Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(60) Στίχ. Ϛ΄. Οὐκ ἐνεχυράσεις μύλον, οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὕτως ἐνεχιράζει.

Εἰς τὸ αὐτὸ ἄλλως. Οὐκ ἔστι μύλος οὐδὲ ἐπιμύλιον ψυχῇ (60·), ἀλλὰ πρὸς ἐργασίαν συντελεῖ ἄρτου, διʼ οὗ μάλιστα ζῶσιν οἱ ἅνθρωποι. Σημειωτέον αὐτὸν· διὰ τὸ αἶμα. Καὶ γὰρ περὶ αὐτοῦ ἐλέχθη· Ὅτι τοῦ σώματος τὸ αἷμα ψυχή ἐστιν. Καταχρηστικῶς οὖν ταῦτα νοητέον. Οὔτε γὰρ τὸ αἷμα, οὔτε ὁ μύλος ψυχὴ, ἀλλὰ πρὸς τὸ ζῇν συμβαλλόμενα.

(61) Στίχ. ιε΄. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ.

Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπουδάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειτ· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑποβάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι. Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα.