Adnotationes in Leviticum (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. κζ΄. Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως. φησὶ. καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν δεῖ ποιεῖν.

(12) Εἰ δὲ κατὰ φύσιν ἔχει. Ἔστι τάχα τινὰ προστάγματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν, κατὰ τό· Ἕδωξαν αὐτοῖς προστάγματα οὐ καλά. Ψυχὴ οὖν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν, οὐ δεομένου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον.

Στίχ. κη΄. Σημαίνει οὖν, ὅτι ἀμσρτία καλεῖται καὶ αὐτὸ τὸ προσαγόμενον. Οὕτω νοητέον τό· Ἁμαρτίας λαοῦ μου φάγονται. Εἰ οὖν ὁ ἁμαρτάνων αὐτὴν δοκεῖ θύειν τὴν ἁμαρτίαν ἐν τῷ μετανοεῖν, οὐκ ὀφείλει τοῖς αὐτοῖς περιπίπτειν, ἐπεὶ ἀναζῇ ἡ ἁμαρτία. Οὕτω δυνατὸν τὸν Χριστὸν καλεῖν ἀμαρείαν, ὡς ὑπὸρ τῆς πάντων ἁμαρτίας τυθέντα.