Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 3. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός. Vatic. p. 691, 2.

Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δοκιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμασία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ἡ σκοτοῦται πταιομένη ψυχὴ λογική. — Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πρακτικῆς, τις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι’ αὐτῆς γεγυμνασμένοις.

v. 7. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κόρην ὀφθαλμοῦ.

Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ· Ἡ χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεοῦ. Χείρ δὲ εὐεργετικὴ Θεοῦ οἱ ἄγγελοί εἰσιν, δι’ ὧν προνοεῖται κόσμου τοῦ αἰσθητοῦ, οἶς ἀντίκεινται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.