Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ζ΄. Ὑπερήφανον δὲ σβέσον.

Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί ποτε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλʼ οὖν γε νενίκηκας. Διὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνωσον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα.

Στίχ. η΄. Τὰ δέ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον.

Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί.

Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει.

Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔξατο ὀ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ.

Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί.

Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπομνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι.

Στίχ. ι΄. Χόρτον ἶσα θουσὶν ἐσαίει.

Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατεσθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος (38) κατεσθίει.

Στίχ. ια΄. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός.

(39) Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρνον ποιεῖν ἐντεῦθεν ἄρχεται.

Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρματα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥενος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός· Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός.

[*](91 ibid. 92 Psal. LXXIII, 19. 93 Psal. xc, 13. 94 hic, v.11.)[*]((39) Deest in cod. XXI. Confer. Olymp.)
101

Στίχ. κε΄. Μεριτεύονται δὲ αὐτὸ Φοινίκων ἔθνη.

(40) Ἐπεὶ πονηρίᾳ μεγάλῃ διαβάλλονται οἱ Χαναναῖοι, οἱ καὶ Φοίνικες· διὰ τοῦτό φησι· Μεριοῦνται δὲ αὐτὸν Φοινίκων ἔθνη. Ἔκαστος μέρος τι λαμβάνει ἀπὸ τοῦ δράκοντος, ἐὰν ᾗ τὸ γένος Χαναναῖος καὶ Φοἴνιξ.

Στίχ. κϚ΄. Πᾶν δέ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ.

(41) Τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα οὐ δύνανται νεκρῶσαι πάντα ἅμα πλωτά. Οἱ ἄνθρωποι, πλοίοις χρώμενοι τοῖς σώμασιν, οὐ δύνανται ἐνεγκεῖν βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Αὐτοὶ καθʼ ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, δυνάμεθα οὐ μόνον βύρσαν μίαν οὐρᾶς αὐτοῦ, ἀλλὰ καὶ ὅλον αὐτὸν κομίσαι, καὶ ὅλον αὐτὸν νεκρῶσαι. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφʼ ἑαυτῷ, τὸν διάβολον, κατὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.

Στίχ. δ’ Τός ἀποκαλύψει πρόσωπον ἐνδόσεως αὐτοῦ;

Διὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοὺς Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθεμένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν, οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέκρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὅ δὲ δοκοῦσι, βλέπονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόσωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ (42) πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο (43) χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθʼ ἑκάστην κακίαν πρόσωπονλαμβάνει ἀρετῆς. Καὶ μετʼ ὁλίγα εἰς τὸ ἐξῆς.

Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου.

(44) Τὸ πρόσωπον ὅ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι (45) ὅ τι ἔνδον δράκων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ οὐτοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες.

Στίχ.δ΄ Εἰς δέ πτύξιν θώρακος αὐτοῦ τίς ἄν εἰσέλθοι;

Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἀπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἀπλοῦν. Δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἃν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται.