Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(1) Παροιμία ἐστὶ λόγος ἀπόκρυφος διʼ ἑτέρου προδήλου σημαινόμενος.

Τούτου χάριν ἐβασίλευσεν ἐν Ἰσραὴλ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν· ἡ σοφία ἐστὶ γνῶσις πνευματικὴ, τοὺς περὶ Θεοῦ, καὶ ἀσωμάτων, καὶ κρίσεως, καὶ φρονοίας περιέχουσα λόγους, ἡ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. Ἤ ἡ σοφία ἐστὶ γνῶσις σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν τούτῳ θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία ἐστὶ μετριοπάθεια παθῷν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη· καὶ θεολογῶν δέ τις ἐπιτεταμένως, ἔγνω σοφίαν.

Τουτέστιν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον· ἀνεπιστήμων γάρ τις ὢν δικαιοσύνης, οὐκ ἂν διέλοι τὰς ἀμφισβητήσεις ὀρθῶς· οὐδὲ Σολομὼν γὰρ ἔκρινεν ὀρθῶς ταῖς πόρναις, μὴ σώζων ἀκριβεῖς τοῦ δικαίου τοὺς λόγους· ὀρθῶς δὲ καὶ ἀδιαστρόφως κριοῦμεν, εἰ πειθόμεθα μὲν ἀρετῇ, καταγινώσκομεν δὲ κακίας. Τρία δὲ κριτήρια ἐν ἡμῖν· αἴσθησις, λόγος, καὶ νοῦ καὶ ἡ μὲν αἴσθησις, τῶν αἰσθητῶν· ὁ δὲ λόγος, [*](1 v. 1. 2 v. 3.)

164
τῶν ῥημάτων καὶ τῶν νοημάτων· ὁ δὲ νοῦς, θεωρία τῶν νοητῶν.