Selecta in Leviticum

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα ξυρηθήσεται. Ξυρᾶται τὴν κεφαλὴν, κατὰ τὰ κεφαλαιωδέστερα καὶ ἀρχικώτερα τῶν δογμάτων· κατὰ δὲ τὸν πώγωνα, ὅπερ σύμβολόν ἐστι τοῦ ἀνδρὸς, ἀποτιθέμενος τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· κατὰ δὲ τὰς ὀφρῦς. πᾶσαν οἴησιν, καὶ ἵνʼ οὕτως ὀνομάσω, ὀφρύωσιν ἀποτιθέμενος. Σύμβολον δέ φησι ταῦτα προσφύντα καὶ ἐξανθήσαντα τῇ ψυχῇ, νεκρότητος τρίχες ὀνομαζόμενα.

Λήψεται δύο ἀμνοὺς ἀμώμους ἐνιαυσιαίους. Εἰς τρία ὁ λόγος διαιρεῖ τὰ ἀναφερόμενα· ἒν μὲν τὴν λύσιν τῶν προημαρτημένων· ἓν δὲ, τὸ ὅλον ἀναφέρεσθαι τῷ Θεῷ· ἕτερον δὲ, τὸ ἀναφερόμενον ἐπʼ αὐτὸν τὸν καθαριζόμενον τῶν ὑπʼ αὐτοῦ γινομένων. Τάχα δὲ καὶ τὰ τρία τῆς σεμιδάλεως δέκατα παραλαμβάνεται, ἵνʼ ἓν μὲν τῶν δεκάτων τῷ σφαζομένῳ ἀμνῷ συναχθῇ, καὶ τὸ δεύτερον τῷ λοιπῷ, καὶ τὸ τρίτον τῷ προβάτῳ. Ἤδη τοίνυν ἐπὶ τῷ πέμπτῳ καθαρισμῷ ἔχει οὐχὶ ἄλευρον, ἀλλὰ σεμίδαλιν, ὅπερ σύμβολόν ἐστιν ὕλης ἄρτου καθαροῦ, καὶ ταύτην ἐλαίῳ πεφυραμένην· ὅπερ ὡς τρέφον φῶς, φωτὸς χρείαν καὶ οὐ πυρὸς ἐπιτελοῦν παραλαμβάνεται. Ἔχει δὲ καθʼ ἑαυτὸ χωρὶς τοῦ εἰς φύρασιν τῆς σεμιδάλεως παραλαμβανομένου ἐλαίου, ἔλαιον ὂ διὰ τοῦ ἱερέως ἀναφέρεται μέτρου κοτύλης τυγχάνον. Καὶ πάνυ δοκεῖ μοι ἱερέως δέεσθαι τό· « Στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον, καὶ ταῦτα ἔναντι Κυρίου. »

Καὶ ἥξει τίνος αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ. Καὶ οὐδέποτέ φαμεν κατηγορήσοντα τῆς οἰκίας τῆς ἑαυτοῦ δεῖν ἰέναι τινὰ πρὸς τὸν ἱερέα, τὸν νομοθέτην εἰπεῖν· ἀλλʼ ὥσπερ δὴ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Λελεπρῶσθαι δὴ οὖν φαμεν τὴν τῶν Ἰουδαίων συναγωγήν. Τὸ δὲ τοῦ ἀναγγέλλοντός ἐστι πρόσωπον, ὁ τῶν ἀγίων προφητῶν χορός· οἵ καὶ ἐξαγγέλλονται τῷ μεγάλῳ ἀρχιερεῖ, τουτέστι πρὸ τῆς ἀγανακτήσεως, τῆς ἀπονοίας τῶν Ἰουδαίων τὰ πάθη, οὐ μίσει, οὐδὲ ἀπεχ θείᾳ, ἀλλʼ αἰδοἴ τῇ περὶ τὸν εὐεργέτην συνομολογοῦντες μὲν τὰ ἐκείνων πλημμελήματα, ἐλεεῖσθαι δʼ οὖν ὅμως παρακαλοῦντες.

[*](18 Levit. XIV, 5. 19 ibid., 9. 20 ibid., 10. 21 ibid., 11. ibid., 55.)