Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιθ΄. (34 Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ἔσται.

Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα.) Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἀλίαιτον, καὶ μέντοι καὶ τὸν γύπα. Διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται. Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον (35) ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκαταψέγει δὲ τούτοις (36) καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ· διʼ ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς (37) οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς (37·)τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν. Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεονεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυτρόποις κακουργίαις (38) ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. Ταύτῃ τοι (39) συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμπῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον. Καταγράψει δ᾿ ἂν ἐφʼ ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν·