Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Τὸ δὲ ἑξῆς ἐργῶδες κατὰ ἀκολουθίαν τῶν προαποδεδομένων διηγήσασθαι. εἴποι γὰρ ἄν τις, πῶς ὁ στραφεὶς καὶ γενόμενος ὡς τὰ παιδία μικρός ἐστι τῶν πιστευότων εἰς τὸν Ἰησοῦν καὶ ἐπιδεκτικὸς τοῦ σκανδαλισθῆναι; πειραςώμεθα δὲ καὶ τοῦτο ἀκολούθως σαφηνίσαι. πᾶς ὁ τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆς περὶ αὐτοῦ ἱστορίαν καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγγέλιον πράξεων εἰς τὸ βιῶσαι κατ’ ἀρετήν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. <ὁ δὲ μὴ στραφεὶς πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία τοῦτον ἀμἠχανον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν

[*](19 Psal. 118, 165 23 πᾶς Hu, vgl. lat. αῶς MH 28/29 πρὸς τὸ γενέσθαι ὡς τὰ] εἰς τὰ βιῶσαι κατὰ Μ 30 τοῦτο Η 32–224, 1 <ὁ—οὐρανῶν> Kl. vgl. lat. 2 istis <GL> 6 haec y 8 dicit GL 10 quasi] sicut L 30/31 <hone—caelorum> Kl, vgl. gr.)

v.10.p.224
οὐρανῶν.> πολλοὶ οὖν οἰ τοιοῦτοι, ἀλλ’ οὐ πάντες οἱ στραφέντες πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, ἐφθάκασιν ὡς ἐπὶ τὸ ἐξομοιωθῆναι τοῖς παιδίοις· ἀλλ’ ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία ὁμιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. ἐν παντὶ οὖν τῷ πλήθει τῶν πιστευόντων εἰσὶ καὶ οἱ ὡσπερεὶ ἄρτι στραφέντες περὶ τὸ γενέσθαι ὡς τὰ παιδία, οἵτινες κατ’ αὐτὸ τὸ ἐστράφθαι ἵνα γένωνται ὡς τὰ παιδία μικροὶ χρηματίζουσι, καὶ τούτων οἱ στραφέντες μὲν ἵνα γένωνται ὡς τὰ παιδία, πολὺ δὲ ἀπολειπόμενοι τοῦ γενέσθαι ἀκριβῶς ὡς τὰ παιδία, <μικροί εἰσι καὶ> ἐπιδέχονται τὸ σκανδαλισθῆναι· ὧν ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς αὐτὰ ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. οἷς οὐ δέον ἀφορμὰς παρέχειν τοῦ σκανδαλισθῆναι· εἰ δὲ μή γε, ὁ σκανσαλίσας [*](19–22 Vgl. C v Nr. 19 Or.: ἐπεὶ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα αὐτῶν μὴ καταφρονῶμεν μηδὲ μαρ’ ἡμῶν ἀπόληταί τις τῶν μικρῶν – 19 Vgl. I.Kor. 3, 1? 22 ἄκρως Η 23 <μικροί εἰσι καὶ> Kl Koe, vgl. lat. 2/3 quemadmodum puer< y 7–9 tanto . . . quanto B Pasch)
v.10.p.225
δεήσεται ὡς συμφέροντος αὐτῷ ἐπὶ θεραπείᾳ <ὁμαρτίας> τοῦ κρεμασθῆναι μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης. οὕτω γὰρ τίσας τὴν αὐτάρκη δίκην ἐν τῇ θαλάσσῃ (ὅπου ὁ »δράκων« ὅ »ἔπλασεν ὁ θεὸς ἐμπαίζεις αὐτῷ«) καὶ οὕτω τὸ συμφέρον πρὸς τὸ τέλος ὁ κολασθεὶς παθών, ἐν τοῖς ἑξῆς <ἔξω> ἔσται τῶν κατὰ τὸ πέλαγος τῆς θαλάσσης πόνων, οὕς ὑπέμεινε καθελκόμενος ὑπὸ τοῦ ὀνικοῦ μύλου. εἰσὶ γὰρ καὶ μύλων διαφοραὶ ὡς εἶναι τὸν μέν τινα αὐτῶν (ἵν’ οὕτως ὀνομάσω) ἀνθρωπικόν, ἄλλον δὲ ὀνικόν· καὶ ἀνθρωπικὸς μέν ἐστιν ἐκεῖνος, περὶ οὗ γέγραπται· »δύο« ἔσονται »ἀλήθουσαι ἐν« ἑνὶ »μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται«, ὀνικὸς δὲ ὁ περιτεθηςόμενος τῷ σκανδαλίσαντι. εἴποι δ’ ἂν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἢ ἐσφαλμένως λέγων, ὀνικὸν εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές , ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει <πᾶς ἁμαρτωλός>, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγομένῃ πελάγει θαλασσίῳ, [*](7 Psal. 103, 26 — 18 Math. 24, 41 9 qui < Β 13 enim] autem μ (vgl. Pasch) 14 eorum G L 17 duo G 21 inponetur Diehl inponitur x 23 istis < G L Pasch | in Christum Pasch 24. 31 dimergatur G)
v.10.p.226
ὅπου ὁ »δράκων« ὅν »ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ«. ἄλλος δὲ τὸ σκανδαλίζειν ἕνα τῶν μικρῶν ἀνοίσει ἐπὶ τὰς ἀοράτους ἀνθρώποις δυνάμεις· πολλὰ γὰρ καὶ ἀπὸ τούτων σκάνδαλα εἰς τοὺς δεικνυμένους ὐπὸ τοῦ Ἰησοῦ μικροὺς γίνεται. ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πιστευόντων εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πράγματα τραχήλου, ἵνα διὰ τούτων 15 καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τίσαντες δίκην ἐν τῷ συμφέροντι αὐτοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.

Καὶ ἄλλη δὲ διήγησις παρὰ τὴν ἁπλούστερον λεγομένην λελέχθω, εἴτε ὡς δόγμα<τος> εἴτε ὡς γυμναςίου ἕνεκεν. καὶ ζητήσωμεν ποῖον προσκαλεςάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ σταθὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὅ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴτε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ-

[*](1 Psal. 103, 26 — 24—29 Vgl. Π 201, 7 An.: ὅπερ εἰ ἀναφέρεται εἰς τὸ ἅγιον πνεῦμα ζητήσεις. Vgl. Hieron. in Matth. 137 C: alii paruolum interpretantur spiritum sanctum, quem posuerit in cordibus discipulorum, utsuperbiam humilitate mutarent 8 σκανδαλίαωσι H | δεικνυομένων M 9 ἔνα <τῶν> ? Kl 13 ἐαυτὸν H 17 μύλου <τόπῳ> Diehl 20 δόγμα- <τος> Kl, vgl. lat. 25 ἑαυτὸν M 27 accepit] lat. las προσληφθὲν st. προσκληθὲν Koe 31 <subiectum> Diehl, vgl. gr.)

v.10.p.227
λόμενα πνεύματος,ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθεντα τῷ ἁγίῳ πνεύματι· ἅτινα παιδία ἔδωκεν ὁ θεὸς τῷ σωτῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον· »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοιἔδωκεν ὁ θεός«. καὶ οὐκ ἔστι γε εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιωθέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πεφορηκόσι παιδίοις· ὅπερ πνεὔμα ἅγιον προσκαλεσύμενος ὁ Ἰησοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος καταβεβηκὸς πρὸς ἀνθρώπους, ὡςπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳτῶν μαθητῶν. δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν, οὐχ ἁπλῶς ὡς τὸ παιδίον, ἀλλὰ κατὰ τὸ γεγραμμένον ὡς τὸ παιδίον τοῦτο. ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο <τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ> τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἄγιον. ὅτι δὲ ὁ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπεστάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ [*](10 Jes. 8, 18 2/3 τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, Kl nach Koe, vgl. lat. 24 αὐτόν M 27 αὐτὸν M 28/29 <τὸ— καὶ> Kl nach Diehl Koe, vgl. lat. 34 δεδήλωκεν Μ 11 mih i dedit B (L))
v.10.p.228
Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι· »καὶ νῦν κύριος ἀπέστειλέ μεκαὶ τὸ πνεῦμα αὐτοῦ«. ἰστέον μέντοι ὅτι ἀμφίβολός ἐστιν ἡ λέξις· ἢ γὰρ ὁ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, ἢ (ὡς ἐξειλήφαμιεν) ἀμφότερα ἀπέστειλεν ὁ πατήρ, τὸν σωτῆρα καὶ τὸ ἅγιον πνεῦμα. [*](2. 14. 27 Jes. 48, 16 — 19 ff vgl. Orig. c. Cels. I, 46 (I,96, 22ff) — 31 ff Vgl. Matth.4, 1 Par.; vgl. Phil. 2,7; vgl. Röm. 8, 14 1 σωτῆρος]πρς Μ 2 λέγοντι Koe, vgl. lat. λέγοντος MH 22 ἣ] ἄρ᾿ M 4 me misit L 5—18 [quoniam—suum] Glosse des Übersetzers der damit die parallele Ausführung des gr.für Leser des lat. Textes passend macht Kl 8/9 habet similes L 13 gradu] casu G c. r. 18 suum] sanctum Leser)
v.10.p.229
μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁ ταπεινώσας ἑαυτὸν παρὰ πάντας τοὺς ταπεινοῦντας ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παιδίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παιδίον ἐκεῖνο, ὁ δὲ πάντη παραπλήσιος γενόμενος τῷ ταπεινώσαντι ἑαυτὸν παιδιῳ, ἐκεῖνος ἂν εὑρεθείη ὁ χρηματίαων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. <δεῖ οὖν δέχεσθαι ἕν παιδίον τοιοῦτο> ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰησοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται, ὅς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ, οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ ἐκβάλλει ὁ μὴ βουλόμενος δέξασθαι ἕν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. εἰ δὲ καὶ τῶν τοῦ ἁγίου πνεύματος ἀξιουμένων ἐστὶ διαφορά, πλεῖον ἢ ἔλαττον λαμβανόντων τοῦ ἁγίου πνεύματος τῶν πιστευόντων, εἶεν ἄν τινες οἱ μικροὶ τῶν εἰς θεὸν πιστεύοντων σκανδαλίζεσθαι δυνάμενοι, οὕς ἐκδικῶν σκανδαλισθέντας ὁ λόγος φησὶ περὶ τῶν σκανδα- [*](7 μεῖζον H 12 αὐτοὺς M 13 πάντα M 18/19 <δεῖ—τοιοῦτο> Kl, vgl. lat. 20 ὄντος M, vgl. lat. ὄντως H 21/22 δέχετε ὅς H 22 ἕν τῶν παιδίων H 24 οὗτος M 33/34 δυνάμενοι *** Koe, vgl. lat.) [*](7 est ergo B 11 volunt x* nolunt μ 16 ipse] ille L 18. 24 suscipere <unum> Koe, vgl. gr. 24<ex>pellit Diehl)
v.10.p.230
λισάντων αὐτοὺς τὸ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. ταῦτα λελέχθω κατὰ τὰ ἐκκείμενα τοῦ Ματθαίου ῥητά.

Ἴδωμεν δὲ καὶ τὰ παραπλήσια ἀπὸ τὰ παραπλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι »διελέχθησαν ἐν τῇ ὁδῷ« οἱ δώδεκα, »τίς« αὐτῶν »μείζων« ἐστί· διὸ καὶ »καθίσας ἐφώνησεν« αὐτοὺς καὶ διδάσκει τίς ὁ μείζων, λέγων πρωτείων ὡς μείζονα τεύξεσθαι τὸν γενόμενον »πάντων« διὰ τῆς μετριότητος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀναδέξασθαι τόπον τὸν δὲ τοῦ διακονοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ᾿ οὔ, ἀλλὰ πρὸς πάντας ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ »εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος«. καὶ ἑξῆς τούτοις φησὶν ὅτι »λαβὼν παιδίον (δηλονότι ὁ Ἰησοῦς) ἔστησεν ἐν μέσῳ« τῶν μαθητῶν αὐτοῦ, »καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὅς ἐὰν ἕν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ ἐμῷ ὀνόματι,

[*](15 ff Marc. 9,34f — 26 Marc. 9, 35 — 30 ff Marc. 9,36f — Vgl. Cluc Nr. 40 Or. 9 ἀπὸ] ἐπὶ Koe 14. 29 φησὶ H 15 διελέγχθησαν M 27 ἔστω M 29 καὶ] τῆ M 34 τοιούτων Kl Koe, vgl. lat. τούτων M<H | ἐπὶ]ἐν M 32 dicit B)

v.10.p.231
ἐμὲ δέχεται«. ποῖον δὲ ἄλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἤ τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ ὧν εἶπε τὸ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. κατὰ μέντοι τὸν Λουκᾶν »διαλογισμὸς« εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ᾿ »εἰσῆλθε« περὶ τοῦ »τίς αὐτῶν εἴη μείζων«. καὶ »ἰδὼν ὁ Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρίας αὐτῶν« (ἅτε ἔχων ὀφθαλμοὺς διαλογισμοὺς καρδιῶν βλέποντας »ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν« οὐδὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ »ἔστησεν«, οὐ μόνον ἐν μέσῳ αὐτῶν, ὡς ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος εἰρήκασιν, ἀλλ᾿ ἤδη καὶ »παρ᾿ ἑαυτῷ καὶ εἶπε« τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δύξηται ἓν παδίον τοιοῦτο ἢ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματίμου, ἐμὲ δέχται«, ἀλλ᾿ ἤδη καὶ ἐπναβεβηκότως τὸ »ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. [*](6 Marc. 9, 97 — 9 Luc. 9, 46 — 12 Luc. 9, 47 — 17 Vgl. Luc. 9 , 47f — 18 Marc. 9, 36 — 23f. 33 Marc. 9, 37 — 25. 35ff Luc. 9, 48) [*](6f τῶν παιδίων τούτων Μ 7 παιδίον H | τῶν ἐμῶ ὀνόματι M 11 μεῖζον H 17 ἔλαβεν] ἔλαβε τὸ H) [*](21 — 25 non ita — meo] lat. kürzt 31 illum y* < L 33 unum < ρ)
v.10.p.232
χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἀκεῖνο τὸ παιδίον, αὗ λαβόμενος ὁ Ἰησοῦς »ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ«, δέξασθαι «ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. Καὰ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολυγῆσαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ἀνόματαί μου«. χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, ὅ τότε »ἔστησεν« ὁ Ἰησοῦς »παρ’ ἑαυ- τῷ λαβόμενος« αὐτοῦ, δέξασθαι ἕκα- στον ἡμῶν »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ <κατασταθὲν παρὰ τῷ Ἰησοῦ> δέξασθαι »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ, οἷ μὴ χωριζό- μενος ὁ Ἰησοῦς γίωεται παρὰ τῷ δε- χομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό- ματί μου, ἐμὲ δέχεται«. εἶτ’ ἐπεὶ ἀχώρστός ἐστι τοῦ υἱοῦ ὁ πατήρ, <ὁμοῦ καὶ ὁ πατῆρ> γίνε- ται παρὰ τῷ δεξεμένῳ τὸν υἱόν· [*](4ff Vgl. Luc. 9, 47f — 11. 25 Luc. 9, 48 — 14ff Vgl. Luc. 9, 47f — 28—233, 9 Vgl. Clue Nr. 40 Or., mit der Schlubemerkung: ἔοικεν οὗτος εἰς τὸ πνεῦμα τὸ ἅγιον τροπολογεῖν τὸ ταπεινὸν καὶ ἀπόνηρον παιδίον 19—20 <κατασταθὲν — Ἰησοῦ> Κoe, vgl. lat. 25—27 ὡς—δέχεται] lat. kürzt 29 <ὁμοῦ—πατὴρ> Diehl Koe, vgl. lat. 29 receperit L recipit y)
v.10.p.233
διὸ λέλεκται· »καὶ ὅς ἐὰν ἐμὲ δέξη- ται, δέχεται τὸν ἀποστείλαντά με«. ὁ δὲ δεξάμενος τὰ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαβτα αὐτόν, »μικρότερός« ἐστιν »ἐν πᾶσι« τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων· ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται »μέγας« <ὑπ’> αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὐτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγε- θος· πρόσχες γὰρ τῷ »ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας«. ἀνέγνωμεν δὲ καὶ ἐν ἄλ- λοις »καὶ ἔσται μέγας«. κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις »δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτύν«· καὶ ἔστιν ἀμφίβλος ἡ λέξις, ἤ γὰρ ἵνα ὁ δεχόμενος τὴν τοῦ θεοῦ βασι- λείαν γένηται ὡς παιδίον, ἤ ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξη- ται γενομένην αὐτῷ ὡς παιδίον. καὶ τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αὐῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέ- γεθος τῆς τελειότητος ἐν τῇ (ἵν’ οὕ- τως ὀνομάσω) πνεματικῇ Ἠλικίᾳ [*](1 Luc. 9. 48 — 5.8 Vgl. Luc. 9, 48 — 12 Lue. 9,48 — 15 Vgl. Luc. 1, 15. 32 — 16 Luc. 18, 17 — 19ff Vgl. Luc. 18, 17 5 πᾶσι τοῖς] τοῦ|τοῖς Μ 8 <ὑπ’> Koe <ἀπ’> Diehl, vgl. lat. 9 ἐπι- τέλλοντος Κl nach Koe, vgl. lat. ἐπι- πλεῖον ΜΗ | αὐτὸν ΜΗ ἑαυτὸν ποι- οῦντος Cluc Nr. 40 13 πᾶσι Μ 27 κατὰ Koe καὶ ΜΗ 8 tanto μ < x)
v.10.p.234
ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον.

Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων (18, 7[—14]). Καθ’ αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται ἡ τοῦ κόσμος φωνὴ <ἐν τῷ> »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐ- τὸν οὐκ ἔγνω«. κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπι- πλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμα- σται ἐν τῷ »μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλαβηθεὶς προσκυνήςῃς αὐ- τοῖς καὶ λατρεύςῃς αὐτοῖς«. τὸ δ’ ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέ- χθαι περὶ αὐτῆς, ὅτε γέγραπται πε- ριελομένη »πάντα τὸν κόσμον αὐτῆς«. οὐ γὰρ ταὐτόν ε’στιν ἁπλῶς ὁ κόσμος καὶ ὁ κόσμος τοῦ οὐρανοῦ ἤ ὁ κό-

[*](18 Joh.1, 10—22 Deut. 4, 19 — 26ff Vgl. Hieron. hom. in Matth. 18, 7ff (Anecdota Maredsolana III, 2, 373, 13ff): mundum istum terrenum locum dicit, τὸν περισςὸν (l. περίγειον) τόπον λέγει: neque vero de caelo et terra intellegere debemus mundum etc. — 29 Esther 4, 17 (14, 2) und Judith 10, 4! 1 ἐπιδεικνυμένης Ηu ἐπιδεικνυ- μένοις Μ Η 16 καθ’ αὐτὴν Μ 17 τοῦ < Η | <ἐν τῷ> Ηu 30 ὁ < Μ 9 res est B)

v.10.p.235
σμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο. νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα ὁ κόσμος, ἀλλ’ ὁ περίγειος μόνος τόπος, καὶ οὗτος οὐ καθ’ὅλην νοούμενος τὴν γῆν, ἀλλ’ ὁ κατὰ τὴν ἡμετέραν οἰκουμένην· »ἐν τῷ κόσμῳ« γὰρ »ἦν τὸ ἀληθινὸν φῶς«, τῷ περιγείῳ τόπῳ τῷ κατὰ τὴν ἡμετέραν <οἰκουμένην> νοουμένῳ, »καὶ ὁ κόσος αὐτὸν οὐκ ἔγνω«, οἰ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού- τῳ δυνάμεις. ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ’ εἐπεῖν ἄν ὅτι ἥλοις καὶ σελήνη καὶ ὁ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγ- γελοι οὐκ ἔγνωσαν »τὸ ἀληθινὸν φῶς« καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόηῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί«, [*](13ff Vgl. Joh. 1, 9f — 18 Joh. 1, 10 — 30 Joh. 1, 9 — 35 Joh. 17, 5f 3 οὐ τὸ] ἐν τῶ Μ 15 <οἰκου- μένην> Kl Keo, vgl. lat. 32/33 a deo Diehl Koe, vgl. gr. ab eo x)
v.10.p.236
χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ' ἡμᾶς ἐπὶ γῆς οἰκουμένην· ἀλλὰ καὶ ὁ σωτὴρ λέγων· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ«, τὸν ἐπίγειον τὰ ἀντικείμενα αὐτὸν λέγειν φάσκοντα· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί«. ἀλλὰ καὶ ἐν τῷ2 »καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ« τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ ὁ ἀνθρώπους, περὶ ὧν ὁ σωτὴρ ῤρωτᾷ τὸν πατέρα μόνων, καὶ »οὐ περὶ τοῦ κόσμου« ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ τοῦ »καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, [*](6 Joh. 17, 9 — 11. 17 Joh. 17, 11 (vgl. var. lect.) — 20 Joh. 17, 13f — 29f Vgl. Joh. 17, 9 — 32 I. Joh. 5, 19 — 35 Joh. 17, 14 13 ἐν τῷ] ἔγνω Η 20 καὶ < Μ 24 τοῦτον < Η 26—30 ἀπὸ—ἀνθρώπων] hier mit Diehl nach lat., hinter Z. 5 in M H)
v.10.p.237
ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου«· ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν »τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα«) διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνεστηκὼς πᾶς, ἀλλ' οἱ ἐπὶ γῆς μεθ' ἡμῶν ἄνθρωποι. τὸ »οὐκ εἰσὶν ἐκ τοῦ κόσμου« ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου· οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ »ἐκ τοῦ κόσμου οὐκ εἰσὶν« ὡς οὐδ' αὐτὸς »ἐκ τοῦ κόσμου« ἦν. ἔτι δὲ καὶ τὸ »ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας« (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέστειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ »ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ«.

Εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ

[*](3 Vgl. II. Kor. 4, 18 — 8ff Joh. 17, 14. 16 — 14 Joh. 17, 21 vgl. 23 — 19f Vgl. Joh. 10, 36 — 21 Röm. 1, 8ff 3 τὰ2] διὰ Μ 6 αὐτῶ Μ 8 τὸ <δὲ> λ 9 ἶσον Μ Η 31 φφ Κοe vermutet: εἰ δὲ οὐαί <ἐστι τῷ κόσμῳ> ἀπὸ τῶν σκανδάλων <τουτέστι> τοῖς πανταχοῦ τῆς γῆς ἀνθρώποις, ὧν καὶ κτλ. 28 est x* <ρ)

v.10.p.238
τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκανδάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ »ἐκ τοῦ κόσμου« μὴ σκοποῦντες »τὰ βλεπόμενα« καθὼς οὐδὲ ὁ διδάσκαλος »ἐκ τοῦ κόσμου« ἐστίν, οὐδενὶ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκανδάλων οὐαί, ἐπείπερ »ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. εἰ δέ τις δοκεῖ μὲν χρηματίζειν μαθητής, ἔτι δέ ἐστιν »ἐκ τοῦ κόσμου« σμου« διὰ τὸ ἀγαπᾶν »τὸν κόσμον« καὶ »τὰ ἐν αὐτῷ« (λέγω δὲ τὴν ἐν τῷ χρήματα ἤ κτήματα ἤ ὁποιανποτοῦν περιουσίαν),ὡς μὴ ἁρμόζειν αὐτῷ 20 τὸ »ἐκ τοῦ κόσμου οὐκ εἰσίν«, ἀληθῶς ὡς »ἐκ τοῦ κόσμου« ὄντι τούτῳ τὸ τῷ κόσμῳ συμβαῖνον οὐαὶ ἀπὸ τῶν σκαν δάλων συμβήσεται αὐτῷ. ὁ δὲ θέλων ἐκκλῖναι τὸ οὐαὶ τοῦτον μὴ ἔστω φιλόζωος, ἀλλὰ ἔστω φιλόζωος, ἀλλὰ λεγέτω κατὰ Παῦλον· »ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ«· [*](4. 14 Joh. 17, 14. 16 — 6 Vgl. II. Kor. 4, 18 — 10 Psal. 118, 165 — 15 Vgl. I. Joh. 2, 15 — 20f Joh. 17, 14. 16 — 31 Gal. 6, 14 11/12 νόμον τοῦ θεοῦ] θν Μ 20/21 ἀληθῶς Kl, vgl. lat. ἀλλ' ΜΗ 11 nomen dei] legem tuam B 30 nostri] mei G)
v.10.p.239
οἱ γὰρ »ὄντες ἐν τῷ σκήωει« ἅγιοι στενάζουσι »βαρούμενοι« ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυστηρίῳ, ὅτι »μετασχηματίσει« ὁ θεὸς οὐ πάντων »τὸ σῶμα τῆς ταπεινώσεως«, ἀλλὰ τῶν Χριστῷ γνησίως μαθητευομένων. εἰς τὸ γενέσθαι αὐτὸ »σύμμορφον <τῷ σώματι> τῆς δόξης« τοῦ Χριστοῦ. ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριτοῦ μαθητῶν, οὕτως οὐδὲ τὸ οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. ἐὰν γὰρ καὶ μυρία σκάνδαλα γίνηται, ἀλλ' οὐχ ἅψεται τῶν οὐκέτι »ἐκ τοῦ κόσμου«. εἰ δὲ ἐπιδέχεταί τις τὸ σκανδαλίζεσθαι παρὰ τὸ ἀνερμάτιστον τῆς πίστεως καὶ ἀβέβαιον τῆς πρὸς τὸν λόγον τοῦ θεοῦ θεοῦ συγκαταβάσεως, ἴστω μηδέπω χρηματίζων παρὰ τῷ Ἰησοῦ μαθητὴς αὐτοῦ. τοσαῦτα δὲ ἔρχεσθαι νομιστίον σκάνδαλα, ὥστε τὸ οὐαὶ μὴ ἐπί τινα μόρια τῆς γῆς φθάνειν, ἀλλ' ἐπὶ τὸν ὅλον ἐν αὐτῇ κόσμον.

[*](4ff II. Kor. 5, 4 — 9ff Phil. 3, 21 — 22 Vgl. Joh. 17, 14 (11) 5 βαρυνόμενοι Μ 13 <τῷ σώματι> Ηu 19 τῶν σκανδάλων < Μ 20 ἐὰν Kl, vgl. lat. ἵνα Μ Η 28 ἔρ- χεται Μ 12/13 corpori Koe 17 — 22 Christi (nam — mundo), sic] Christi *** (nam — mundo). si[c] Diehl. vgl. gr.)
v.10.p.240

Καὶ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἅπερ ἄλλα νομίζω εἶναι τῶν ἀνθρώπων δι' ὧν ἔρχεται. τὰ οὖν ἐρχόμενα σκάνδαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζητοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑρίσκει πολλάκις μὲν τοὺς πάντη ξένους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ »Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως« ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ. δυνηθείη δ' ἄν τις ὥσπερ πραγματείαν πακαριζομένων καὶ ἐφ' οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ' οἷς λέλεκται τὸ οὐαί. ἔτι δὲ καὶ εἰς τὸ χεῖρον εἶναι τὸ ἀπὸ τοῦ σκανδαλίζοντος οὐαὶ παρὰ τὸ τοῦ σκανδαλιζομένου

