Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(61) Στίχ. ιε΄. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ.

Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπουδάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειτ· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑποβάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι. Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα.

(62) Στίχ. ιζ΄. Ἐπικαταάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον.

Ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀληθοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασαλεύων τὸν ἐντὸς εὑρισκόμενον. Καὶ δηλοῖ τὰ ἐπαγόμενα(63).

(64) Στίχ. ιη΄. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὀδῷ.

Τοῦ αὐτοῦ. Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελκόμενοι. Τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παραδεικνύντες ὁδόν.

(65) Στίχ. ιθ΄. Ἐπικατάρατος ὅς ἃν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών. Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον (66), ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλότερον. Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Οἱ δὲ ὀρφανοὶ κυρίως εἰσὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατανᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλʼ ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι. Ὁμοίως δὲ καὶ οὗτοι χῆραί εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐτοῖς [*](31 II Cor. vi, 16. 32 Lev. xvii, 11.) [*]((60) Cod. 534, pag. 228.) [*]((60) Forte legendum ψυχή, verlendumque: Non est . . . anima. Edit. Patrol.) [*]((61) Pag. 231.) [*]((62) Ibid.) [*]((63) Confer Theodoretum.) [*]((64) Ibid.) [*]((65) Ibid.) [*]((66) Forte ὠφέλιμον.)

36
τὰ τῆς ἀπωλείας σπέρματα· οὕπω δὲ τῷ Χριστῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θείον Ἀπόστολον, Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν. Καὶ τὰ ἄλλα δέ τις φιλοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας.

(67) Στίχ. κς΄. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου.

Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρομεν. Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ (68) μὴ πάντα ποιεῖν.