Adnotationes in Leviticum (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. β΄. Αὗται αἱ ἑορταὶ Κυρίου. Πᾶσα ἱλαρὰ ἡμέρα, ἐν ᾗ προτέτακται (19), ὡς ἐν ἁγίᾳ τάδε τινὰ ποιεῖν παρὰ τὰς λοιπὰς ἐξαίρετα, ἑορτὴ καλεῖται. Οὐ πᾶσα δέ ἐστι πανήγυρις· ἀλλὰ κατὰ τοὔνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται πανταχόθεν. Ὥστε ἡ μὲν πανήγυρίς ἐστι καὶ ἑορτή· οὐκέτι δὲ ἑορτὴ, καὶ πανήγυρις· οἷον· Σάββατα καὶ Νουμηνίαι, ἑορταί εἰσιν· Ἄζυμα δὲ, καὶ ἡμέραι τῶν Ἑβδομάδων, καὶ Σκηνοπηγίαι οὐ μόνον ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις.

Στίχ. μ΄. Καὶ κάλλυντρα φοινίκων. Πάρεστι διὰ τούτων νοεῖν (20), καὶ πάλιν ἡμῖν ἐν Χριστῷ τὰς ἐν παραδείσῳ τρυφὰς ἀπονέμει Θεός. Φυτῶν δὲ τῶν ἀειθαλῶν οἱ κλάδοι, τὸ διηνεκὲς τῆς χάριτος καὶ τὸ ἀμάραντον τῆς ἐλπίδος ἐφʼ ἑαυτοῖς σημαίνουσι.