸ ταπεινοφρονεῖν διδασκόμενος· τὸν μὲν γὰρ, θέλει παιδεύεσθαι· τὸν δὲ, μεταδιδόναι· ὥστε τὸν μὲν εὐχάριστον εἶναι, τὸν δὲ ἐλεήμονα.

Ζωὴν καὶ δόξαν καὶ πλοῦτον οὐράνιον κληρονομήσει ὁ σοφίαν καὶ φόβον Κυρίου ἔχων· πάσας γὰρ τὰς γενέσεις ἔσχε Νῶε· ταύτας Ἀβραάμ· ταύτας καὶ οἱ παρὰ Πέτρου μαθητευθέντες.

Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου· τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, οὐκ ἀναγκαῖον δημοσισύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυσπικὸν καὶ βαθύτερον· καὶ πρὸς ῥητὸν δὲ δείκνυσι τοῦ ἀνθρωπίνου βίου τὸ ἄστατον· ἀλλὰ καὶ ἐν ταῖς ὀλιγαρχίαις οἱ πλούσιοι τῶν πτωχῶν ἄρχουσιν· καὶ ἄλλως οἱ γνῶσιν ἔχοντες, τῶν μὴ τοιούτων ἄρχουσιν καὶ οἱ ἀπὸ τῶν ἐξ ἐθνῶν πιστοὶ, τοῖς ἐξ Ἰσραὴλ, οἷς ἐκέλευον πρόσθε, διδασκαλίαν δανείζουσι· καίτοι πρότερον ἔθνεσιν ἐδάνειζον ἐκεῖνοι πολλοῖς, καὶ τούτων ἦρχον· νῦν δὲ τῆς βασιλείας ἀπʼ αὐτῶν ἀρθείσης, ἔμπαλιν γέγονε.