Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Πλὴν μὴ ἔχων ἀποδοῦναι τὰ τάλαντα (ἀπολωλέκει γὰρ ταῦτα) ἔχει γυναῖκα καὶ τέκνα καὶ ἄλλα περὶ ὧς γέγραπται· πάντα ὅσα ἔχει. καὶ ἦν δυνατόν, πιπρασκόμενον αὐτὸν μετὰ τῶν ἰδίων εὐπορῆσαι, τοῦ ὠνησαμένου αὐτὸν καὶ πληρώσαντος διὰ τῆς τιμῆς αὐτοῦ καὶ τῶν αὐτοῦ πᾶν τὸ ὄφλημα· καὶ οἷόν τε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γίνεσθαι δὲ τοῦ ὠνησαμένου. καὶ ἐπιδικάζεταί γε τοῦ μῆ πραθεὶς ἅμα τοῖς ἴδίοις μένειν ἐν τῇ τοῦ βασιλέως οἰκίᾳ· [*](3 Prov. 20, 6 – 5 Vgl. Ex. 25, 39; 38; 38, 17 – 14 Vgl. I. Paral. 22, 14 1 τοσ<αῦτα–αὐθρώπους Κl nach Diehl τοσούτους Μ Η (ουτους aus ανους verlesen) 2 αὐτῶν Η a 6 χρυσοῦ Η u χρόνου Μ Η |λιχνία Η 7 ἡ <ἐκ> Κl 13 δέδεικται Diehl, vgl. λέλεκται Μ Η 27 τιμῆς <Μ 30 γενέσθαι Η 4 homo x* et hoc ρ 19 dei < L)

v.10.p.301
διὸ πεσὼν προσκυνεῖ αὐτῷ (θεὸν ἐπιστάμενος τὸν βασιλέα) καὶ λέγει· μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω σοι· ἦν γὰρ (εἰκὸς) καὶ δραστήροις, ὁρῶν ὅτι δύναται καὶ δευτέρων πράξεων ἀνπληρῶσαι πᾶν τὸ ἐνδεὲς ἀπὸ τῆς προτέρας ζημίας τῶν πολλῶν ταλάντοων. καὶ ὁ ἀγαθός γε βασιλεὺς οὗτος ἐσπλαγχνίσθη καὶ ἐπὶ τὸν ὀφειλέγην τῶν πολλῶν ταλάντων, καὶ τότε μὲν ἀπέλυσεν ἀυτόν, πλεῖόν τι χαρισάμενος αὐτῷ ἧς ἠξιώθη ἀξιώσεως. ὁ μὲν γὰρ ὀφειλέτης ἐπηγγείλατο μακροθυμήσαντι τῷ δεσπότῃ ἀποδοῦναι ἅπαντα τὰ ὀφειλήματα· ὁ δὲ σπλαγχνισθεὶς ἐπ’ αὐτῷ κύριος (οὐκ ἐπὶ τῷ ἀπολαβεῖν ἐκ τοῦ μακροθυμεῖν) τότε ἀφῆκεν αὐτὸν <οὐ> μόνον, ἀλλὰ καὶ παντελῶς ἀπέλυσεν, καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ. ὁ δὲ πονηρὸς δοῦλος οὗτος καὶ μακροθυμίαν ἀπὸ τοῦ δεστπότου αἰτήσας ἐπὶ τοῖς πολλοῖς ταλάντοις ἀνηλεῶς πεποίηκεν. εὐρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὅς ὤφελιεν αὐτῷ ἑκατὸν δηνάρια, κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις, πῶς δὲ οὐχ ὑπερβολὴν πονηρίας ἐπεδείξατο, δι’ ἑκατὸν δηνάρια κρατήσας τὸν σύνδουλον καὶ πνίγων καὶ ἀποστερῶν αὐτὸν ἐλευθέρας ἀναπνοῆς, αὐτὸς ἐπὶ τοῖς πολλοῖς ταλάντοις μήτε κρατηθεὶς μήτε πνιγείς, ἀλλὰ πρότερον μὲν κελευ- [*](5 <ὡς> εἰκὸς λ? 10 l. καὶ ἐσπλαγχνίσθη ἐπὶ ? Kl 19 ἀπολαβεῖν <ἀλλ’> Koe 20 <oὐ> Kl 28 ὄφειλεν Η 32 δυνάοια Η)
v.10.p.302
σθεὶς πραθῆναι ἅμα γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἑαυτοῦ, ὕστερον δὲ (μετὰ τὸ προσκυνῆσαι) σπλαγχνισθέντος ἐπ’ αὐτῷ τοῦ κυρίου ἀπολυθεὶς καὶ περὶ πάσης ἀφεθεὶς τῆς ἀφελῆς;

Καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν * * * ὁ εὐρεθεὶς σύνδουλος εἶς ὀφείλωψν, οὐ τῷ κυρίῳ ἑαυτοῦ ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δηνάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα τὸν δὲ πνιγόμενον σύνδουλοι καὶ λυπηθέντες σφόδρα καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. ὡς μὲν οὖν <ἐπ’> ἀληθείας ἔχει τὰ πρόγματα, ἀποφαίνομαι μηδένα <δύνασθαι> διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ »τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν«λύσαντος »πάντα«, ἐπισημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τ«παραβολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληροφοροῦντος δι’ ἐναργῶν ἀποδείζεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως <πάντων> τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν’ ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέτης πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸνν δηνάρια ἄλλος εἶς καὶ τὰ λοιπά, [*](20 Vgl. Marc. 4, 34 – 24f Vgl. Kol. 2,3 8 * * * Diehl Kl, vgl. lat. 17 <ἐπ’> Kl 19 <δύνασθαι>Kl, nach Diehl Koe 26 ἐνεργῶν Μ 28 <πάντων> Diehl, vgl. lat. 31 ἀνθρωπῳ ρ ἀνων Μ Η 11/112 * * * Diehl Kl, vgl. gr. 21 secrete (G) L Pasch secreta B 23 paraqbolae Pasch 26 [ aut] Kl)

v.10.p.303
εἴτε δύναται εἶναι ὁ προαποδεδομένος »ἄνθρωπος τῆς ἁμαρτίας« εἴτε καὶ ὁ διάβολος εἴτε μηδέτερος μὲν τούτων, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἤ τῶν ὑπὸ τὸν διάβολόν τις. ἔστι γὰρ τῆς σοφίας τοῦ θεοῦ ἔργον καὶ τὰ περὶ τῶν ἰδίως ποιῶν ἤτοι πεποιωμένων κατὰ τὰς τοιάσδε ποιότητας (εἴτε ἐν ἀοράτοις δυνάμεσιν, καὶ ἔν τισιν ἀνθρώποις) ἀποδοῦναι προφητευόμενα ὁπωσποτοῦν ὑπὸ τοῦ θείου πνεύματος ἀναγεγραμμένα. ὡς δὲ μηδέπων διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ <καὶ> ἕως τῶν τοσούτων χωροῦντα φθάνειν καὶ μετὰ τοῦ πνεύματος »πάντα« ἐρευνᾶν »καὶ τὰ βάθη τοῦ θεοῦ«, οἰόμεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τόν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλούμενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς.

Πότε δὲ ὁ (κατὰ τὴν παραβολὴν) βασιλεὺς ἄνθρωπος ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψασθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀναφέρειν τὰ λεγόμενα. εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν ἢ ἐπ᾿ αὐτὴν (κατὰ τὸν τῆς προσδοκωμένης κρίσεως [*](3 Vgl. II. Thess. 2, 4 – 18f Vgl. I. Kor. 2, 10 6 τὸν] τῶν Η 8/9 ἤτοι — ποιότητας < Μ 16 <καὶ> Koe 32 μὲν < Ηa 35 <ἄν τις> Kl, vgl. lat.) [*](4/5 <homo aut aliquis> Kl nach Diehl Koe. vgl. gr. 6 dei y* Pasch < L 31 debeamus Gc 32 sub y* Lc sumb La 35 salvet Diehl. vgl. gr. (ABBREV) lvet G solvet B L)

v.10.p.304
τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δηνάρια καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τὰ λαντα; εἰ δὲ πρὸ τῆς κρίσεως. πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης συναιρόμενον λόγον ὑπὸ τοῦ βασιλέως ἀνθρώπου μετὰ τῶν δούλων φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ τῶν εὐαγγελιστῶν, ὅτι καὶ Ἰησοῦς »τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν ἐπέλυε πάντα« ὅτι καὶ διὰ τοῦτο ἀπέκρυψαν οἱ τὰ εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, ἐπεὶ μείζονα ἦν τὰ κατ’ αὐτὰς δηλούμενα τῆς τῶν γραμμάτων φύσεως. καὶ ἦν γε ἑκάστη λύσις καὶ ἡ σαφήνεια τῶν τοιούτων παραβολῶν τοιαύτη. ὡς μηδὲ αὐτὸν »τὸν κόσμον χωρεῖν τὰ γραφόμενα« εἰς τὰς τοιαὐτας παραβολὰς »βιβλία«. γένοιτο δ’ ἀνευρεθῆναι καρδίαν ἐπιτηδείαν καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι »πνεύμαιτ θεοῦ ζῶντος«. ἀλλ’ ἐρεῖ τις ὅιτ μήποτε ἀσεβοῦμεν οἹ θέλοντες (διατὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα 003C;καὶ> πειρώμενοι ταῦτα σαφηνίσαι, κἂν δοκῇ καθ’ ὑπόθεσιν. ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα. [*](12 Marc. 4, 34– 20ff Vgl. Joh. 21, 25 – 27 Vgl. II. Kor. 3, 30 10 ὑπὸ] περὶ Μ 11 ὅτι Κl εἰ Μ Η 18 γε Kl τε Μ Η 23 áneyreu[hnai koe ἂν εὑρεθῆναι M H 31 <καὶ> Kl nach Koe 5 qui G 5/6 <ante illud> Diehl Koe. vgl. gr.)
v.10.p.305
λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι οἱ μὲν ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος φθάσαι τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα βραχυτέραν περίνοιαν ἐπὶ ποσὸν λαμβάνομεν τῶν κατὰ τὸν τόοπον, φήσομεν ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν, εἴτε χάριτι θεοῦ εἴτε δυνάμει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν ἐμπιστεῦσαι γράμμασι. τινὰ δὲ γυμνασίας ἡμετέρασ καὶ τῆς τῶν ἐντευξομένων χάριν ἐπὶ ποσὸν ἐκτιθέμεθα.

Ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος· πρὸς δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παραβολῆς βασιλεὐς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν ὅτι ἔοικεν περὶ τὸν κεκηρυγμένον γίνεσθαι. παριστᾶσι δὲ τοῦτο μία μέν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου εὐαγγελίου παραβολή, μία δὲ ἐκ τοῦ κατὰ Λουκᾶν. καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέμενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ’ αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον Joh. (IV, 467, 22f): γυμνάσωμεν τὰ [*](13f. Vgl. Orig. tom. XXXII, 24 κατὰ τὸν τόπον, κρινοῦντος τοῦ ἐντευξομένου κτλ. 1 οἱ] εἰ Η 5 φθάσαι unleser lich in M < H 7 βραχυτέραν Koe, 9 φήσωμεν . . . πολλῶν Η a, corr. H centum 14 ἐντευξομένων <ὠφελείας> Keo 16 ἀπολελογΐσθω M 26 δὲ +καὶ Η 21. 32 dicemus Kl, vgl. gr. dicimus x 21 lat. las περὶ τῶν κεκηρυγμένων . . . καιρῶν? Origenes X 20)

v.10.p.306
παραβολή ἐστι δηλοῦσα ὅτι »ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ«, καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινί δὲ ἓν τάλαντον. εἶτ’ ἐκεῖνοι παποιήκασι περὶ τὰ ἐγκεχερισμένα,

