Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιδ΄. Τί ἐστιν, Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου;

Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν. Ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον. Ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγκαίως ἐπήγαγεν· Ὅτι Κύριος ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου. Καὶ τὴν αἰτίαν διδάσκει· Ἐβελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου. Διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. Τοῦτο γὰρ ἐπάγει· Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνης πρᾶγμα.

Στίχ. ιβ΄. Καὶ ὁ τόπος ἔστω σοι, φησὶν, ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ.