Homiliae in Job (fragmenta in catenis, typus II)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(25) Στίχ. ια´. Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα, τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν.

Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι διαφόρους ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον πολλοὶ μὲν ᾕκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἅπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ [*]((24) EX cod. 538.) [*]((25) Ex cod. Nan, ubi ascribitur Ὠριγ. Ὀλυμ- πιοδ.)

65
καὶ ἀνεπικούρητος κάθηται. Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα. Ἐν τούτοις οὗν ὁ χρόνος ἐτρίβετο. Πρὸς δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες, ἀνάγκην εἶχον πρότερον εὖ διαθεῖναι τὰ κατὰ τὸν οἶκον, καὶ ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθʼ ἑαυτῶν. Ταῦτα πάντα αὐτοὺς ἀπησχόλει, καὶ ἐνεβράδυνον. Καὶ εἰ μὴ σφόδρα γε ἀγαπητοί τινες ἧσαν καὶ δίκαιοι, οὐκ ἂν, τὰς οἰκείας καταλιπόντες χώρας καὶ βασιλείας, ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ διʼ ἑτέρων τὴν χρείαν ἐπλήρουν. Ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἧν θεία τῆς ἀφίξεως ἡ ἀναβολή. Ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη, τοῦ Θεοῦ χρηματίσαντος, καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ στεφανώσαντος, οἰκονομία τις γέγονε θεία, ἐμβραδῦναι τοὺς φίλους, ἵνα παραταθῇ τὰ τοῦ νοσήματος, καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος, δικαιότερον ἀναῤῥηθῇ παρὰ τοῦ Θεοῦ.

(26) Στίχ. ια´. Κοὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.

Ὁ Σύμμαχος οἵτως ἐξέδωκε· Συνετάξατο γὰρ ὁμοῦ ἐλθόντες συμπαθῆσαι αὐτῷ, καὶ παραμυθήσασθαι αὐτόν. Ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε, πρὸς ἀλλήλους διαπεμψάμενοι, τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο.

(27) Στίχ. ιβ´. Καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κεφαλάς αὐτῶν.

Στίχ. ιγ´. Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ νύκτας.

Οὐκ εἶπε δὲ ἡ Γραφὴ, ὅτι παρεκάθηντο ἑπτὰ ἡμέρας πρωῒθεν ἕως ἑσπέρας, οὐδὲ ἑπτὰ νύκτας ἀφʼ ἑσπέρας μέχρι πρωῒ. Δῆλον οὖν, ὅτι, τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι, ὑπεχώρουν τί. ς ἀναγκαίας ἐκπληρώσοντες χρείας· καὶ πάλιν ἐπανήκοντες, μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες, πάλιν ὤρθριζον πρὸς αὐτόν. Ὅ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. Τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ Γραφὴ, οὕτως ἀπολύτως εἶπε· Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας. Ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι, καὶ συγκαίεσθαι τῷ καύσονι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἄρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ὅλῳ τῷ χρόνῳ; Ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον. Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνηθείᾳ χρῆται. Ἐπειδὴ δέ τινες, κωμῳδοῦντες τὴν Γραφὴν, καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν· Ὡς (27·) γὰρ ἂν, φασὶν, ἄσιτοι διετέλουν καὶ ἄϋπνοι ἐπὶ τοσαύταις ἡμέραις; ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενοχωρίᾳ.