Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίν. ιδ΄. Ὅτι Κόριος ὁ Θεός σου ἐμπεριπατῖ ἐν τῇ παρεμβολῇ ἐξελέσθαι σε, καὶ παραβοῦναί σοι τὸν ἐχθρύν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος.

Παραιτεῖσθαι μὲν γὰρ πᾶν εἶδος ἀκαθαρσίας πρέπει τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελές· συνήσει δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· Γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ὑμῖν ἀκαθαρσιῶν περιθραύεσθαι μονονουχὶ, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς. Ἐνοικεῖ γὰρ τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος. Πρῶτον μὲν μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολλῶν, τὰ ἐκ τῆς ἀῤῥωστίας πραττέσθω πταίσματα· ἀλλʼ οἷον ἔξω λεληθότες, καὶ ὡς ἀπωτάτω τῆς παρεμβολῆς· εἶτα ταῖς ἐπανορθώσεσι κατακαλυπτέσθω, φησί· Σοφοὶ γὰρ καλύψουσι τὰς ἑαυτῶν αἰσχύνας, κατὰ τὸ γεγραμμένον. Καταλήγοντες γὰρ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι τὸ ώφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσπταίσματα· καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν. Ἐν Χριστῷ δὲ τοῦτο πληροῦται, εἰ λάβοιμεν τὸν αὐτοῦ σταυρὸν, γοργῷ (59) καὶ εὐζωνοτάτῳ φρονήματι κεχρημένοι. Τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ [*]((59) Cod., γοργ.)

33
ξύλον, τοῦτο πλαγίως ὑπαινίττεται. Πνευματικῶς οὖν τῶν νοητῶν ὑποτύπωσιν ποιούμενοι τὰ σωματικά· οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς ἐπαρμύνειν τοῦ πεποιηκότος Θεοῦ εἰς ἐφεδρῶνας ἰόντες. Δεῖ οὖν ἡμᾶς καταχωννύειν ἀκαθαρσίας, Ὅτι Κύριος περιπατεῖ ἐν τῇ παρεμβολῇ. Ἐνοικεῖ γὰρ ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός.