Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Ἁλλὰ ζητήσει τις πῶς ὁ λόγος τῶν ἑξῆς ἀκόλουθος ἔσται τοῖς ἀποδεδομένοις, οὕτο)ς ἐχόντων· των· εὐθέως δέ ἀποστελεῖ αὐτοὺς« - ἤ »καὶ καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πόλιν ὧδε«. λύσεις δέ τὸ ἐπηπορημένον ζητήσας τὴν ἀποστολὴν ἢ τῶν κατὰ τὸν Ματθαῖον δύο ἢ τοῦ κατὰ τὸν Μᾶρκον πώλου. ὅτι δὴ κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένο)ν <ἢ ἐκεῖνος περὶ οὗ φησιν ὁ ἀπόστολος>· »ἀλλ’ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ᾧ <ὅτι> μηδαμῶς ἀντλέγειν ἔμελλε τῶν λεγόντων τις · »εἰς τί λύετε τὸν Πῶλον ;« ἢ ὁτιποτοῦν βοσκόντων, δῆλον · ὡς γὰρ μὴ ἀντερούντων αὐτῷ εἶπεν ὁ σωτὴρ τὸ καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει ἤ· »ἐάν ἐόν τις ὑμῖν εἴπῃ· τί λύετε τὸν πῶλον; εἴποτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει« · καὶ κατὰ τὸν Λουκᾶν δέ · ἐόν τις φησὶν) ὑμαῖς ἐρωτᾷ· διὰ τί λύετε ; οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείον ἔχει«. [*](6 Maic. 11, 3 — 15 I. Kor. 8, 6 — 19 Luc. 19, 33 - 26 Marc. 11, 3 - 29 Luc. 19, 31) [*](8 δὲ + sicut arhitror lat. 11 τὸν < H a 13 δὴ Koe δὲ Μ H 14 <ἢ — ἀπόστολος> KI Koe, vgl. lat. 15 ἀλλ’ ἡμῖν Kl nach Koe, vgl. lat. ἀλλ’ ἢ ὁ ἡμῶν Μ H 17 <ὅτι> Kl. vgl. lat. 21 τὸ < Μ 23 — 27 ὅτι — εἴπατε < Μ 26 ἢ <κατὰ τὸν Μᾶρκον> Koe, vgl. Ζ. 28) [*](20 *** Diehl Kl, vgl. gr. 22 potente B 23 I. dixerit <aliquid> ? KI, vgl, gr.)

v.10.p.526
καὶ ζητήσεις εἰ μετὰ <τὸ εἰς > τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν σωτῆρα. ἀποστολή τις ἐπί τι ἔργον ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἶνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ Πῶλος ἔργον κατὰ τὸ σιωπώ- μενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον. ἔννοιαν δέ τοῦ τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν. ἐν οἷς μετὰ τὸ »μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν« ἑξῆς γέγραπται τὸ »μακάριοι οἱ προεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. τήρει γὰρ ἐν τούτοις ὅτι πρῶτον μέν τῶν μακαριζομένων ἡ βασιλεία« ἐστὶ τῶν οὐρανῶν«· δεύτερον δὲ »καληρονομήσουσι τὴν γῆν«, οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ αὐτῆς · παρακληθέντες γὰρ καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης κορεσθέντες αὐτῆς καὶ ἐλεηθέντες καὶ τὸν θεὸν ἰδόντες καὶ υἱοὶ αὐτοῦ κληθέντες πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθίστανται τῶν οὐρανῶν.

[*](12. 18 Matth. 5, 3 - 15. 20 Matth. 5, 5 – – 29 Vgh Matth. 5, 4 – 10)[*](1 τὸ — > Kl, vgl. lat. 9 ff i. m. βίαια ταῦτα H 22 γὰρ] δὲ Koe, vgl. lat. )[*](8 <um <um tacite> Kl nach Diehl, vgl. gr. 10 credens] lat. las πιστεύσας ? 22 <et> Kl, vgl. 31 quos X* vel quos ρ)
v.10.p.527

Ἐὰν δέ ὄνος καὶ πῶλος, οἷς ὁ σωτὴρ ἐπιβαίνει, οἱ ἀποδεδομένοι τυγχάνωσι, μὴ προσκόψῃς τῷ λόγῳ παραβάλλοντι ἀλόγοις ζῲοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰησοῦν αὐτοῖς ὀχούμενον. τάχα γὰρ τι τοιοῦτον νοήσας καὶ ὁ προφήτης εἶπε τὸ γενονέναι <ὡς> κτηνώδης, οὐχ ἁπαξαπλῶς ἀλλὰ παρὰ τῷ θεῷ ἢ παρὰ τῷ Χριστῷ, κατὰ τὸ »κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί«. ὡς γὰρ πρὸς τὸν αὐτόλογον καὶ πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι · οὕτω δέ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρόβατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀνθρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ’ ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου Ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον. [*](19 Ps. 72, 22) [*](7 πῶλος + eius lat. 8 οἱ + supra lat. 16 <ὡς> Kl Koe, vgl. lat. 19 Χριστῶ̣ + eius lat. 27 ποιμένως H a) [*](7 ergo] lat. las δὴ st. δὲ 9 quos + dei B + deus L 25 * * * Diehl, vgl. gr.)

v.10.p.528
καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱεροσόλυμα ἐποχουμένου τοῦ Ἰησοῦ) τὸ ὑποζύγιον ἢ καὶ ὁ πῶλος τοιαῦτά ἐστιν, γενόμενα δὲ ἐκεῖ οὐ μένει ὑποζύγιον οὐδέ πῶλος, ἀλλὰ ἀπ[οστέλλεται μεταβαλόντα καὶ ὠφεληθέντα καὶ μετασχόντα τῆς τοῦ λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν <ἀξιοῦσθαι θεοῦ ἀποστέλλεσθαι αὐτὰ εἰς τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ γυρίου μεταποιήσαντος αὐτὰ καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνηνοχέναι αὐτὸν τὴν τοιαύτην μεταβολήν, ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τόν πρότερον τόπον, οὐκέτι <δ᾿ > ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον. οὐ γὰρ ἔμελλεν ὁ φιλάνθρωπος ἡμῶν <ὥν> κύριος, ἅπαξ παραδεξάμενος τιμῆσαι τῇ τε ἀπὸτῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πόλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς ἢ ἔργα ἐλάττονα ου πεποιηκεν εργου. δεξάμενα τοῖς νώτοις τὸν υἱὸν τοῦ θεοῦ. πρέπον δέ ἦν ἐπὶ τῷ τοιούτῳ μυστηριω̣ [*](6 μεταβαλόντα Μ + iam lat. 8 ὑπεροχῇ τ. γν. <τιμηθέντες> Koe, lat. 9/10 <ἀξιοῦσαι> Koe, vgl. 12 καὶ + quasi hanc lat. 19 πρωτρ\ H 22 > Kl, vgl. lat. 25 τιμῆσαι] et honoravit lat. 24 <ὤν> vgl. gr.) [*](2 iherosolima B 3 se asina] asinam B | pullum G B | sunt < B 4 sed Kl, vgl. gr. et x 7 eminentia scientiae honestatiy y* eminentia, scientia, honestate L ? 9 adsumpti] lat. las ἐλήφθη 21 assumptifuerant L 22 sed y* < L 23/24 domtnus noster y deus dominus L 31 corda] 1. terga ? Kl, vgL gr.)
v.10.p.529
καὶ τοῖς μετ’ αὐτοῦ λεγομένοις σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν τὸν καρπὸν» τοῦ πνεύματος«) τὴν θυγατέρα τοῦ βεοῦ Σιὼν καὶ θυγατέρα οὐτοῦ τὴν Ἰερουσαλὴμ κηρύσσειν · ἤρχετο γὰρ ἀυτῇ »ὁ βασιλεὺς δίκαιος καὶ σῴζων«,<καὶ οὐχ ἁπλῶς »σῴζων«> ἀλλὰ <»δίκαιος καὶ σῴζων«, τουτέστι> μετà τοῦ τηρεῖν τὸ δίκαιος εἶναι καὶ σῴζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς σῳζομένους. αὐτὸς δέ ἤρχετο εἰς Σιὼν κοὶ Ἱερουσαλὴμ »πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον« ὡς ἀποδεδώκαμεν) ἐπισκοπῶν τὸν Ἰσραὴλ ἐν τῷ ἐξολοθρεύειν »ἃρματα ἐξ Ἐφραΐμ«, παραπλήσια τυγχάνοντα ἃρμασι Φαραώ, ὅτε »ἃρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτου ἒρριψεν εἰς θάλασσαν«. ἤρχετο δέ καὶ ἵππον« ἐξολοθρεύων τὸ πολεμικὸν ζῷον ἀπὸ τῆς Ἱερουσαλήμ, ἳνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέκνα. πῶς δέ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἂξιον τὸ οὕτως ἒρχεσθαι τὸν [*](2 Vgl. Gal. 5, 22 - 2ff Vgl. Sach. 9, 9 - 13 Sach. 9, 9 - 17 Vgl. Sach. 9, 10 - 20 Exod. 15, 4-23 Vgl. Sach. 9, 10 - 23f Vgl. Siegfried, Philo 183 - 25f VgL Matth. 10, 6-28 Vgl. Jes. 54, 13) [*](1 αὐτοῦ] οὐ Μ 6 αὑτῆς Μ 7 <καὶ — σῴζων> Kl vgl. lat. 8 — 11 dAAd — εὐτρεπίζων < H 8f 〈δίκαιος — τουτέστι> Diehl, vgl. lat.) [*](17 effratre La effrem Lc)
v.10.p.530
δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἒμελλεν ἐξολοθρεύεσθαι πᾶν »τόξον Πολεμικόν«, ἴνα μηκέτι »οἱ ἁμαρτωλοὶ« ἐκτείνωσι τόξα μηδέ ἑτοιμάζωσι βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνη τοὺς εὐθεῖς τῇ καρδίᾳ«; ἔμελλε δέ τότε καὶ πλῆθος καὶ εἰρήνη« εἶναι ἀπὸ τῶν πιστευόντων καὶσῳζομένων»ἐθνῶν«, κατάρχοντος »ὑδάτων ἓως θαλάσσης« τοῦ σωτῆρος, κατάρχοντος δέ καὶ »ποταμῶν διεκβολὰς διεκβολὰς γῆς« καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ αὐτῆς.

Ὁ δέ θέλων ἁπλούστερον ἐπὶ τοῦ <τῶν Ἰουδαίων> ἐπιδεδήμηκεν ὁ σωτὴρ ἀκούειν τὸ θύγατερ Σιὼν« καὶ »θύγατερ Ἰερουσαλὴμ« φήσει ὅτι ὁ λόγος μέν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν καὶ κηρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ· εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ χαίρειν ποιήσαντες ἒξια οὐδέ παραξάμενοι τὸ περὶ τοῦ κηρύσσειν Πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν ἃ πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς· »ὑμῖν ἦν ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον [*](3 Vgl. Sach. 9, 10 — 4 Ps. 10, 2 — 8ff. llff Vgl. Sach. 9, 10 19f Vgl. Sach. 9, 9 — 24 Vgl. Rom. 3, 3 ? — 29 Act. 13, 46) [*](2 ὅτε] lat. las ὅθεν Koe 4 ἁμαρτωλοὶ + in ea lat. 11 θαλάσσης + id est populorum lat. 17 τῶν Ἰουδαίων> Koe, vgl. lat. 29 + guidem primum lat.) [*](1 <et > Kl, vgl. gr. 8 > Diehl, vgl. gr. | *** Kl, vgl. gr. 11 principante Χ* principata ρ 12 fluminum x* fluminis ρ | emissiones La emissionis y Lc 17 populum X* populos μ 24 filiam μ filiae x 26 discrediderint L)

v.10.p.531
τοῦ θεοῦ· ἐΠεὶ δέ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ χρὴ δὲ καὶ τοῦτο εἰδέναι ὅτι πέντε περιτυχόντες ἐδδόσεσι τοῦ Ζαχαρίου παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τὸ αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον« ἢ ἐπὶ ὄνου καὶ πώλου υἱοῦ ὀνάδων«, παρὰ δὲ θεοδοτίωνι· »αὐτὸς ἐπακούων καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου«, παρὰ δὲ Συμμάχῳ· »αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον Λ·αὶ πῶλον υἱὸν ὀνάδος», ἐν δέ τῇ πέμπτη ἐκδόσει· αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὂνων«, καὶ δύναταί γέ τις ταῦτα ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξεταζόμενον τοῦ εὐαγγελίου τόπον ἱστορίᾳ, ὅτε πρᾶος καὶ ἐπακούων καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερουσαλὴμ ὁ σωτήρ · »ἐπτώχευσε« γὰρ »πλούσιος ὤν, ἳνα« οἱ ἀκούοντες αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν »τῇ πτωχείᾳ« αὐτοῦ πλουτήσωσιν.

Ἲδωμεν δὲ περὶ τῆς Βηθφαγὴ μὲν κατὰ Ματθαῖον, Βηθανίας δὲ κατὰ τὸν Μᾶρκον, Βηθφαγὴ δὲ καὶ Βηθανίας κατὰ τὸν Λουκᾶν. ταῦτα δέ ἦν πρὸς τὸ ὄρος [*](8—19 Vgl. Field, Orig. Hexapl. II, 3, 1024 — 24f Vgl. II. Kor. 8, 9 — 29ff Vgl. Marc. 11, 1 var. lect. — Vgl. Luc. 19, 29 — 32 Luc. 19, 29) [*](2 ἑαυτούς + aeteniae vitae lat. 11 ὀνάδ> Μ 16 τῇ < H < H 27 πτωχία H | Μ 28 δὲ δὲ + et lat.) [*](1 primum y* < L 2 dei verbum L)

v.10.p.532
τὸ καλούμενον Ἐλαιῶν«. ἑρμηνεύεσθαι δέ φαμεν τὴν Βηθφαγὴ μὲν OIKON ΣΙΑΓΟΝΩΝ (ἥτις τῶν ἱερέων ἦν χωρίον),

Βηθανία δὲ ΟΙΚΟΣ ΥΠΑΚΟΗΣ. ἐπὲ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον,

ἵν᾿ ἐκεῖθεν ἐπιβῇ αὐτοῖς ὁ Ἰησοῦς, ἢ ἐπὶ τὸν οἶκον τῆς σιαγόνος, περὶ ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος. ἀφ᾿ ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ »τῷ τύπτοντι εἰς τὴν σιαγόνα«δεῖ παρέχειν καὶ τὴν ἑτέραν, σύμβλον τῆς τῶν σῳζομένων ἀνεξικακίας ἡ Βηθγαγὴ ἦν,

ὅθεν ἐκθέζετο ὁ Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων.

Καὶ τὸ ὄρος δὲ τῶν Ἐλαιῶν [*](1ff Vgl. Cl Nr. 225 Or. C p Nr. 66 Or. Ferner Orig. tom. X, 30 in Joh. (IV, 203, 34ff) u. besonders hom. XXXVII in Luc. (IX, 217ff). Hier. In Matth. 159 C: cumque adpropinquaret Hierosolymis et venisset Bethphage, ad Domum maxillarum, qui sacerdotum viculus erat etc. Vgl. Wutz Onom. sacra 39 — 3f Vgl. Harnack TU. 42, 4, 84 A. 2 — 8 Vgl. Wutz Onom. sacra 39 — 8ff Vgl. C luc Nr. 46 Or.? — 16ff Vgl. Iudic. 15, 19—18 Vgl. Luc. 6, 29 2 l. φασιν? Κl 14 nach Koe, vgl. lat. καὶ MH 29 ἐλεῶν Η 7 pars erat L 8—15 Bethania —dominus] hier Kl nach Diehl (Koe z. T.), vgl. gr.; hinter et alteram Z. 24 x 15 dominus] Iesus Pasch 27 eius1 < L)

v.10.p.533
<ἡ ἐκκλησία> ἐστίν, ἳτινεσ λέγουσι καρποφοροῦσαι καλλιέλαιος οἶσαι · »ἐγὼ δέ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἲκῳ τοῦ θεοῦ« · καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς« Χριστοῦ »τραπέζης«, τεκνία καὶ »υἱοὶ« ὄντες αὐτοῦ. εἰ δὲ δεῖ ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν ὁ Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον ἵνa λύσαντες ἀγάγωσιν αὐτῷ, λεκτέον <τάχα οὐκ ἀλόγως> μήποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις »κοινωνίας«, ἵνα Πέτροςμέν εἰς τὴν περιτομὴν πρὸς τὸ ὑποζύγιον γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον 〈λαόν〉, Παῦλος δέ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον. καὶ ἦσαν ἀμφότεροι λέγω δέ· τὸ ὑποζύγιον καὶ ὁ πῶλος) πρὸ τοῦ Ἰησοῦ ἐν κώμη καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι. ἀλλ᾿ οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἂλουσι πρὸς τὸν Ἰησοῦν ἀμφότερα.

Ἒτι δ’ ἐπανάγων τῷ λόγῳ [*](2 Vgl. Röm. 11, 24 - 3 Ps. 51, 10 - o Vgl. Hebr. 5, 12 ? – 7ff Ps. 127, 3 - 18-24 Vgl. Gal. 2, 9) [*](1 <ἡ ἐκκλησία> Kl, vgl. lat. 15 <τάχα — ἀλόγως> Koe, vgl. lat. und Orig. IV, 202, 13 16 Πέτρος κτλ.] in mysterio Petri etc. lat. 22 〈λαόν〉 Diehl Koe, vgl. lat.) [*](7 novellae ρ 25 ludaeorum] ex iudeis G L)

v.10.p.534
τοὺς δύο μαθητὰς φήσεις ὅτι ἐστὶ μέν ἔν τάγμα τῶν διακονουμένων τοῖς ἐκ περιτομῆς, ἀλλο δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν. πλὴν κοινωνία ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστεταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι· ὧν λυόντων, ἐόν τις λέγη αὐτοῖς » τί λύετε τὸν πῶλον ;« ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων· κηρύσσομεν ὅτι ὁ κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν εἰληφόσι· δεδεμένοις γὰρ ἔτι καὶ σειροῖς τῶν ἰδίων ἁμαρτιῶν« σφιγγομένοις ὁ Ἰησοῦς οὐκ ἐπικαθέζεται. κατὰ μέντοι τὸν Μᾶρκον καὶ τὸν Λουδᾶν <καὶ> πῶλός δεδεμένος, »ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν«· οὐδέν γὰρ λογικὸν καὶ κατὰ τρόπον <ἀνθρώπινον> ἐπέπρακό <ποτε> καὶ τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ. καὶ οὗτος ἐφ’ ᾧ οὐδὲν λογικὸν πρότερον ἐφίδρυτο εὐτύχησε θεὸν αὐτοῷ ἐπικαθεσθῆναι λόγον, τὸν υἱὸν τοῦ θεοῦ, ἳνα ὑπ᾿ αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος [*](8 Luc. 19, 33 — 13ff Vgl.Hier. in Matth. 159 D: alligata erat asina multis vinculis peccatorum — 16 Vgl. Prov. 5, 22 — 16f Vgl. II 231, 9 — 8ff Marc. 11, 2; Luc. 19, 30) [*](7 λέγει H 11 δεδεμένον H 13 1. ἐπιβαίνειν? Kl, vgl. lat. 19 <καὶ> Kl, vgl. lat. 22 <ἀνθρώπινον> vgl. lat. 23 l. πέπρακτο ? | <ποτε> Diehl Koe, vgl. lat. | ἢ ἳδρυτο εὐταξίας τι τιἐν> Koe, vgl. lat. 23/24 ὓδρυτο τῶν H) [*](13 ascendens G La 16 autem] 1 enim KL, vgl. gr. 20 alligatus y* alHgandus L 31 f lat. frei ? 31 ducente <et > Diehl, vgl.gr.)
v.10.p.535
καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ Θεοῦ. τοσαῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἲδομεν· ὁ δέ δυνάμενος καὶ χο)ρῶν μείζονα εἰς τὸν τόπον χάριν λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκουέσθω ὑπὸ τῶν διψώντων εὐαγγελικῆς σαφηνείας.

Πορευθέντες δέ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὂνον καὶ τὸν πῶλον καὶ τὰ ἑξῆς ἓως τοῦ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας (Matth. 21, — 11). ὁ δέ Μᾶρκος οὕτω κατὰ τὸν τόπον ἐξέθετο· »καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν« καὶ τὰ ἑξῆς ἕως τοῦ »εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαθΐδ· εἰρήνη ἐν τοῖς ὑψίστοις«. καὶ ὁ Λουκᾶς δὲ τοιοῦτό φησιν · »ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς ἑστῶτα τὸν πῶλον« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται«. Ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ’ αὐτῆς καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρημένοις, διηγησόμεθα καὶ τὰ ἐκκεί- [*](20 Marc. 11, 4—23 Marc. 11, 10 - 26 Luc. 19, 32 — 29 Luc. 19, 40) [*](17 ὁ <M)

v.10.p.536
μενα, ἐν οἷς λέλεκται ὅτι πορευθέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος αὐτοῖς προστεταγμένα ἤγαγον Πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον· οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέθηκαν ἐν ἱματίοις εὐσχημοσύνην περιποιοῦσι, δοσμήσασι τὴν ὑπ᾿ αὐτῆς λελυμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον οἶς κοὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, καὶ] ἵνα κεκοσμημένοις τῇ ὄνῳ καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν διδαξόντων μαθητῶν βῇ καὶ παύσηται καὶ ἐφιδρυθῇ ὁ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ βασταζόντων αὐτόν. ἀλλὰ τοῖς μέν ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτεθεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ ὁ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἓκαστον ἐχρῆν συμβαλέσθαι τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι ὑποζυγίῳ καὶ πώλῳ νέῳ *** [*](5 ff Vgl. Hier. in Matth. 160 D: pullus iste et asina, quibus apostoli insternunt vestimenta sua, ut lestis mollius sedeat, ante adventum salvatoris nudi erant . . . postquam vero apostolicas suscepere vestes, pulchriores facti dominum habuere sessorem — 6-537, 22 Vgl. II 233, 8ff — 24f Vgl. Sach. 9, 9 — 26f Vgl. Hebr. 3, 14) [*](13 καὶ] Koe, vgl. lat. 15f βῇ καὶ παύσηται Kl, vgl. lat. 23 ἐπειδὴ Kl, vgl. lat. ἐπεὶ δὲ Μ H | ἕκαστον + discipulorum lat. 24 Χριστῷ Koe, vgl. lat. τῷ Μ H 26 *** Κl, Koe erganzt nach Hebr. 3, 14 ἳνα δύνωνται εἰπεῖν ὅτι Χριστοῦ ἐσμεν ἔργου >, vgl. lat.) [*](8ff lat. stellt z. Τ. um und ürzt ipsi x* <μ 25 *** Diehl, vgl. gr.)
v.10.p.537
<Ὁ δέ πλεῖστος ὄχλος ἒστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἂλλοι δέ ἒκοπτον κλάδους ἀπὸ τῶν δένδρο)ν καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.> ἦν δὴ πλεπιστος ὂχλος ὁ συνεισερχόμενος εἰς Ἱερουσαλὴμ τῷ Ἰησοῦ, καὶ οὗτοι ἒδειξαν καρΠὸν τῆς τοῦ σωτῆρος ἀποδοχῆς ἐν τῷ τὰ ἑαυτῶν ἱμάτια ὑποστρῶσαι, καὶ ὃν εἶχον κόσμον καὶ σκέπην, τῷ έπικαθεζομενῳ τῇ ὄνῳ κοὶ τῷ πώλῳ. ἐν τῇ ὁδῷ τοίνυν καθ’ ἣν ἦγε τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ὁ πλεῖστος ὄχλος, ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγμάτων <ποσὶ> καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ. καὶ τρίτον δέ τι τάγμα τὸ παρὰ τοὺς δύο μαθητὰς καὶ τὸν ὑποστρώσαντα Ι πλεῖστον ὄχλον τὰ ἱμάτια ἐν τῇ ὁδῷ νῦν κατείλεκται· ἄλλοι γὰρ ὡραιότητά<τινα> περιεποίουν τῇ ὁδῷ δι᾿ ἧς ὥδευεν ἐπὶ τὰ Ἱεροσόλυμα ὁ Ἰησοῦς ὀχούμενος τοῖς προειρημένοις· ἡ δὲ ὡραιότης ἦν κοπτομένων κλάδων ἀπὸ δένδρων καὶ στρωννυμένων [*](1–5 <Ὁ—ὁδῷ> Kl, vgl. lat. 5f ἦν δὴ Κl, vgl. lat. ἦν δὲ Μ H 8 οὗτοι] ipsi lat. 18 ὄχλος + videlicet lat. 20 〈ποσὶ〉 Kl nach Koe 27 <τινα> Diehl, vgl. lat.) [*](9 habuerunt ρ 14 et pullus Pasch < X 19 f lat. verstand falsch (καθαρῶς ?) 21 vel patiantur] Erklärung des Ubersetzers ? Koe 24 lat. las μετὰ st. παρὰ Koe | <duos> Diehl, vgl, gr. 26 in via y* <L)
v.10.p.538
παρ᾿ ἑκάτερα τῶν ἐστρωμένων ἱματίων· εἰ μὴ ἂρα τοῦτο τέταρτον τάγμα ἦν. ἄλλοι γὰρ οἱ λύοντες μαθηταί, <καὶ> ἄλλη ἡ ὄνος καὶ ὁ μετ’ αὐτῆς πῶλος, κοὶ τρίτοι ὁ πλεῖστος ὄχλος, καὶ τέταρτοι οἱ κόπτοντες τοὺς κλάδους ἀπὸ τῶν δένδρων καὶ στρωννύντες ἐν τῇ ὁδῷ. νόει δέ μοι ἀπὸ τούτων καὶ πέμπτον καὶ ἓκτον τάγμα κατειλεγμένον τῶν τόν Ἰησοῦν προαγόντων κοὶ τῶν ἀκολουδούντων αὐτῶ. καὶ προάγοντας μὲν φήσεις ἀπὸ τῶν πρὸ τῆς παρουσίας εἶναι ἐκ τοῦ λαοῦ, δικαίων τάχα καὶ προφητῶν · ἀκολουθοῦντας δέ τοὺς ἀπὸ τῶν μετὰ τὴν παρουσίαν ἑπομένων τῷ λόγῳ κοὶ ἀκολουθούντων αὐτῷ εἲτε δικαίων εἲτε καὶ ἀποστόλων χριστοῦ. πλὴν οὐκ ἂλλα μὲν ἔλεγον οἱ προάγοντες, ἄλλα δὲ οἱ ἀκολουθοῦντες· ἒκραζον γὰρ πάντες ἃμα ὡς χορὸς συνᾴδων καὶ σύμφωνος καὶ ἔλεγον καὶ τὸ ἀνθρώπινον ὑμνοῦντες τοῦ σωτῆρος ἐν τῷ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ καὶ τὴν δευτέ- [*](19—26 Vgl. Ci Nr. 226 Or. II 233, 14ff — 26ff Vgl. Hier. in Matth. 161 D: et praecedentes ac sequentes non brevi et silenti confessione, sed clamore plenissimo resonant: »Osanna« etc.) [*](4 <καὶ> ἂλλη Hu 19 φήσεις 〈τοὺς〉? Kl 25 26 χριστοῦ] αὐτοῦ Μ) [*](14 praecedebant . . . sequebantur B 20 adventum + christi Gc B L 28 insimul L | > Diehl, vgl. gr.)
v.10.p.539
ραν αὐτοῦ ἐΠιδημίαν 〈ἐν τῷ> εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ τὴν εἰς τὰ ἂγια ἀποκατάστασιν ἐν τῷ ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Τούτων δὴ τῶν τριῶν ἐκφωνήσεων λεγομένων ὑπὸ τῆς συμφωνίας τῶν προαγόντων καὶ ἀκολουθούντων τῷ Ἰησοῦ, ὁ μὲν εἰσῄει εἰς τὰ αληθινὰ Ἱεροσόλομα· ξενισθεῖσαι δὲ αἱ οὐράνιαι δυνάμεις, αἳτινες λέγονται πᾶσα εἶναι ἡ πόλις, ἒφασκον τίς ἐστιν οὗτος; ἀνάλογον τοῖς προφητευθεῖσιν ἐν εἰκοστῷ τρίτῳ Ψαλμῷ περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος καὶ τοῦ ξενισμοῦ τῶν οὐρανίων δυνάμεων ξενιζομένων ἐπὶ τῷ κοινῷ τοῦ σωματικοῦ αὐτοῦ ὁχήματος θεάματι. ἔχει δέ οὕτως ἐν τῷ Ψαλμῷ· »ἂρατε πύλος, οἱ ἂρχοντες, ὑμῶν, κοὶ ἐπάρθητε, Πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης« [*](26 Ps. 23, 7) [*](1 〈ἐν > λ 11 τριῶν] doubus lat. 27 ἠμῶν M) [*](6f „ beim Lateiner wird durch das Lemma der Zusammenhang gestört“ Koe 6 et] secundum mathm. In illo tempore L | lesus < Ga B | in < L 9 —galilaeae] Omelia Origenis de eadem lectione L 17 <universa> Kl, vgl. 18 iste] hic L 21 <admirantium> Diehl, vgl. gr. 22 vehicuhim] lat. las ὀχήματι st. ὀχήμα(τος θεάμα)τι Koe)

v.10.p.540
καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δέ παραπλήσια προφητεύεται περὶ τῆς μετὰ τὴν οἰκονομίαν ἀνόδου τοῦ σωτῆρος· γέγραπται γάρ· »τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ· οὗτος ὡραῖος ἐν στολῇ;« τὰ δὲ κατὰ τὸν τόπον ὃλα καὶ σὺ δυνήσῃ ἀναλεξάμενος κατανοῆσαι, τί τε λέγουσιν οἱ ξενιζόμεναι δυνάμεις ἐπὶ τῆς τοῦ σωτηρίου σώματος ἀνόδου καὶ τί αὐταῖς ἀποκρινεται. ταῦτα δέ μοι παρείληπται βουλομένῳ σ[σαι τὴν ἀκολουθίαν τῆς κατὰ τὴν γραφὴν τροπολογίας ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; μετὰ δέ τοῦτο ἑξῆς γέγραΠται ὅτι πολλοὶ ἔλεγον· οὗτός ἐστιν Ἱησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, ὁμολογοῦντες τὸν προφητευθέντα ὅτι »Ναζωραῖος κληθήσεται« ὁ κυρίως τῷ θεῷ ἀεὶ ἀνκείμενος. ἀλλὰ κατὰ τὴν διήγησιν ταυτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον ἀρχή ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιγερόμενα, ἳνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων διήγησιν τοῖς προτέροις) ζητεῖν [*](1 Ps. 23, 8 - 7 Jes. 63, 1 - 27 Matth. 2, 23) [*](4 παραπλήσια + quaedam lat. ἐρύθημα υ ἐρύθιμα Μ H) [*](20 omnis] universa L)
v.10.p.541
ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους ὡς πεποιηκότας τον »τῆς προσευχῆς« οἶκον »λῃστῶν σπήλαιον«. οὐκ οἶδα δὲ εἰ, κἂν βιάσηταί τις, δύναται < ἀκολούθως τῷ »χαῖρε σφόδρα, θύγατερ Σιὸ)ν« σῶσαι τὴν πᾶσαν καὶ τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολουθίαν.

Μετὰ ταῦτα ἐξετάσωμεν καὶ τὸ ὡσαννὰ τῷ οὑῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις ποῖον ἔχει νοῦν. σαφῶς μὲν οὖν τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου αὐταῖς λέξεσι κεῖται ἐν τῷ πρὸ τοῦ μεγίστου ψαλμοῦ ψαλμῷ, λεγομένῳ ἔν τισιν ἀντιγράφοις ἑκαατοστῷ ἑπτακαιδεκάτῳ· δοκεῖ δέ μοι τὰ ἀντὶ τοῦ ὢ κύριε, σῶσον δὴ« προτεταγμένα τοῦ »εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου« ἑβραϊκῶς ἐκκεῖσθαι ἐν τῷ » ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«· ’ οὕτω δὲ καὶ εἶχεν ἡ ἑβραϊκὴ λέξις· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΕΙΑΝΝΑ. ΑΝΝΑ ΑΛΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ ΑΛΩ- [*](11ff Vgl. Matth. 21, 13-6 Sach. 9, 9 - lOff Vgl. C 1 Nr. 227 Or. = C Nr. 66 Chrys. — 14 ff Vgl. Hier. in Matth. 162 A: hi centesimo decimo septimo psalmo . . . pro eo quod in Septuaginta habetiir interpretibus . . . in Hebraeo legimus: anna adonai osianna etc. Vgl. auch Hier. ep. XX (ad. Damasum) — 21ff Ps. 117, 25f) [*](8 ἐγκειμένοις M 18/19 λεγωμένω μένω Ηa 23 ἐγκεῖσθαι Μ 26 ΩΣΙΑΝΝΑ Κl (wie schon bei Field) ὡσειεννάν M H 27 ΑΣΛΙΑΝΝΑ Kl (s. zu Ζ. 26) ἀσαΐ ἀννὰ Μ H 28 ΛΒΒΑ ΒΣΛΙΜ Kl (s. zu Ζ. 26) ἀββὰβ σαΐμ H ἀββᾶ aatfi Μ)

v.10.p.542
NAI. εἶτα δοκεῖ μοι ὑΠὸ Ἑλλήνων συνεχῶς γραφὀμενα τὰ ευαγγελια μὴ εἰδότων τὴν διάλεκτον, συγκεχύσθαι ἐν τοῖς κατὰ τὸν τόπον ἔχουσι ταῦτα ἀπὸ τοῦ προειρημένου Ψαλμοῦ. εἰ δὲ τὸ ἀκριβὲς βούλει μαθεῖν τῆς λέξεως, ἂκουε Ἀκύλου ἑρμηνεύσαντος ὡδί· ὢ δὴ κύριε, σῶσον δή · ὢ δὴ κύριε, εὐόδωσον δή · εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου«. ἀλλὰ γὰρ ἐπανακεφαλαιω σώμεθα τὰ κατὰ τὸν τόπον καὶ λέγωμεν ὅτι ἤτοι Παῦλος καὶ Πέτρος ἢ ἂλλα δύο εἲδη τῶν διδασκόντων, λύσαντες ἀπὸ τῶν δεσμῶν κατὰ τὴν τοῦ Ἰησοῦ πρόσταξιν τοὺς ἀπὸ περιτομῆς καὶ τοὺς ἀπὸ ἀκροβυστίας, ἐκόσμησαν αὐτοὺς καὶ πεποιήκασιν εὑπρεπεις προς το οχησασθαι αὐτοῖς τὸν λόγον ἀνιοόντα εἰς τὴν Ἰερουσαλή. καὶ > τὰ λοιπᾶ κατὰ μέν μίαν ἔσται διήγησιν. κατὰ δὲ ἑτέραν ἀεὶ ἐνέστηκε *** τῶν ἀποδεχομένων τὸν Ἰησοῦν στρωννύντων αὐτῷ διὰ τῶν ἰδίων ἐνδυμάτων τὴν ὁδὸν καὶ κοσμούτων αὐτὴν τοῖς κλάδοις καὶ προαγόντων καὶ ἐπακολουθούντων. καὶ ἂλλως δὲ ἓκαστος διὰ μὲν τῶν ἤδη πεπραγμένων μένων προάγει τὸν Ἰησοῦν, διὰ δὲ τῶν πραχθησομένων ἐπακολουθεῖ αὐτῷ καὶ λέγει τὰ ἀναγε- [*](1 f Vgl. Harnack TU 42, 4, A. 4; Hamacks Zweifel durfte dadurch behoben sein, daB die Ἕλληνες, die die Evangelien nschreibena, nicht die Verfasser, sondern die Abschreiber sind — 8ff Vgl. Field, Orig. Hexapl. II, 1, 270 — 13-21 Vgl. Cluc Nr. 47 Or.) [*](14 ἂλλα Koe rd Μ H 21 > Kl nach Koe 22 μὲν < Μ 24 *** Koe, erganze etwa > nach S. 537, 5-22 Elt)
v.10.p.543
γραμμένα. καὶ εἰς ταῦτα δὲ ἡμεῖς μέν τοσοῦτα εἲδομεν· ὁ δὲ ἡμῶν διαφέρων πλείονα καὶ βλεπέτω καὶ διδασκέτω. πλὴν ἔν τινι τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐπὶ ποσὸν καὶ ταῦτα ἐξητάσαμεν, ὅτε προέκειτο διηγήσασθαια τὸ »τῇ ἐπαύριον οὖν ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν« καὶ τὰ ἑξῆς.

Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦθεοῦ καὶ ἐξέβαλε πάντας τοὺς πο)λοῦντας κοὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰ ἑξῆς (Matth. 21,12-13).

Tὰ δέ κατὰ τὸν τόπον καὶ οἱ λοιποὶ τρεῖς εὐαγγελισταὶ ἐξέθεντο, ὧν τὴν πρὸς ἀλλήλους διαφορὰν οὐ τοῦ προκειμένου καιροῦ ἐστι διηγήσασθαι· ἀρκέσει γὰρ τὸ ἐν τῷ ἐξεταζομένῳ εὐαγγελίῳ κατὰ τὸ δυνατὸν ἡμῖν σαφηνίσαι. τῶν τεσσάρων <δὲ> εὐαγγελιστῶν ἀναγραψάντων τὰ κατὰ τὸν τόπον, πλείονα τὰ] κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἶόν τε ἦν σαφηνίζουσι τὸ »καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστε- [*](4 ff Nicht erhalten - 7 Joh. 12, 12 - 28 ff Vgl. Orig.tom. tom. II, 20–30 in Joh. (IV, 191 ff. 201–204) - 32 Joh. 2, 14) [*](4 τινι <κεφαλαίῳ> Koe 10 vorher: Περὶ τῶν ἐκβληθέντων ἀπὸ τοῦ ἱεροῦ H 27 <δὲ> Kl 29 [τὰ] Kl) [*](16 est + enim B)

v.10.p.544
ρὰς « καὶ τὰ ἑξῆς. ἔνθα κατεσκευάζομεν οὐκ ἐλάττονα τῶν παραδόξων δυνάμεων εἶναι τοῦ Ἰησοῦ καὶ τὴν προκειμένην ὅτι τέκτονος μέν νομιζόμενος εἶναι υἱὸς τοσαύτῃ παρρησίᾳ καὶ ἐξουσίᾳ ἐχρήσατο, ἐκβάλλων ἐν πανηγύρει ἀπὸ τοῦ ἱεροῦ τοὺς ἀναγεγραμμένους, ὁποίᾳ οὐδ’ ὁ τοῦ ἒθνους ἡγούμενος χρώμενος εὐχερῶς ἂν ἤνυσε τοῦθ᾿ ὅπερ Ἰησοῦς πεποίηκε. καὶ ἐτροπολογήσαμεν γε δουλεύσαντες τῇ λέξει, ὡς ἐχωροῦμεν, τὸ Ἱωάννου βούλημα. ἀλλ᾿ ἐπεὶ καὶ νῦν ὁ εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν Ματθαίου λέξινπερὶ τῶν ἐκκειμένων , τὸν πάτέρα τῆς σοφίας ἐπικαλεσάμενοι φέρ’ ἴδωμεν εἰ ἂξιόν τι δυνάμεθα τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τόν τόπον. καὶ πρῶτον <μὲν> λεκτέον τί τὸ ἱερὸν τοῦ θεοῦ, ὅπερ ὁμολογῶν ὁ θεὸς εἶπεν ἐν τῷ προφήτῃ · ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἀνάλογον μὲν οὖν τῇ κατὰ σάρκα περιτομῇ καὶ ταῖς σωματικαῖς τοῦ νόμου ἑορταῖς καὶ θυσίαις ἱερὸν ἐνομίζετο τοῦ θεοῦ εἶναι τὸ ἐκ λίθων ἀναισθήτων κατασκεύασμα οἰκοδομηθὲν ὑπὸ Σολομῶντος πρῶτον καὶ ἀνοικοδομηθὲν ἔτι ὑπὸ Ἒσδρα, πλὴν μετὰ τὴν τοῦ σωτῆρος οἰκονομίαν ὑπὸ Ῥωμαίων καθαιρε- [*](5 Vgl. Matth. 13, 55 — 25 Orig. fiihrt das Matthauszitat auf den Ursprungsort Jes. 56, 7 zuriick) [*](6 παρουσία καὶ Μ 12 γε Lo δὲ MH 22 <μὲν> Kl, vgl. lat.) [*](8 aUcuius] lat. las ὃ του(= ὁτινὸς) ἒθνους? 22 <dei> Diehl, vgl. gr. 33 esdra μ ezdra G ezra B L)
v.10.p.545
θέν. καὶ οἶκος ἐκεῖνος ὑπελαμβάνετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς , λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπισκοπῆς τοῦ θεοῦ, ὃ ἔχειν ᾢοντο παρὰ τὸ ἐν τῷ οἲκῳ τῆς προσευχῆς εὒχεσθαι, μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν. καὶ ἐκβεβληκέτω σωματικῶς ἀπ᾿ ἐκείνου ὁ καὶ σύμβολα ποιήσας τῶν ἰδί(ον πενευματικῶν πράξεων σωτὴρ ἡμῶν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταβεβληκέτω καὶ τὰς καθέδρας τῶν πο)λούντων τὰς περιστερὰς καὶ εἰρηκέτω τὰ ἐκκείμενα εἰς ἐπιστροφὴν τοῦ τότε λαοῦ, ἀντὶ σεμνῆς πανηύρεως ἐπιτελουμένης ἐν ὀνόματι θεοῦ σχολαζόντων τῷ πωλεῖν καὶ ἀγοράζειν, οὐκ ἐν τῷ καθηκούσῃ χώρᾳ ἐν ᾗ ἔδει πωλεῖν καὶ ἀγοράζειν, ἀλλ᾿ ἐν τῷ ἱερῷ, ἒνθα ἐχρῆν μέν συνερχομένους εὒχεσθαι ὡς ἐν οἴκῳ προσευχῆς, ἐποίουν δέ τὰ ἐναντία τῇ εὐχῇ ἐν αὐτῷ, ὡς ἐν οἲκῳ ἐπορικῷ πωλοῦντες καὶ ἀγοράσοτες καὶ ἀργύρια κολλυβίζοντες καὶ ἐπὶ καθεδρῶν καθεζόμενοι, ἶνα πωλῶσι περιστεράς. [*](9 μηδὲ Koe, vgl. lat. μετὰ MH) [*](3/4 non iam. L 19 ***Κl vgl. gr. | correctionem B 20 mundis y multis R mundi L 21 <celebratis) Diehl, vgl. gr. 28 tantum y* < L)
v.10.p.546
καὶ το ἄσεμνόν τῶν γινομένων πορa Ἰουδαίοις τότε ὁ Ἰησοῦς ἡμῶν καθῃρηκέτω, ἐλέγξας τοὺς ἀντὶ τοῦ κατὰ τὸν νόμον ἑορτάζειν ἐμπορευομένους καὶ σωματικῶς τρυφῶντας.

Καὶ νῦν δἒ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν, καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾶ ζῶντος ἀλλ᾿ ὡς »κατὰ σάρκα« στρατευομένους, οἳτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων <οἰκοδομηθέντα> οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον. τις γαρ κατανοησας τα ἐν τισιν εκκλησίαις ἁμαρτανόμενα ὑπὸ τῶν <τοιούτων Χριστιανῶν τῶν> νομιζομένων » πορισμὸν εἶναι τὴν« ἑτέρων »εὐσέβειαν«, κοὶ δέον ἐκ τοῦ εὐαγγελίου« μόνον διαζῆν, τοῦτο μέν μὴ ποιούντων, πλοῦτον δὲ καὶ πολλὴν κτῆσιν συναγόντων, οὐκ ἐρεῖ σπήλαιον λῃστῶν γεγονέναι τὸ τηλικοῦτον τῆς ἐκκλησίας μυστήριον; ὣστ᾿ ἂν εἰπεῖν τὸν Ἰησοῦν [*](8. 13 Vgl. I. Petr. 2, 5 - 11 Vgl. II. Kor. 10, 3 — 21 Vgl. I. Tim. 6, 5 — 22 Vgl. I. Kor. 9, 14) [*](7 ἱερὸν + dei lat. 10. 18 τινος . . . τισιν] multi . . . multis lat. 10 ὡς ἐν ἐκκλησίᾳ] sicut decet spiritaliter lat. 13 λίθον H I <οἰκοδομηθέντα> Koe, vgl. lat. 20 <τοιούτων—τῶν> Kl, vgl. lat. 27 κτίσιν H 30 ἂν + recte lat.) [*](12 <es> Kl, vgl. gr. 16 ecclesia ρ ecclesiae x 28 dicet ρ dices X)

v.10.p.547
ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν ᾧ ᾠκοδόμησεν ἱερῷ ζῶντι τό τε ἀπὸ τῶν Ψαλμῶν οὕτως ἔχον· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;« καὶ τὸ ἀπὸ τοῦ (ὡς οἶμαι) Ὠσηέ, ἔνθα ἡ τοῦ Ἰησοῦ φυχὴ λέγει δυσαρεστουμένη τῷ βίῳ τῶν ἁμαρτανόντων καὶ ἐν τῷ ἱερῷ εἶναι δοκούντων τὸ »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φογεῖν τὰ πρωτόγονα. οἴμοι φυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. καὶ ἐὰν προσκόπτῃς γε τῷ ταῦτο λέγειν τὸν Ἰησοῦν καὶ πενθοῦντα ἡμῶν τὰ πταίσματα φάσκειν τὸ »οἴμοι φυχή«, συνεξέτασον τούτοις τὸ ἀπὸ τοῦ εὐαγγελίου, ἔνθα γέγραπται ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ »ἔκλαυσεν ἐπ᾿ αὐιῇ, καὶ εἶπε«. καὶ μᾶλλόν γε, εἴπερ εὐλόγως ἔκλαυσεν ἐπὶ Ἱερουσαλήμ, εὐλογώτερον κλαύσεται ἐπὶ τὴν ἐκκλησίαν, οἰκοδομηθεῖσαν μὲν ἵνα οἶκος προσευχῆς ᾖ, γενομένην δὲ διὰ τὴν αἰσχροκέρδειαν δειαν καὶ τρυφήν τινων (ἀλλ᾿ εἴθε μὴ καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπήλαιον λῃστῶν.

[*](4 Ps. 29, 10 — 6ff Vgl. Micha 7,lf - 11. 20 Micha 7, 1 - 23 Vgl. Luc. 19, 41)[*](3 ἔχων Ha 5 κοταβαίνειν μαι H 6 Ὡσηὲ] so schon im Archetypus. vgl. lat. 7 ἡ φυχὴ αὐτοῦ Μ 13 στάχυος] lat. las βότρυος (vgl. LXX) 21 τὸ] et illud lat.)[*](6 osee y* micheam L 12 sicut x* + qui μ 14 botris R Gc.r. botrio Ga B L 18/19 intellexeris] lat. las προσέχῃς ? Koe 20 *** Diehl Kl, vgl. gr. 29 luxum (G)B luxus L)
v.10.p.548

Ἀλλὰ τότε μὲν εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐκάθαρεν αὐτὸ ἐκβα\λὼν Πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταστρέψας μετὰ τῶν καθεδρῶν ἐν αἷς ἐκαθέζοντο οἱ πωλοῦντες τὰς περιστερός. νῦν δέ, ὅσον μέν οὐκ ἐπισκοποῦνται, οἱ <ἐν> τῷ Ἰησοῦ Χριστοῦ γινόμενοι ἐπὶ τὸ αὐτὸ« ἐν συναγωγαῖς εἰσιν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ καὶ τὰ λοιπὰ <πάντα> καὶ οὐδαμοῦ Ἰησοῦς αὐτοῖς ἐπιφαίνεται, ἳνα ἐκβαλὼν <αὐτοὺς> σώσῃ τοὺς λοιποὺς ἢ κἀκείνους ἐκβληθέντας ποιήσῃ συναισθηθῆναι τῆς ἁμαρτίας καὶ εἰσελθεῖν εἰς τὸ ἱερόν, οὐκέτι μετὰ τοῦ πωλεῖν κοὶ ἀγοράζειν ἢ τὰ λοιπὰ ποιεῖν· ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρτίας τίας ἡμῶν ὡς ἀγαπῶν ἡμᾶς ἐπιδημήσῃ, ἳνα παιδεύσῃ καὶ μαστιγώσῃ ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξηται, τότε εἰσελεύσεται ἡ δύναμις Ἰησοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου, καὶ εἰσελθοῦσα ἐκβαλεῖ πάντας τοὺς πωλοῦντας κοὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· πωλοῦντας μέν καὶ ὡσπερεὶ ἀπεμπολοῦντας εἰ καί τι χρηστὸν εἶχον, ἀγοράζοντας δέ ἀντ᾿ ἐκείνων τὰ φαῦλα, [*](11 Vgl. I. Kor. 11, 20 — 24f Vgl. Prov. 3, 12 — 26f Vgl. I. Kor. 5, 4) [*](10 <ἐν> Koe, vgl. S. 551, 15 14 <πάντα> Diehl Kl vgl. lat. 16 > Koe, vgl. lat. 22 ἐπὶ] super lat. 31/32 ἀμπεπωλοῦντας Μ 32 καὶ < Μ) [*](2 evim GL a illud B Lc 3 > Diehl, vgl. gr. 8 id y* <L 9 sunt] sint G <B | conventibus μ convenientibus x 23 diligens] lugens L 24 ut Kl, vgl. gr. et x)

v.10.p.549
καὶ ταῦτα ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, πράττοντας. ἀλλ᾿ εἲθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός, τὴν ἐκκλησίαν, τὸν οἶκον τῆς προσευχης, καταβάλοι ὁ Ἰησοῦς τὰς τῶν κολλυβιστῶν καὶ <αἰσχροκερδῶν καὶ> φιλαργύρων τραπέζας καὶ εἰς πολλὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἂξια κατακερματιζόντων τὰ δόκιμα ἀργύρια, ἶνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυβίζουσιν, αὐτοὶ δὲ μὴ εἰς δέον χρήσωνται τῷ ἀργυρίῳ. εἰσὶ δὲ καὶ ἂλλοι ἐν τῷ ἱερῷ πωλοῦντες καὶ ἀγοράζοντες τὰς Χριστοῦ περιστερὰς καὶ παραδιδόντες τοὺς ἀκεραίους ὡς περιστερά, τοὺς εὐξαμένους καὶ εἰπόντας· »τίς τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω;« καὶ ἐπακουσθέντας ἂρχουσιν οἷς οὐ δεῖ.

Καὶ νομίζω ἁρμόζειν τὸν περὶ τῶν πωλούντων τὰς περιστερὰς στερὰς λόγον τοῖς παραδιδοῦσι τὰς ἐκκλησίας αἰσχροκερδέσι καὶ τυραννικοῖς καὶ ἀνεπιστήμοσι καὶ ἀνευλαβέσιν ἐπισκόποις ἢ πρεσβυτέροις ἢ [*](8 Vgl. Orig. tom. X, 30 in Joh. (IV, 203, 10 f): ἀργύριον ἒχοντες ἀδόκιμον καὶ διδόντες . . . κόλλυβα τοῖς προσιοῦσιν, εὐτελῆ καὶ εὐκαταφρόντα νομίσματα — 151 Vgl. Matth. 10, 16 - 18 Ps. 54, 7 - 22 ff Zu dieser »erschütternden, gewaltigen« Darlegung der MiBstande in der Kirehe vgl. Harnack TU. 4, 136 — 22ff Vgl. Hier. in Matth. 164 D: ceterum secundum mysticos intellectus cotidie lesiis ingreditur templum patris et eicit omnes tam episcopos et preshyteros et diaconos quam laicos. . . et unitis criminis habet vendentes pariter et ementes) [*](6 καταβάλλοι Η 7 <αἰσχροκερδῶνκαὶ> Kl, vgl. lat. u. Ζ. 25 12, 13 χρήσονται Μ 20/21 έπακουσθέντας] lat.las παραδοθέντας? παραδιδόντες ?) 22 τὸν ? Μ τῶν H) [*](8 ff über diese Liicke vgl. äge 13 <id> Diehl 15 <et ementes> Kl, vgl. gr. 17 f et etorantes et B et orantes G L 18 pennas B L 27 <aut diaconis> Kl, vgl. gr.)

v.10.p.550
διακόνοις. διόπερ μόνων τῶν πωλούντων τὰς περιστερὰς καθέδρας ὠνόμασεν ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος, ἃς φασι κατεστράφθαι ὑπὸ τοῦ Ἰησοῦ. ὡς εἲθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γραφῇ οἱ ἐπὶ τῆς καθδρας Μωσέως« αὐχοῦντεσ καθέζεσθαι καὶ πωλοῦντες ὅλας ἐκκλησίας περιστερῶν καὶ παραδιδόντες αὐτὰς τοιούτοις προεστηκόσι, περὶ ὧν λέγοιτ’ ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμενον· » οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμέ οὐκ ᾒδεισαν· υἱοὶ ἂφρονές εἰσι καὶ οὐ συνετοί, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν« καὶ τὸ ἐν τῷ Μιχαίᾳ (οἶμαι) οὕτω λελεγμένον · »οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν«. εἰ γὰρ ἤκουον, οὐκ ἂν ἐπώλησαν τὰς Χριστοῦ περιστεράς, ἀλλὰ κατέστησαν ἂρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν καὶ προνοουμένους τῆς σωτηρίας αὐτῶν καὶ οὐ περιβλεπομένους τίνα ὡς παχεῖαν περιστερὰν θύσαντες καταθοινήσονται. λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις ὡς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τοῖς κολλυβισταπις καὶ τοῖς πωλοῦσι τὰς περιστεράς, δυσωπῶν αὐτοῦς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγομένων προφητειῶν, ὅτι τὸ μὲν γεγραμμένον ἐστίν· ὁ οἶκός μου [*](7 Vgl. Matth. 23, 2 — 13 Jer. 4, 22 — 18 Micha 2, 9) [*](7 μωυσέος Μ H 11 ὧν + recte lat. 26/27 καταθοινίσονται M 28 λέγοι H) [*](2 *** Kl, vgl. gr. 3 a] ab B 13 f filii + enim G L 19 autem] 1. enim ? Kl, vgL gr.)
v.10.p.551
οἶκος προσευχῆς κληθήσεται. οὐδέν γὰρ ἂλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπισκοπήν, εἰς εὐχὴν παρὰ θεῷ λογιζομένης, μένης, καὶ τὸ »ἀδιαλείπτως προσετύχεσθε« δυνατόν ἐστιν. ὑμεῖς δέ, ὧ οὗτοι, ταῖς ὑμετέροις κακίαις τὸν τῆς προσευχῆς οἷκον οἶκον σπήλαιον λῃστῶν πεποιήκατε. καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως | εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νομιζομένης ἐκκλησίς πράγματα, ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν τὸ ἂθροισμα συναγόμενον ἐν ὀνόματι Χριστοῦ, ὣστ᾿ ἂν λέγεσθαι αὐτοῖς· »δι᾿ ἡμᾶς διὰ παντὸς τὸ ὂνομά μου βλασφημεῖται ἐν τοῖς ἒθνεσιν«.

Εἰ δέ δεῖ τὰ εἲδη τρία τυγχάνοντα τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς γραφῆς ἐπιμελέστερον διηγήσασθαι, μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἐν τῷ κόσμῳ σχολάζοντες ἢ περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τἀς διατριβὰς ἔχοντες καὶ σπανίως ταῖς προσευχαῖς προσκαρτεροῦντες καὶ οἶς ἀπαιτεῖ ἔργοις ὁ θεῖος λόγος, εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ θεοῦ. [*](2ff Vgl. Harnack TU. 42, 4, 123 — 6 I. Thess. 5, 17 — 17 Jes. 52, 5) [*](2 ὐδὲ H 23 μήποτε] possutnus dicere lat. 24 λαῷ + Christiano lat. | ἐν2 Κl, vgl. lat. ἢ ΜΗ > ἐν Koe 24 κόσμῳ + isto lat. 25 ἢ Kl, vgl. lat. καὶ MH 30 ἔργοις + aliis und rectis lat.) [*](19 istas X* ipsas ρ 29 autem + ad Gc ? 30 vel + in Gc)

v.10.p.552
οἱ δέ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς ἐκκλησίας χρήματα, ἀλλ᾿ ἀεὶ μὲν ταῦτα ψηλαφῶντες, οὐ καλῶς δὲ αὐτὰ οἰκονομοῦντες ἀλλὰ σωρεύοντες τὸν νομιζόμενον πλοῦτον καὶ χρήματα, ἳνα πλουτῶσιν ἀπὸ τῶν εἲς λόγον πτωχῶν διδομένων, οὗτοί εἰσιν οἱ κολλυβισταὶ τραπέζας χρημάτων ἒχοντες, ἃς κατέστρεψεν ὁ Ἰησοῦς. οἱ δέ τὰς πρωτοκαθεδρίς πεπιστευμένοι τοῦ λαοῦ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ὡσπερεὶ ὰποδιδόμενοι ὅλας ἐκκλησίς οἷς οὐ χρὴ καὶ καθιστάντες οὓς οὐ δεῖ ἂρχοντας, οὗτοί εἰσινοἱπωλοῦτες τὰς περιστερός, [*](20 Act. 6, 1 — 23 Act. 6, 2-4) [*](3 διοικοῦντες διάκονοι Koe 29 προτοκαθεδρίας H) [*](11 ut d. fiant Kl et d. fiunt x 21 dispicerentur G 24 freies Zitat 28 instantes y* intenti L 20 <primae> Diehl, vgl. gr. 31 <quasi> tradunt <totas> ? Kl, vgl. gr.)
v.10.p.553
ὧν τὰς καθέδρας κατέστρεψενὁ Ἰησοῦς. ἒκαστος οὖν τῶν ἐπὶ καθέδρας καθεζομένων ἐκκλησιαστικῆς καὶ ἀγαπώντων »τὰς πρωτοκαθεδίας ἐν ταῖς συναγωγαῖς« προσεχέτω, μήποτε οὕτω καθέζεται ἐπὶ τῆς ἑαυτοῦ καθέδρας ὣστε ἑλθόντα τὸν ἱησοῦν καταστρέψαι αὐτὴν ὡς ἀξίαν καταστροφῆς. ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ διακονίας συναγόντων <ἑαυτοῖς πλοῦτον> καὶ ἀποστερούντων πτωχῶν> χρήματα, νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον, ἵνα μὴ καταστρέψῃ αὐτὰς ὁ Ἰησοῦς. ἀλλὰ καὶ οἱ ὑπὸ μεριμνῶν τε καὶ φροντίδων βιωτικῶν <ἀεὶ> ἀγόμενοι εἰς κοὶ πράσεις φροντιζέτωσαν, μήποτε ἐλθὼν ὁ Ἰησοῦς ἐκβάλῃ αὐτοὺς ἐκ τοῦ ἱεροῦ >, ὅτε ὁ ἐκβεβλημένος οὐδέ ἐλπίδα τοῦ εἰσελθεῖν ἔχει ὃθεν ἐξεβλήθη. καὶ υποφαιεται μοι ἐρευνῶντί την ἐκκειμένην γραφήν, μήποτε ταῦτα ὁ Ἰησοῦς ποιήση καὶ] κατὰ τὴν δευτέραν ἐπιδημίαν ἢ κατὰ τὴν προσδοκωμένην θείαν κρίσιν. εἰσελθὼν [*](4 Vgl. Luc. 11, 43 17 Vgl. Luc. 21, 34 - 21f Vgl. Orig. fragm. 48 in Jer. (III, 222, 14 ff): ἲστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἒξω τῆς ἐκκλησίς ἃ δεῖ, οὐκ ἐπάνεισιν κτλ.; vgl. Harnack TU. 42, 4, 129 A. 1) [*](1 κατέστρεφεν Hu κατέστρεφεν Μ H 9 ἓκαστως H 10 > Kl, vgl. lat. 14 μὴ + veniens lat. 17 <ἀεὶ> KJ, vgl. 20 > Kl, vgl. vgl. lat. 21 ὅτι Hu 25 καὶ] Koe, vgl. lat. 26 ἢ] et lat. 26 27 προσδοκομένην Η) [*](8 > Kl, vgl. gr. 12 ff lat. frei 17 curent Kl, vgl. gr. currentes x 21 autem y* <L 23 faciet y 24 <διωινο> Diehl, vgl. gr.)
v.10.p.554
γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὖ συνέστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος, οὓς ἄν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαντας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱωερῷ <ὡς ἀναξίους τοῦ ἱεροῦ> τοῦ θεοῦ ἐκβαλεῖ. καὶ οὓς ἂν εὕρῃ τραπέζας πήξαντας καὶ γινομένους κολλυβιστὰς ἐλέγξει καταστρέψας αὐτῶν τὰς τραπέζας καὶ τῷ λόγῳ δείξας οἶα περὶ τὸ ἀργύριον ἡμαρτήκασι. τότε δὲ καὶο τὰς (ὡς διηγησάμεθα) καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καταστρέψει. εἰ δέ τις οὑδὲν τῶν τριῶν τούτων εἰδῶν ἔχει καὶ ἐν τῷ ναῷ εὑρίσκεται τοῦ θεοῦ, θαρρείτω. οὔτε γὰρ ἐκβληθήσεται ὑπὸ τοῦ Ἰησοῦ οὔτετι τῶν αὐτοῦ καταστραφήσεται οὔθ’ὡς ποιήσας τὸν οἶκον προσευχῆς σπήλαιον λῃστῶν ὁνειδισθήσεται ὡς λῃστής, ὅτε κολασθήσονται οἱ ποιήσαντες τῇ ἑαυτῶν λῃστείᾳ καὶ ἀδικίᾳ τὸν οἶκον τῆς προσευχῆς σπήλαιον λῃστῶν.

[*](3f Vgl. Matth. 28, 20 1 γὰρ] tunc enim lat. 8 <ὡς—ἰεροῦ> Kl nach Koe, vgl. lat. 9 ἐκβαλεῖ Hu ἐκβάλη Μ Η 18 ἔχει] habens lat. 22 I. oἶκον <τῆς>? Kl)[*](6 entspricht gr. Z. 14f 17ff lat. las εἰ δέ τις <εὑρίσκεται>. . . ἔχων καὶ ἐν τῷ ναῷ <ὤν>Koe 20 <dei>Κοe, vgl. gr. 23 qui x*<μ)
v.10.p.555

Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἲδωμεν εἰ δύναται καὶ οὓτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἒλαττον τῆς ἐκκλησίας φύσει ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις, κατεσκευασμένη ἶνα χωρήσῃ δόξαν θεοῦ, περὶ ἡς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκοδομὴν τοῦ νεὼ ἐν αὐτῷ. τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ, τὴν ψυχήν, πεπληρώκαμεν οἱ ἁμαρτάνοτες πο,λούντων κα]κι ἀγοραζόντων λογισμῶν | καὶ ἂλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν· πεπληρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἂλλων πωλούντων καὶ ἀπεμπολούντων εἲ τι ἃγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν ὁ Ἰησοῦς καὶ πεπληρωμένοις λῃστῶν λο- [*](9ff Vgl. Hier. in Matth. 165 B: quod de ecclesiis dixwhus, iinusquisque el de se intellegat — 13 II. Paral. 5, 14; III. Regn. 8, 11) [*](3 εἰρημένης Hu εἰρημένου Μ H 9 φήσει H 15 ὀφθείσης Ηc ὀφθήσης Ηa ὁφθήση Μ 20 f πωλούντων — λογισμῶν] gr. kürzt ? vgl. lat. 27 ἂγιον] ἂλλο Μ 28 ἦν] est lat. 30 ληστ <ικ> Koe 27 aliquid L 29 <Iesus> Koe, vgL gr.)

v.10.p.556
γισμῶν τὸ γέγραπται· ὁ οἰκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. ὁ μὲν οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπήλαιον λῃστῶν τὸν οἶκον τῆσπροσευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. οἱ δέ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρήκασι· »σταύρου σταύρου αὐτόν«, περὶ δέ τοῦ λῃστοῦ Βαραββᾶ · »άπόλυσον ἡμῖν τὸν Βαραββαᾶν«. διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δέ μεθ’ ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν »τῆς πονηρίας« Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον κοὶ εἰς φυλακὴν« κατακεκλεισμένον, ὃν καθ’ ἑαυτῶν ἠξίωσαν ἀπολυθπηναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.

Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτοὺς καὶ τὰ ἑξῆς ἕως τοῦ ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. (Matth. 21 14-16).

Τὰ μὲν τῆς λέξεως δῆλα. [*](10 Luc. 23, 21 - 11 Luc. 23, 18 - 17 VgL Eph. 6, 12 - Vgl. Joh. 18, 40– 18 Vgl. Luc. 23, 25) [*](5 f τὸν οἰκον τῆς προσευχῆς σπήλαιον ληστῶν M 21 βαραβᾶς H 23 ff vorher: ἐρὶ (!) τῶν ἐν τῷ ἱερῷ θεραπευθέντων τυφλῶν κοὶ χωλῶν H 23 καὶ] αὶ (!) H 26 ὅτι < Ηa (i. m. Hc?)) [*](1 scriptum est y* <L 3 eam] illam B 5 fecerunt B 6 eiecit x* eiicit μ 12 odie usque G (B^) 14 secum y* <L)

v.10.p.557
ἀκολούθως δὲ ταῖς προαποδεδομέναις ἀναγωγαῖς λεκτέον ὅτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῷ οἴκῳ τῆς προσευχῆς, τῇ ἐκκλησίᾳ, οὐ πάντες εἰσὶ βλέποντες οὐδὲ (ἵν᾿ οὕτως ὀνομάσω) εἰσὶ γάρ τινες καὶ τυφλοὶ καὶ ἂλλοι χωλοὶ τῶν ἀθροιζομένων, οἳτινες ἐκ τοῦ συναισθέσθαι τῆς ἑαυιτῶν τυφλότητος καὶ χωλότητος καὶ τοῦ γινώσκειν ὅτι οὐδενὸς ἢ τοῦ θεοῦ ἔργον ἐστὶ καὶ τοῦ λόγου τοῦ θεοῦ τὸ θεραπεῦσαι αὐτοὺς προσελθόντες αὐτῷ θεραΠεύονται.

μετὰ τοῦτο γέγραπται ὅτι οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καίτοιγε ἰδόντες τὰ θαυμάσια ἃ ἐποίησεν ὁ Ἰησοῦς, καὶ τῶν παίδων ἀκούοντες δοξαζόντων τὸν υἱὸν τοῦ θεοῦ ἐν τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἡγανάκτησαν καταφρονοῦντες τῶν ὑμνούντων τὸν Ἰησοῦν παιδίων, καὶ ἀγανακτήσαντές φασι τῷ σωτῆρι· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ δυσωπῶν αὐτοὺς ἀπεδρίνατο ὅτι τοσούτῳ τοσούτῳ ἐν ταῖς θείαις ἀναστρεφόμενοι γραφαῖς μέχρι τοῦ δεῦρο ἀνέγνωτε, ἳνα μὴ καταφρονήσητε τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων ὑμνούντων ἐμέ καὶ τὸν ἐν τοῖς οὐρανοῖς πατέρα μου, ὅτι ἐκ στόματος νηπίων κοὶ θηλαζόντων κατηρτίσω αἶνον;

[*](8 Vgl. Gal. 2, 14?)[*](2 ἀναγογαῖς H 10 συνέσθεσθαι H 12 θεοῦ] 1. Ἰησοῦ Kl, vgl. lat. 26 οὐκ ἀκούεις M 33 τοῖς <Ηa)[*](9 *** Diehl, vgl. gr. 11 <et clauditatem) Kl, vgl. gr. 24/25 lactantium G)
v.10.p.558

Μήποτε οὖν, ὡς κατὰ τὴν ἱστορίαν ψεκτοί εἰσιν οὗτοι οἱ ἀρχιερεῖς καὶ γραμματεῖς, οὓτως καὶ κατὰ τὴν ἀναγωγή εἰσί τινες ψεκτοὶ ἀρχιερεῖς, τὸ ὄνομα τῆς ἐπισκοπῆς οὐ κοσμοῦντες τῷ ἑαυτῶν βίῳοὐδὲ ἐνδεδυμένοι τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὗτοι οὖν, καίτοιγε βλέποντες τὰ τοῦ θεοῦ θαυμάσια, οὐδὲν ἧττον καταφρονοῦσι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν μὲν καὶ νηπίων ὑμνούτων δὲ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ ἀγανακτοῦσιν ἐπὶ τῇ τούτων προκοπῇ καὶ κατηγοροῦσιν αὐτῶν παρ' <ἀτῷ> τῷ Ἰησοῦ ὡς τῶν μὴ ἁμαρτανότων, καὶ ὡς <μὴ> ἀκουόντι <μηδὲ> τάξιν τηροῦντι λέγουσιν αὐτῷ ἀκούεις τί οὗτοι λέγουσι; καὶ τοῦτο δὲ ἔτι μᾶλλον συνήσομεν ἐπιστήσαντες, τίνα τρόπον πολλάκις τοῖς ζέουσι τῷ πνεύματι καὶ μέχρι φυλακῶν πρὸς τοὺς ἀπίστους παραβαλλομένοις καὶ <παντὸς> κινδύνου καταφρονοῦσι μετὰ πόσης εὐτονίας ἀσκοῦσιν ἁγνείαν καὶ παρθενίαν ἰδιώταις λέξει, ἐπιπλήσσουσιν ὡς ἀτάκτοις οἱ ψεκτοὶ ἀρχιερεῖς καὶ ἐγκαλοῦσιν [*](7f Vgl. Rom. 2, 20 — 19 ff Uber diese KJasse von Heiligen vgl. Harnack TU 42, 4, 135 — 21 Vgl. Rom. 12, 11 ? — 27 Vgl. II. Kor. 11, 6 ?) [*](5 ἀρχιερεῖς + et presbyteri lat. 7 γνῶσιν Kl, vgl. lat. δήλωσιν Μ H 9 τοῦ θεοῦ] ἑαυτῶν Μ 15 παρ’ <ὐτῷ> τῷ Ἰησοῦ Kl, vgl. lat. 17 Hu, vgl. lat. I ἀκούοντι Lo, vgL lat. ἀκουότων Μ H | <μηδὲ> Lo, vgL 18 τηρουντι Lo, vgL lat. τηρούντων Μ H 24 <παντὸς> Kl, vgL lat. 26 <δὲ οὖσι> Koe, vgL lat.) [*](4 ecclesiam (Christi)] lat. las συναγωγὴν st. ἀναγωγῆν Koe 7 scientia B L 8/9 mii-abilia] miracula G L 26 > student μ 27 coarguunt Kl nach ρ, vgl. gr. quos arguunt y* quos L)

v.10.p.559
αὐτοῖς παρὰ τῷ Ἰησοῦ, ὡς αὐτοὶ δικαιότερον πράττοντες τῶν οὕτως <ἁπλῶν καὶ> σπουδαίων καὶ χρηστῶν παιδίων. ἀλλ᾿ ὁ Ἰησοῦς τοῖς παισίοις μὲν μαρτυρεῖ, τοῖς δέ ἀρχιερεῦσιν ἀμαθίαν <γραφῶν> ἐγκαλεῖ διὰ τοῦ λέγειν· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπὰν ἴδῃς ἐν τῆς ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἂδολον γάλα« ἐπιποθοῦντας καὶ θηλάζοντας αὐτό, γάά ποτιζομένους, ἔτι καὶ ὑμνοῦντας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θώρει ὅτι Πληροῦται ἐπ᾿ αὐτῶν τὸ ἐκ στόματος νηπίων καὰ θηλαζόντων κατηρτίσω αἶνον. ἑαυτῷ γὰρ ὁ θεὸς αἶνον ἐν τοῖς τοιούτοις καταρτίζεται, ἐφ’ οἶς εὐχαριστῶν τῷ πατρὶ ὁ υἱὸς λέγει· »ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις · ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο« καὶ τὰ ἑξῆς.

Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως [ἓως] [*](12 I. Petr. 2, 2 - 15 Val. I. Kor. 3, 1 - 22 Matth. 11, 25f) [*](2 τῶν οὕτως] τοιούτων Koe, vgl. lat. 3 <ἁπλῶν καὶ> Koe, vgl. lat. 6 <γραφῶν> Kl Koe, vgl. lat. 12 πέτρον Kl πρότερον Μ H 15 γάλακτι Μ 19 κατηρτήσω H 22 υἱὸς Kl, vgl. lat. ις MH 29 vorher: Περὶ τῆς ξηρανθείσης συκῆς Η 30 [ἓως] Koe) [*](7 scripturarum imputat L 10. 17 lactantium G 14 eum] ipsum μ | *** Kl, vgl. gr. | deum + et L 19 perficit] perfecit R G perficiet L 23 <et prudentibus> KI, vgl. gr. 25 quoniam] quia B < G 29 et relictis illis] secundum mathm XVII. In illo terapore L | abiit + lesus L)

v.10.p.560
εἰς Βηθανίαν καὶ τὰ ἑξῆς εως του καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ Προσευχῇ πιστεύοντες λήψεσθε. (Matth. 21, 17—22.)

Τινας καταλιπὼν ὁ Ἰησοῦς ἐξῆλθε τῆς τῶν Ἱεροσολύμων πόλεως, λεως, ἀφ᾿ ἧς ἐξελθὼν ἐν Βηθανίᾳ ἦν ἢ τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ »τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κραζοντας ἐν τῷ ἑερῷ καὶ λέγοντος· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«. οὐδέν δ’ ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ δαὶ τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκότας τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; κοὶ ἐπεὶ κατέλιπεν έκεῖνα τὰ Ἰεροσόλυμα κακὶ ἔξω γέγονε τῆς πόλεως, δαὶ τοῦτο πέπτωκε κοὶ »λίθος ἐπὶ λίθον« ἢρξατο μὴ μένειν ἀλλὰ καὶ καθαιρεῖσθαι ἓως πάντα καταλυθῇ. ἦλθε δ’ εἰς Βηθανίαν, τὸν τῆς [*](16 Matth. 21, 15 — 28 Vgl. Matth. 24, 2 — 32ff Ygl. Hier. in Matth. 166 D: ivit Bethaniam, quod interpretatur domus ohoedientiae , iam tunc vocationem gentium praefigurans ; Wutz Onom. sacra 39) [*](1 ἓως τῆς βηθανίας 13 τῶν <M 17 ν <ν Ἰησοῦς> Koe, vgl. lat. 17/18 κραυγάζοντας M 21 δἐ Μ 32 ἦλθε δ’ Kl, vgl. lat. ἦλθεν (M) H) [*](2 — 8et — continuo] Omelia Origenis de eadem lectione L 15 sciebant] lat. las εἰδότας 22 *** Diehl Kl, vgL gr. 25 lactantium G)

v.10.p.561
ΥΠΑΚΟΗΣ ΟΙΚΟΝ, τὴν ἐκκλησίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνεπαύσατο, ἐπεὶ μὴ εἶχεν έν Ἱεροσολύμοις » ποῦ τὴν κεφαλὴν κλίνῃ«, ἃτε τοιούτων ἀρχιερέων καὶ γραμματεων ὂντων ἐν αὐτοῖς. ὃτε δέ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς YΠΑΚΟΗΣ ΟΙΚΩΙ μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν οὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἒξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ αὐτήν , καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἒμφασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ᾿ ἐπεὶ ἒμψυχος ἦν αὓτη ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκουούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. τὸ δέ λεγόμενον τοιοῦτον ἠν· ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰών, μηκέτι γένοιτο ἔν σοι καρπός. διὰ τοῦτο ἂκαρπός ἐστιν ἡ Ἰουδαίων συναγωγή, καὶ τοῦτο γίνεται αὐτῇ ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ἕως [*](1ff Vgl. Hier. in Matth. 166 E: ut in urhe maxima nullum hospitem, nullam invenerit mansionem; Wutz Onom. sacra 39 — 4 Matth. 8, 20 — 31 Vgl. Matth. 28, 20) [*](4 κλίνῃ Kl, vgl. lat. κλίναι ΜΗ 11 χριστὸν + aliquantulum lat. 12 ἣν + paulo ante lat. 16 ff Περὶ τῆς συκῆς Μ a. R.) [*](10 constituendi] lat. las συστῆσαι Koe 11/12 aliquantulum Christus y Christus aliquantulum R ? aliquantulum L 26 nascatur fructus L)
v.10.p.562
»τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ«. ἐξηράνθη δὲ ἡ συκῆ, ἔτι ἐπιδημοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν οις ὡς ἀνθρώπου > οῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστήριον καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συκῆνκκ ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἒχητε πίστιν κοὶ μὴ διακριθῆτε , οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἲπητε· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ καὶ μὴ διακρινόμενοι ποιοῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ »ὑμῖν ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δέ οὐκ ἀξίους κρίνετε ἑαυτούς, [*](1 Vgl. Rom. 11, 25 — 2f Vgl. Bar. 3, 38 — 29 Act. 13, 46 (Zum Text des Zitats vgl. S. 530, 29ff ; 630, 18ff)) [*](4 ἐν οις ὡς ἀνθρώπου οῦντος Kl, vgl. lat. und Bar. 3, 38 ἐνανθρωποῦντος Μ H 10 ξηρανθήσης MaHa 12 τῷ1] τὸ Μ 20 ἐμποδὼν Μ 29 f Zur Dif f erenz im Zitat zwischen gr. und lat. s. oben) [*](lOf <et — sunt> Diehl vgl. gr. 21 et] etiam L)
v.10.p.563
ἰδοὺ στερφόμεθα εἰς τὰ ἒθνη«, καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐτήν, ἵν’ ἡ ζωτικ]κη δύναμις αὐτῆς μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς άπὸ τῶν Μνῶν.

Πρὸς τῷ δέ ποιεῖν τὸ τῆς συκῆς τοὺς μαθητὰς <ἒτι> ἐπαγγέλλεται αὐτοῖς ὁ τοῦ Μοῦ λόγος, ἐὰν ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι <καὶ> τῷ <βλεπομένῳ> τε καὶ> δεικνυμένῳ ὑπ᾿ αὐτοῦ ὄρει, τῇ ἀντικειμένῃ ἐνεργείᾳ ἐΠαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἲρεται γὰρ ἀφ’ ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰησοῦ τὸ βαρὺ τῆς καίας ὄρος, ὁ σατανας, αἲροντος αὐτὸν τοῦ νικήσαντος αὐτον, καὶ βάλλεται εἲς τὴν θάλασσαν, τὴν ἂβυσσον, βάλλοντος αὐτὸν εἲς τὸν ἂξιον αὐτοῦ τόπον τῆς κολάσες. καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν ψαλμοῖς λέγεται τὸ »αὓτη ἡ θάλασσα ἡ μέγάλη καὶ εὐρύχωρος · ἐκεῖ πλοῖα Ι διαπορεύεται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἒπλασας ἐμπαίζειν αὐτῷ«. καὶ ἐν ἂλλῳ ψαλμῷ· ἐκεῖ »συνέθλα- [*](28 Ps. 103, 25f — 33 Ps. 73, 13–14 (var. lect.)) [*](2 συστρεφόμεθα H 10 <ἒτι> Diehl, vgl. lat. 13 <καὶ> Diehl Kl Koe, vgl. lat. | <βλεπομένῳ τε καὶ> Kl Koe, vgl. lat. u. S. 564, 9 20 βαρὺ + illa lat. | ὄρος + ille lat. 25 αὐτοῦ Μ) [*](4/5 transierit + ab eis y 11 *** Diehl KI, vgl. gr. 20 altitudo] lat. las βαθὺ st. βαρὺ)

v.10.p.564
σας τὰς κεφαλὰς τῶν δρακόν <των ἐπὶ τοῦ ὓδα>τος«, δῆλον δέ ὅτι ἐν τῇ θαλάσσῃ, κοί· ἐκεῖ »συνέδλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν«. αἲρεται οὖν καθ᾿ ἓκαστον τῶν ὑπὸ τοῦ λόγου καταρτιζομένων εἰς σωτηρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπόμενον καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν τῷ καθ᾿ ἓκαστον τῶν ἀκουόντων ὂρει· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν , λέγοντος δέ μετὰ τοῦ ἒχειν πίστιν καὶ μὴ διακρίνεσθαι, ἶνα καὶ τὸ λεγόμενον γένηται. καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ὁ ἔχων πίστιν καὶ μὴ διακρινόμενος αἰτήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται.