Adnotationes in Judices

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(74) Στίχ. κα΄. Καὶ ἐξῆλθον υἱοὶ Βενιαμίν. Τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπεξελθόντες; Ἢ δηλονότι διὰ προλαβούσας αἰτίας. Καὶ ὁ ψαλμός φησιν· Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Εἶτα dicit : μετὰ τὸ ἡττηθῆναι καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ἡ ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, νικῶσι δικαίαν δίκην(75). Θαυμάσαι δὲ ἄξιον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ὅτι, δικαίως τοῖς Βενιαμίταις ἐπελθόντες, καὶ ἡττηθέντες, οὐκ ἐνενόησάν τι πονηρὸν κατὰ τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον οὐδὲ ἐπαύσαντο προκλαίοντες, ἕως ὅτε δίκην ἔλαβον κατὰ τῶν ἠδικηκότων.

Οὐ καταμεμφόμενοι τοῦ Θεοῦ εἶπον· Ἀλλὰ ἀπόχρη τοῦτο. Τρόπον μαθεῖν ἱκέτευον. Τό Βενιαμὶν λύκος ἅρπαξ· πραῒ ἔδεται, καὶ τὸ ἑ. (76) διαδώσει τροφὴν, ἐνταῦθα πληροῦται. Καὶ γὰρ πρότεροννικήσας, ἔσχατον βρῶμα τοῦ λαοῦ γέγονε.

[*](35 Psal. lxxiv, 3. 36 Gen. xlix, 27.)[*]((71) Cod. 534, pag. 249.)[*]((72) Cod. xv.)[*]((73) Cod. 534.)[*]((74) Cod. xv.)[*]((75) Hactenus et in edit. Quæ sequuntur etiam reliquos versus respiciunt.)[*]((76) Forte ἐσπέρας.)