Fragmenta ex commentariis in Ezechielem

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

4. Cod. f. 232 b. XLIV. 1. Πολλὰς πύλας διαγράφει ὁ υἱὸς τοῦ ἀνθρώπου Ἰεζεκιὴλ, καὶ περὶ ἑκάστης διηγήσατό τι· νῦν δὲ διηγεῖται τοῖς ἔχουσι ὦτα, περὶ τῆς πύλης τῶν ἁγίων τῆς βλεπούσης κατὰ ἀνατολάς· περὶ ἧς γέγραπται ὅτι ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, καὶ τὰ ἑξῆς. —Οὐ μόνον ὅτι Κύριος ὁ θεὸς τοὺ Ἰσραὴλ διέρχεται διὰ τῆς πύλης, κέκλεισται, ἀλλʼ ὅτι καὶ ὁ ἡγούμενος κάθηται ἐν ἐκείνῃ τῇ πύλῃ τοῦ φαγεῖν ἔναντι Κυρίου κατὰ τὴν ὀδὸν Αἱλὰμ, ὅπερ ἐρ μηνεύεται πρόθυρον πύλης. —Πύλη ἐστὶ κεκλεισμένι, τὰ μυστήρια τοῦ Θεοῦ τὰ ἀκατάκλειστα. — Ἡ γνῶσις κλεῖδα ἔχει, ὡς ὁ Κύριος λέγειτοῖς νομικοῖς· ἄρα πύλη ἐστὶ τοῖς μέν ἀνθρώποις κεκλεισμένη· τὰ γὰρ ἔνδον της πύλης ἐστὶν ὂ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε, καὶ τὰ ἑξῆς. — Ὅμοιον δὲ τῆς πύλης ταύτης ἔχει νοῦν καὶ τὸ γεγραμμένον ἐν τῷ Ἡσαΐᾳ βιβλίον ἐσφραγισμένον· τὸ αὐτὸ τοῦτο βιβλίον λευκοτέρως εὑρήσεις καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου, καὶ τὰ περὶ αὐτοῦ γεγραμμένα· καὶ πῶς ἤνοιξεν ὁ ἐκ φυλῆς Ἰούδα ταῦτα καὶ μόνος μέχρι γὰρ οὗ ἦλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐκέκλειστο ὁ νόμος, ὁ λόγος ὁ προφητικός· καὶ κάλυμμα ἦν ἐπὶ τούτων ὁ λίθος τῆς πωρώσεως, ὂν ἀφεῖλεν ὁ Ἰακὼβ ἐκ τοῦ φρέατος· ἐν πολλοῖς γὰρ τόποις τὸν νοῦν τὸν περὶ τῆς πύλης ταύτης ἡ Γραφὴ ἤνοιξεν.