[*](22 Matth. 11, 22 Par.)[*](3 εἶναι] τινὰ μὲν Μ 10 θεοσεβείας las lat.? 27 — 31 ? 35 τὸ < Μ)[*](1 est enim L 15 est y* < L | contingit μ contigit x 24/25 <signa —et> Kl nach Diehl Koe, vgl. gr. 25 correct(a)e y (Pasch))

v.10.p.241
παραστήσεις τὸ »ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ« καὶ τὰ ἐξῆς· ἐκδικουμένου γὰρ τοῦ σκανδαλισθέντος μικροῦ ἀπὸ τοῦ σκανδαλίσαντος αὐτὸν τοιοῦτον συμφέρει βαρὺ καὶ δυσυπομόνητον ὃ ἀναγέγραπται εἶναι περὶ τοῦ σκανδαλίζοντος. ταῦτα δὲ εἰ ἐπιμελέστερον ἐν <ε> νοοῦ- »εἰς τοὺς ἀδελφοὺς καὶ«τύπτειν »αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν«, ἵνα μὴ »εἰς χριστὸν« ἁμαρτάνωμεν, πολλάκις ἀπολλυμένων οὐ μόνον τῇ ἡμετέρα »γνώσει« ἀλλὰ καὶ ἄλλοις τισὶ τῶν περὶ ἡμᾶς ἀδελφῶν, δι’ οὕς »χριστὸς ἀπέθανεν« ἐφ’ οἶς »εἰς χρστὸν« ἁμαρτάνοντε τίσομεν δίκας ἐκδικουμένης τῆς τῶν δι’ ἡμᾶς ἀπολλυμένων ψυχῆς ἐξ ἡμῶν.

Μετὰ ταῦτα βασανιστέον τὸ τῆς ἀνάγκης ὄνομα ἐν τῷ ἀνάγ-

[*](7ff Matth. 18, 6 – 20ff Vgl. I. Kor. 8, 11f 19f ταῦτα — ἐφυλαξάμεθα ἂν] z. T von lat. in Z. 4f vorausgenommen, um „eine große P:eriode“ zu bilden Koe 19/20 ἐν <ε>νοοῦμεν Kl, vgl. lat. 34 ἀγάπης Μ 4 haec < B 4/5. 19 intellexerimus B 10 in] a G L 19 si < G a B L)
v.10.p.242

κη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα καὶ τὸ ἰσοδυναμοῦν αὐτῷ παρὰ τῷ Λουκᾷ· »ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα« (ἀντὶ τοῦ ἀδύνατον). καὶ ὥσπερ ἀνάγκη τὸ θνητὸν ἀποθνῇσκειν καὶ ἀνένδεκτον αὐτὸ μὴ ἀποθανεὶν, καὶ ἀνάγκη τρέφεσθαι τὸν ἐν σώματι — ἀνένδεκτον γὰρ τὸν μὴ τρεφόμενον ζῆν —, οὕτως ἀνάγκη <ἐλθεῖν τὰ σκάνδαλα> καὶ ωἀνένδεκτον μὴ ἐλθεῖν τὰ σκάνδαλα«, ἐπεὶ ἀνάγκη καὶ προϋφστάναι τὴν κακίαν τῆς ἀρετῆς ἐν οὐρανίοις, ἀφ’ ἧς κακίας τὰ σκάνδαλα. ἀνένδεκτονν γὰρ ἐστιν ἄνθρτωπον εὑρεθῆναι πάντη ἀναμάρτητον καὶ χωρὶς ἁμαρτίας ἀνειληφότα τὴν ἀρετήν. ἡ γὰρ ἐν ταῖς πονηραῖς δυνάμεσι κακία, ἀρχηγικὴ τυγχάνουσα τῆς ἐν ἀνθρώποις κακίας, πάντως ὁρμᾷ ἐπὶ τὸ διά τινων ὀργάνων ἐνεργῆσαι [*](3. 11 Luc. 17, 1 5/6 τὸ . . .αὐτὸ]l. τὸν . . .αὐτὸν? Kl 8 ἐν] + τῶ Μ 10 <ἐλθεῖν νίοις Κl, vgl. lat. αݲνݲοݲιݲςݲ M H 18 ἄνθρωπον <Μ 31 πάντως Ηu πάντας Μ Η 1 vernire] ut veniant L Pasch 5 mortale Koe, vgl. gr. Mortalem x (Pasch))

v.10.p.243
κατὰ τῶν τοῦ κόσμου ἀνθρώπων. τάχα δὲ καὶ πλεῖον αἱ πονηραὶ δυνάμεις ἐξαγριοῦνται ἐκβαλλόμεναι τῷ λόγῳ τοῦ Ἰησοῦ καὶ <οἱ δαίμονες τρεφθέντες τῷ αἵματι τῶν θυσιῶν ἐξοργίζονται< μειουμένης τῆς λατρείας αὐτῶν τῶν ἐθίμων θυσιῶν αὐτοῖς οὐ προσφερομένων, καὶ ἀνάγκη ἐστὶ ταῦτα ἐλθεῖν, οὐκ ἀνάγμη δὲ διὰ τοῦδέ τινος. διόπερ ὡς τόπον δεδωκότι τῇ πονηρᾷ ἐνεργείᾳ σκανδαλίζειν προαιρουμένῃ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται, γίνεται τὸ οὐαί. μὴ νομίσῃς δὲ φύσει τινὰ καὶ ἐκ κατασκευῆς τὰ σκάνδαλα εἶναι ἀνθρώπους ζητοῦντα δι’ ὧν ἔλθῃ· ὡς γὰρ »ὁ θεὸς θάνατον οὐλ ἐποίησεν«, οὕτως οὐδὲ σκάνδαλα ἔκτισεν, ἀλλὰ τὸ αὐτεξούσιον ἐγέννησεν ἔν τισι τὸ σκάνδαλον, μὴ βουληθεῖσιν ἀνατλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους.