καὶ »μετὰ πολὺν χρόνον ἔρχεται ὀ κύριος τῶν δούλων ἐκείνων« καὶ αὐταῖς λέξεσι γέγραπται ὅτι »καὶ συναίρει μετ’ αὐτῶν λόγον«. <καὶ σον οὖν ὃ λέγει· »καὶ συναίρει μετ’ αὐτῶν λόγον«< καὶ σύγκρινον τῷ καὶ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, καὶ ὅρα ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνονμ καθ’ ὃν »ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου«, ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε »μετὰ πολύν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων«, τὸν ἐπὶ συντελείᾳ ἐν τῇ κρίσει καιρόν· μετὰ γὰρ χρόνον πολὺν »ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον« καὶ τὰ ἑξῆς γίνεται. 1 Matth. 25, 14 – 15 – 10. 12f 22 Matth. 25, 19 [*](8 εἶτα Μ | ἐκείνη Η 13 <τήρησον —λόγον> Klvgl. lat. 19 ἐν <M ab 2 <demonsstrat, quoniam> Kl, vgl. gr. 7 talentum unum] commisit unum talentum R G c 15 cum eis rationem G 18 vide Kl, vgl. gr. vides x 22 <autem> Koe, vgl. gr. 25 esse] Übergang in den acc. c. inf. Diehl 26 consummationem L)

v.10.p.307
ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«, πορευόμενος ἐκάλεσε δέκα δούλους καὶ »ἔδωκεν αὐτοῖς δέκα μνᾶν, καὶ εἶπεν αὐτοῖς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι«. οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων »πρεσβείαν ὀπίσω αὐτοῦ«, οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἐπανῆλθε λαβὼν »τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο«. ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ »εὖγε, ἀγαθὲ δοῦλε ἵτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου«, δίδωσιν αὐτῷ ἐξουσίαν αὐτοῦ. καὶ ἄλλῳ <τῷ> τὴν μνᾶν πενταπλασιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· »καὶ σὺ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· »ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε«, »καὶ [*](3 Luc. 19, 12 — 6 Luc. 19, 13 — 9 ff Vgl. Luc. 19, 14 — 12 Vgl. Luc. 19, 14 — 15 — 17 Vgl. Luc. 19, 16 — 19 Luc. 19, 17 23 f Vgl. Luc. 19, 18 — 19 — 28 Vgl. Luc. 19, 19 — 30 f Luc. 19, 22. 24 5 δούλους + suos lat. 11 αὐτὸν] αὐτῶν Μa 13 εἶπεν Kl, vgl. lat. εἰπὼν M H 17 ποιήκασι Ha 20 πιστῶς Ha 23 <τῷ> Diehl 8 donec] dum L 13 vocar <i iuss > it Diehl vocavit x)
v.10.p.308
τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι«. τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παραβολῆς οὐ φήσειὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι« ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασιλείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἰ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λόγον ὃν ἐπιστεύθηαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου <τούτῳ> τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀποστήσαντα αὐτῷ ἔθνη;

Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε »εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς γνῷ τί διεπραγματεύσαντο«, καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παραβολῆς, ὅτι καὶ <τὸ> ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι᾿ ἣν (καθ᾿ ἑτέραν παραβολὴν) [*](5 f Vgl. Luc. 19, 21 — 23 Luc. 19, 15 10 τῶν] omnium quae lat. 14 ἐμπολιτευσαμένω Ha | <τούτῳ> Diehl Koe, vgl. lat. 24 [ἐ]δεδώκει Kl, vgl. S. 307, 15 28 καὶ < Ma 29 <τὸ> Koe 4 dicet Koe 7 reverti]redier B 8 abiit] οἱονεὶ scheint übergangen, wie S. 310, 11 9 eo] eis G L 33. l. [et]iam? Kl, vgl. gr.)

v.10.p.309
»ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«. ὑποστρέψας οὖν καὶ λαβὼν »τὴν βασιλείαν« ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναίρειν, προσηνέχθη εἷς ἀφειλέτης πολλῶν ταλάντων· προσηνέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν οἶμαι ἀγγέλων. καὶ τάχα εἶς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς αὐτὴν διοκήσας, ἀλλὰ διασκορπίας τὰ ἐγχειρισθέντα, ὡς ὀφειλέτην αὐτὸν γενέσθαι πολλῶν ταλάντων ὦν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἐχων ἀποδοῦναι, κελεύεται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ᾿ ἧς γέγονε κοινωνὸς ἀυτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἄν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν ταιαῦτα κατὰ τὸν τόπον ὑπολαμβάνομεν ὅτι. ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὔτως εἴη ἂν ἑτέρων μήτηρ, [*](1 Luc. 19, 21 – 32 Vgl. Gal. 4, 26 7 προσηνέχθη + ei lat. 8 πολῶν H 12 ἐστϊ Μ 16 τὰ] omnia lat. 23 δὲ οὐδὲ Μ 15 <qui> Diehl, vgl. gr. 18 est R Gc B < Ga L 22 quorundam y* multorum L 24 videre ρ (in notis) videri x | in < R 33 mater est y* < L)
v.10.p.310
ἀνάλογου Ἱερουσαλὴν μητρί, φέρ᾿ εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ <Μίμφις, ἑτέρων δὲ Τύρος> καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. εἶθ᾿ ὥσπερ Ἱερυσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη »τῷ ἀνδρὶ αὐτῆς« Χριστῷ, οὕτως εἶεν ἄν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρωμένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτεταγμένων αὐταῖς ἀρχόντων <ὡς πατέρων>. θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ὅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχειν, ὅστερον δὲ σπλαγχνιστεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ᾿ ἵνα ἠμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. ἕκαστος οὖν τῶν ἐχόντων (ὡς ἀπο- [*](6 Vgl. Orig. hom. XI, 4 in Num. (VII, 83, 28): rex gentis impiae — 7 f Vgl. Apoc. 21, 2 1 φέρε Μ 2 <Μίμφις—Τύρος> Kl, vgl. lat. 15 ἢ1 Kl, vgl. lat. καὶ M H 17 <ὠς πατέρων> Kl, Koe, vgl. lat. 20 ἀνθρώπῳ Koe, vgl. lat. τῶ Μ Η 9 virtutum] virorum G L 14 soenes Kl soaenae G syene (B) L | memphidis ρ memphitis (G) L memfis B 27 <eum et dimisit> Diehl, vgl. gr. 32 habentium Ga B L habens R Gc)
v.10.p.311
δεδώκαμεν) γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔκθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λαβὼν »Σοήνης Μέμφεως ἢ Τύρου καὶ ἕκαστος αὐτῶν ἔχεδι, ὡς ἄρχων τινὸς <ἢ> Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας.

οὗτος οὖν, ἀπολυθεὶς καὶ συγχωρηθεὶς πᾶσαν τὴν ἀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο (οἶμαι) ἔπνιγεν, ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βασιλέως· οὐκ ἄν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς γραφῆς, ὅπως ὁ μὲν πεσὼν προσεκύνει, ὁ δὲ πεσὼν οὐ προσεκύνει ἀλλὰ παρεκάλει. | [*](27 ff Vgl. Luc. 19, 15 3 ἡνείκα Ha 8 καὶ <γὰρ> Koe, vgl. lat. 9 <ἢ> Kl, vgl. lat. 13 οὖν + <ὁ> ? Kl, vgl. lat. 20 ἦν < Ha 30 — 32 ὁ — προσεκύνει < Η 3 aut] vel B 10 Soenes Kl (vgl. Ga) syenis (y) L | Memphidis ρ memfis y memphitis L 13 qui y* < L 19 <et>ideo? Kl, vgl. gr. 21 si non] nisi L 21 denarios debebat L)

v.10.p.312
kαὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ. κάκεῖνος μὲν <καὶ> πρὸς τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. καὶ πρόσχες ὅτι οἱ σύνδουλοι οὐ διέβαλον ἢ εἰρήκασιν ἀλλὰ διεσάφησαν, ὅτι τὸ πονηρὲ οὐκ εἶπε κατ'ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ'ἐτήρησεν ὅστερον περὶ τοῦ συνδούδου. [*](7 <καὶ>Κl, vgl. lat. 12 συγχωρηθεὶς <ἐξελὼν>? Κοe, vgl. lat. 26f καὶ—διεσάφησαν bis scr. H 12 1.<e>vadens? Kl, vgl. gr. 18 facta] peccata G 32 sibi Gc B sibi ei Ga L 34 vel Kl, vgl. gr. et x)
v.10.p.313
ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως. οὐκ εἶπε. προσεκύνησάς μοι, ἀλλά. παρεκάλεσάς με καὶ οὐκέτι <ἐκέλευσεν>αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ἀλλὰ παρέδωκε τοῖς βασανισταῖς <ὡς πεισόμενον> τὸ χεῖρον διὰ τὴν πονηρίαν. τίνες δ'ἂν εἶεν οὖτοι ἢ οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι; ἃμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουργοῦ ὡς ὀργίλου διὰ τὰ ἐμφαίνοντα ὁργὴν θεοῦ ῥήματα, ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγορεῖν, ἐπείπερ ὁργισθεὶς παρέδωκε τὸν ὀφειλέτην τοῖς βασαωισταῖς. ἔτι δὲ λεκτέον τοῖς μὴ βουλομένοιςλ παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς ὅτι διηγήσασθε ἡμῖν, ὦ οὖτοι, τίς

[*](13 ἀλλ'ἐπαρεκάλεσας Μ 16 <ἐκέλευσεν> Κl, vgl. lat. 19 <ὡς πεισόμενονx003E; Diehl, vgl. lat.)[*](8 dicens <B 24 1. <quam> qui 2? Kl, vgl.gr.)
v.10.p.314

ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονηρὸν δοῦλον τοῖς βασανισταῖς; προσεχέτωσαν δὲ καὶ τῷ οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ πατήρ μου ὁ οὑράνιος. τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ ὅτι ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱὸς εῖπε. »πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με«καὶ τὰ ἑξῆς. τὸ συμπέρασμα μέντοι τῆς παραβολῆς καὶ τοῖς ἀπλουστέροις ἁρμοζει. πάντες γὰρ ὅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἀμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ <συν> δούλῳ.

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους (19,1[—2]).

Ὁ ἕκαστον τῶν προκειμένων προβλημάτων ἐντελῶς διεξιών, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὖτος τελεῖς τοὺς ἐσυτοῦ λό0γους. θαρσαλεώτερον δ'αὖ τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον πάσῃ ἀναγνώσει παλαιᾶς καὶ καινῆν διαθήκης. ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ ἐτέλεσε τοὺς λόγους τούτους, ἢ Μωσέως ἤ τινος τῶν προφητῶν, ἀλλ'ἢ μόνου τοῦ Ἰησοῦ,λ τότε τολμήσας ἄν τις εἴποι ὅτι μόνος ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι καὶ πληρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου διὰ τοῦ [*](8 Luc. 19,27 17 <συν>δούλῳ Κl 25 αὖ Κl ἂν Μ Η 30 μωüσέος Μ Η 33 μόνος Η u μόνους Μ Η 35 ἐπιθῆναι Η)

v.10.p.315
»ἐρρέθη τοῖς ἀρχαίοις« καὶ τὰ ἑξῆς. καὶ πάλιν. »ἵνα πληρωθῇ τὰ εἰρημένα διὰ τῶν προφητῶν«. εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν συνεξετάζοι καὶ τελεσθέντας ὑπ' ἐκείνων λόγους τελεσθεῖσαιν ὑπὸ τοῦ σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους, καίτοιγε κἀκεῖ ξητηθείη ἄν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ ἐτέλεσεν, ἢ ἐπὶ τῶν Μωσέως ἢ τινος τῶν προφητῶν εἰρημένων ἢ ἐπὶ συναμφοτέρων. ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοήματα τοῖς ἐπισταμένοις »πευματικὰ πνευματικοῖς«συγκρίνειν καὶ διὰ τοῦτο λαλοῦσιν »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ'ἐν διδακτοῖς πνεύματος«. ἄλλος δ' ἄν τιςς περιεγότερον ἀκούων τοῦ ἐτέλεσεν, τεταγμένου ἐπὶτῶν μυστικωτέρων΄(καθὸ ὁ μέν τις »παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς« οὑκ ἐπαινετῶς, ὁ δέ τις μυστήρια θεοῦ τοῖς ἀξίοις, καὶ ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς) εἴποι ὅτι τελετὴν ἐποίησε μυήσας αὐτούς, δἰ ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι δυνατοί, ὡς κηρυχθῆναι »τὸ εὐαγγέλιον« Ἰησοῦ [*](1 Matth. 5, 21 - 2 Matth. 14, 49 vgl. Luc. 22,22- 15ff Vgl. I. Kor. 2,13 - 22 Sap. Sal. 14, 15 - 30f Vgl. Matth. 24, 14 - Vgl. Matth. 26, 13 4 ἐκείνοις +<ὅτι ἐτέλεσαν τοὺς λόγους> Koe 5 συνεξετάζοι Κοe(d.h. der τισ S. 314 Z. 33) συνεξετάξη Μ ἐξετάζη Η 6 λόγους <λόγοις> Diehl 11 ἐλεσεν Ηa | μωυσέως Μ Η 14 ὑποβάλοι Μ 20f τοῦ ἐτέλεσεν ἀκούων Η2)
v.10.p.316
»ἐν ὅλῳ τῷ κόσμῳ« καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἢν ἔλεκει ὁ τελετὴν πάσης ψυχῆς, ἢν ἔλκει ὁ πατὴρ τὸν υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος. »οὐδεὶς ἔρχεται πρὸς με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν«. διὰ τοῦτοδὲ καὶ ὁ λόγος τῶν χάριτι θεοῦ προσβευόντων τὸ εὐαγγέλιον καὶ»τὸ κἠσυόντων τὸ ἐαγγέλιον καὶ »τὸ κήρυγμα« αὐτῶν »οὐκ ἐν πειθοῖ σοφίας«γέγονε »λόγων, ἀλλ'ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«, οἶς ἐτελέσθησαν οἱ λόγοι τῆς διδασκαλίας Ἰησοῦ. καὶ σὺ μὲν οὖν τηρήσεις, ὁσάκις εἴρηται τὸ ἐτέλεσε καὶ ἐπὶ τίσι. λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ τοῖς μακαρισμοῖς καὶ ὅλῃ τῇδιδασκαλίᾳ λελεγμένον, οἶς ἐπιφέρεται. »καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὅχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ«.

Ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ' ἣν »ὡμοιώθη ὁ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖς, ὅστις ἠθέλησε συνπαραι λόγον μετα τῶν δούλων αὐτοῦ«, ἔτι δὲ ταύτης ἀνωτέρω τέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμμένα.

πλὴν ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, [*](5 Joh. 6, 44 - 9ff Vgl. I. Kor. 2,4 - 18 Matth. 7, 28 - 26 Matth. 18, 23 - 29f Vgl. Matth. 11, 1; 13,53 12f τοῦ Ἰησοῦ τῆς διδασκαλίας Η a 14 ὅσα Μ 15 λήψει Η 17 λέλεγμένον Diehl λελεγμένοις Μ Η 26 ὁμοιώθη Η 26 τῶν οὑρανῶν]τοῦ θεοῦ Μ)

v.10.p.317
λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναούμ, τότε μετῆρεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλι- λαίαν. ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ’ οἱονεὶ τὰ ἄκρα· ἔνθα ἀκολούθησαν αὐτῷ ὄχλοι πολ- λοί, οὕς ἐθεράπευσεπαρ’ α<ὐτοῖς> τοῖς ὁρίοις τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο <ἀνθρώποις>. τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων καὶ Πέτρου καὶ τῶν ἄλλων ἀφέν- των πάντα καὶ ἀκολουθησάντων καὶ [*](32ff Matth. 19, 27 2 καρφαρναούμ Μ 13 παρ’ α<ὐτοῖς> Koe, vgl. lat. παρὰ Μ Η 16 <ἀν- θρώποις> Κl Koe, vgl. lat. 3 Iudaeae + et reliqua L 34 in] de ρ)
v.10.p.318
Ματθαίου, ὅς »ἀναστὰς ἠκολούθησεν αὐτῷ«. οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ’ »ἀναστάς«· μεγάλη γὰρ ἡ προσθήκη τὸ »ἀναστάς«. εἰσὶν οὖν ἀεὶ οἱ μὲν (ὡς ὄχλοι) πολλοὶ ἀκολουθοῦντες, μήτε ἀνα- στάντες ἵνα ἀκολουθήσωσι μήτε ἀφέντες πάωτα τὰ πρότερα· ἀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ <πάντα ἀφέντες> ἀκολουθήσαντες, οἵ καὶ καθεδοῦνται [οἱ] »ἐν τῇ πα- λιγγενεσίᾳ« »ἐπὶ δώδεκα θρόνους«. πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, ἀκολουθησάτω τῷ Ἰησοῦ.