Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(56) Στίχ. γ΄. Οὐκ εἰσελεύσεται Ἀμανίτης. Τί δήποτε τὴν πρὸς Μωαβίτας καὶ Ἀμανίτας ἐπιμιξίαν κωλύει οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλʼ εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγένηνται συνουσίας· ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς Ἰσραηλίτας [*](23 Matth. x, 11. 24 II Tim. 11, 24. 25 Isa. xxvi, xii, 10.) [*]((49) Forte προσιόντες.) [*]((50) Forte τούτους.) [*]((51) Ibidem, ut et reliqua hujus capitis.) [*]((52) Ms. δῆλός τε.)

32
μεταλαχεῖν παρεσκεύασαν ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. Τὸν μέντοι Ἰδουμαῖον καὶ τὸν Αἰγύπτιον μετὰ τρίτην κελεύει προσίεσθαι γενεὰν, τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημένον. Λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπτον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν. Διδάσκει τοίνυν ὁ νόμος ἡμᾶς, μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν.