Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(4) Στίχ. Ϛ´. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἅτοπα πρᾶξαι.

Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὤστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα (5) πρᾶξαι.

Στίχ. ιβ´. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρίᾳ· σύνεσις δὲ ἡ διάκρισις.

(6) Στίχ. ιε´. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμο αὐτῆς.

Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστερον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας.

Στίχ. ις´. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ.

Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλʼ οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη.

Στίχ. ιη´. Μετέωρα καὶ γάβεις οὐ μνησθήσεται.

Οὐδὲ τὰ μετέωρα ἄξιά ἐστι τῆς σοφίας, οὐδὲ γάδις. Ἔοικε δὲ ἐπὶ δυναμένων τάχθαι (7), οἱονεὶ γιγαρτικῶν. Τινὲς δέ φασιν, ὅτι γάβις λέγεται τὸ ὑπερέχον τοῦ χείλους τοῦ μεδίμνου, ὅ καλεῖται κομμουλᾶτον.

Στίχ. ιη´. Καὶ ἕλκυσον σοφίαν ὑπέρ τὰ ἐσώτατα.

Τὰ ἐσώτατα περὶ τὴν Ἰνδίαν, ἢ τὰ περὶ τὴν ἐπέκεινα χώραν, ἔνθα εἰσὶ τίμιοι λίθοι. Φέρει δὲ ἐκείνη ἡ χώρα τοῖς ἀνθρώποις ταῦτα, νομιζόμενα παρὰ τοῖς πλουσίοις εἶναι θαυμαστά. Παρʼ ἐκεῖνα οὖν τὰ ἐσώτατα ἕλκυσον εἰς σαυτὸν τὴν σοφίαν. Ἤ, ὑπέρ τὰ ἐσώτατα, ὑπεραπόῤῥητα τὰ ἔνδον μυστήρια [*]((98) Cod. XXI, προσθῶμεν. In sequentibus confer lymp.) [*]((99) Cod. XXI, πικράνας hic et intra.) [*]((1) Hic v. 1 in Græco.) [*]((2) Forte συγκαταθῶ μέν.) [*]((3) Symmach., οὐκ ἐπιστήσομαι (f. ἀπὸ) τῆς)

92
τὰ ἅγια τοῦ Θεοῦ· ὑπὲρ πάντα πολλὰ ὄντα, ἕλκυσον τὴν σοφίαν.

Στίχ. κα´. Λέληθε πάντα ἅνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κὰν προφήτης ᾖ, κἂ ἀπόστολος.

Στίχ. Ϛ´. Ὅτε ἐχέοντό μου αἰ ὀδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδὼν τοῦ Ἰὼβ, ἃς ὥδευσεν (10), ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖναἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὀδοί μου βουτύρῳ.

(11) Στίχ. Ϛ´. ὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι.

Ὅσα ἦν ὑψηλὰνοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφʼ ἃ ἀνέβαινεν.