Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 9. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἰοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμων ἁμαρτόντων, ἀνόμως ἀπολλυμένων. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν τοὺς ψεκτάς τε πράξεις καὶ ἀσεβὲς ἔχοντας φρόνημα.
v. 13. Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν· πενήτων.
Τοιαύτη τίς ἦν; Ἡ διὰ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γενομένη, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν.
v. 14. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου.
v. 16. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν.
Καὶ μὴν κατὰ τῆς ἀρετῆς, ἀφθαρσίας λεγομένης, ὡς ἐν τῷ· Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν ἐν ἀφθαρσίᾳ· ἡ ἐναντίως ἔχουσα κακία, λέγοιτο ἂν εἰκότως διαφθορὰ καὶ φθορά. Εἴρηται γοῦν· Εἴ τις φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ παρὰ τῷ προφήτῃ· Ἕνεκεν ἀκαθαρσίας διεφθάρηται φθορᾷ.
v. 17. Γινώσκεται Κύριος κρίματα ποιῶν.
Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον.
v. 18. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.
Ἀποστρέφονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, ἵνα ἴδωσιν τὴν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον, πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὰ ἔθνη. Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;