[*](18ff Vgl. Hieron. in Matth. 138 E: cum necesse sit in i sto mundo fieri 28f Vgl. Orig. hom. XIX (XVIII), 14 in Jer. (III, 172, 2f): οἱ συνειδότες ἑαυτοῖς πολλοὺς πόνους ἀνηντληκέναι ὑπὲρ ἀρετῆς 10f <οἱ — ἐξοργίζονται> Diehl, vgl. lat. 18 ὡς] ῥχη? Μ 19 προιαιρουμένῃ Kl προαιρουμένη Μ Η 22 τινὰ Ηu τινὰς Μ Η 23/24 ζητοῦντα ἀݲνݲοݲυݲςݲ Μετὰ 15 scandala venire necesse est L 19 venerint ρ venerit x 28 proprii in] proprium B 29 nolen <tibu>s Kl, vgl. gr. pro virtute suscipere L)
v.10.p.244

[*](17 Matth. 5, 27f — 23 Matth. 5, 29f 2 vel] et G 6 vel] aut y 21 in] de B 23 manus] + tua Pasch 32 veniunt] + idem R + idest G c s. l. 33 homini y* hominem L)
v.10.p.245

Καὶ καλὸν μὲν οὖν εἰ ἐπαινετὸς εἴη ὁ ὀφ θαλμὸς καὶ ἡ χείρ, ἵνα μὴ δύνηται εὐλόγως »εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί· χρείαν σου οὐκ ἔχω«. εἰ δέ τις ἐν τῷ ὅλῳ σώματι τῶν συναγωγῶν τῆς ἐκκλησίας χεὶρ χρηματίσας διά τι πρακτικόν, μεταβαλὼν γένοιτο σκανδαλίζουσα χείρ, λεγέτω τῇ τοιαύτῃ χειρὶ ὁ ὁφθαλμός· »χρείαν σου οὐκ ἔχω«, καὶ εἰπὼν ἐκκοψάτω αὐτὴν καὶ βαλέτω ἀφ’ ἑαυτοῦ. οὕτω δὲ καλὸν μέν, εἰ καἲ κεφαλήτις εἴη μακαρία καὶ πόδες ἄξιοι τῆς μακαρίας κεφαλῆς, ἵνα μὴ δύνηται τὰ πρέποντα ἑαυτῇ τηροῦσα »ἡ κεφαλὴ τοῖς ποσὶν« εἰπεῖν· »χρείαν ὑμῶν οὐκ ἔχω«. εἰ μέντοι τις εὐρεθείη ποὺς σκάνδαλον τοῦ ὅλου γινόμενος σώματος, λεγέτω ἡ κεφαλὴ τῷ τοιούτῳ ποδί· »χρείαν σου οὐκ

[*](11 Jac. 1, 12 – 19. 25ff. 32f. 36 I. Kor. 12, 21 23 τι Kl nach lat. τὸ M H 34 εὑρεθείη] + in ecclesia lat.; gr. läßt auch S. 246f die “Kirche“ fort 24 <manus> Kl nach Diehl vgl. gr. 29 capiti G L)

v.10.p.246
ἔχω((, καὶ ἐκκόψας αὐτὸν βαλέτω ἀπ’ αὐτοῦ. καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διασοθέν- τος τοῦ σκανδάλοθἐπὶ<ὅλον τὸ σῶμα> ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν ἢ τῶν δύο χειρῶν. οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γε- νέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι <τῆς κεφαλῆς> Χριστοῦ καὶ τοῦ ὄλου σώματος. εἰ μέντοι μεταβάλοι ποτὲ ὁ τοιοῦτος ὀφθαλ- μὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξε- λόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοὺ ὀφθαλμοῦ σω- θῆναι τὸ λοιπὸν σῶμα, ἢ (μετ’ αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ σῶμα εἰς τὴν γέενναν τοῦ πυρός.

[*](13f. 25f Vgl. Eph. 1, 22 u. ö. 3 ἐλθεῖν H 7<ὅλον τὸ σῶμα> Diehl Kl, vgl lat. 13 <τῆς κεφαλῆς> K1 Koe, vgl. lat. 21 βεβλαμένου H 22 βεβλαμ- μένον<H 23 πυρός] danach in MHder A bswatz σύναται-σωθῶμεν S. 248, 22 _ 249, 32, umgestellt nach lat. von Kl 5 scandalizante Pasch scan- dalizanti x | toti B 14 corpori x 20 oculo illo B 21 mitti y* mittat L 24 intenebricatam ρ intenebricatum x 28 dici] + éé L)
v.10.p.447

Δυνατὸν δὲ τοῖς ῥητοῖς τού- τοις χρήσασθαι καὶ ἐπὶ τῶν οἰκειοτά- των καὶ ὡσπερεὶ μελῶν ἡμῶν, διὰ τὴν πολλὴν οἰκειότητα εἴτε συγγενικὴν εἴτε ἔκ τινος συνηθείας (ἴν’ οὕτως ὀνομάσω) ξιλικῆς μελῶν ἡμῶν νενο- μισμένων, ὧν οὐ χρὴ φείσασθαι τὴν ψυχὴν ἡμῶν βλαπτόντων. ἐκκόψω- μεν γὰρ ἀφ’ ἑαυτῶν, ὡς χεῖρα ἢ πόδα ἢ ὀφθαλμόν, πατέρα ἢ μητέρα τὰ ἐναντία τῇ θεοσεβείᾳ ἡμᾶς πρὰττειν θέλοντας καὶ υἱὸν ἢ θυγα- τέρα (τὸ ὅσον ἐφ’ ἑαυτοῖς) ἀφιστάν- τας ἡμᾶς τῆς ἐκκλησίας τοῦ ἀφιστάν- στοῦ καὶ τῆς ἀγάπης αὐτοῦ. ἀλλὰ κἂν ))γυνὴ ἡ ἐν κόλπῳ ἢ φίλος ὁ ἴσος τῆς ψυχῆς(( σκόνδαλα ἡμῶν γίνων- ται, μὴ φεισώμεθα, ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ’ ἑαυ- τῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους

[*](5—12 Vgl. C 1 Nr. 207 Or. (?): οὐ τὰ μέλη ἐκκόπτειν διδασκόμεθα, ἀλλὰ τὰ πάθη τῶν μελῶν καὶ τοὺς εἰς τόπον μελῶν φίλους, εἰ καὶ ἐπιχειροῦσι τῷ (1. τοῦ ?) σκανδα— λίζειν. — Vgl. Π 203, 1—3 An.: τινὲς δὲ ὑπερβολικῷ φασιν ἐχρήσατο ῥήματι, διδάσκων ὅτι εἰ καλέσοι καιρὸς δεῖ καὶ σώματος ἀφειδῆσαι, ἵνα μὴ τὴν ψυχὴν βλάψω- μεν, μήτι γε φίλων καὶ οἰκείων κτλ. — Vgl. Hieron. in Matth. 139 C: itaque non frater, non uxor, non filii, non amici, non omnis affectus qui nos excludere potest a regno caelorum, amori domini praeponatur. — Vgl. Hieron. hom. in Matth. 17, 7ff (Anecdota Maredsolana III, 2, 375, 3ff): sciendum quoniam possit et aliter interpretari . . . si te carorum nomina, pater, mater, frater . . . scandalizant etc. — 18 Vgl. Röm. 8, 35? — 20f Vgl. Deut. 13, 6 12/13 ἐκκόψωμεν υ ἐκκόψομεν MH 17 ἑαυτῆς Η | ἐφιστάντας Η 24<et expellamus> Diehl, vgl.gr.)

v.10.p.248
ἡμῶν τῇ σωτηρίᾳ. ὅστις γὰρ »οὐ μι- σεῖ τὸν πατέρα καὶ τὴν μητέρα« καὶ τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπί- βουλα, ἵνα δυνηθῇ κερδῆσαι Χρι- στόν, οὖτος οὐκ ἔστιν ἀφιος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἐπὶ τούτων γε ἔστιν εἰπεῖν ὅτι ἐκ περιστάσεως οἱονεὶ χωλός τις σώζεται ἀπολέσας πόδα (φέρε εἰπεῖν τὸν ἀδελφὸν) καὶ μόνος κληρονομῶν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ κυλλός <τις> σώζεται (μὴ σωζο- μένου αὐτῷ τοῦ πατρὸς <ἢ τῆς μη- τρός> ἀλλ’ ἐκείνων μὲν ἀπολλυμένων αὐτοςῦ δὲ χωριζομένου ἐκείνων), ἵνα μόνος τύχῃ τῶν μακαρισμῶν. οὕτω δὲ καὶ μονόμματός τις σώζεται (τὸν ὀφθαλμὸν τῆς ἐαυτοῦ οἰκίας εκκόψας, τὴν γαμετὴν πορνεύσασαν), ἵνα μὴ <μετὰ τοιούτου ὀφθαλμοῦ> δύο ὀξθαλμοὺς ἔχων ἀπέλθῃ εἰς τὴν γέενναν τοῦ πυρός. δύναται γὰρ καὶ τὸ ἁμαρτητικῶς μὲν (ἵν’ οὕτως ὁνομλάσω) <πρακτικὸν καὶ> πορευτικὸν τῆς ψυχῆς, ἁμαρτητικῶς δὲ διορατικὸν ἡ σκανδαλίζουσα εἶναι χεὲρ καὶ ὁ σκανδαλίζων ποὺς καὶ ὁ σκανδαλίζων ὀφθαλμός· [*](1 Vgl. Luc. 14, 26 — 5 Vgl. Phil. 3, 8 — 31 Psal. 118, 48 2 καὶ 1] ἢΗ 7γε Kl τε MH 12<τις> Koe, vgl. lat. 13 <ἢ τῆς μητρός> Kl, vgl. lat. 15 ἵνα]+μὴ Μ 17 μονόμα- sicut sine L 17 quis x* qui ρ τος H 20 <μετὰ—ὀφθαλμοῦ>Diehl Kl Koe, vgl. lat. 23. 25 ἀμαρτηκὼς Μ 24<πρακτικὸν καὶ> Kl, vgl. lat. und Hu 2 et1 x out 2 8 in < L 9 <quis> Diehl, vgl. gr. 12 sine] sicut sine I. 17 quis x* qui?)
v.10.p.249
ἅτινα κρεῖττον ἀποβαλεῖν <κακὰ ὄντα> καὶ ἀποθέμενον αὐτὰ χωρὶς αὐτῶν εἰ- σελθεῖν εἰς τὴν ζωὴν *** οἱονεὶ χωλὸν ἢ κυλλὸν ἢ μονόμματον, ἢΗ μετ’ ἐκείνων τὴν ὅλην ὀπολέσαι ψυχήν. ὁμοίως καὶ ἐπὶ τῆς ψυχῆς καλὸν καὶ μακάριον ἐπὶ τοὶς βελτίστοις χρῆσθαι τῇ δυνάμει αὐτῆς· εἰ δὲ μέλλομεν διά τινα μίαν *** ἀπολέσθαι, αἱρετώτερον ἀποβαλεῖν τὴν χρῆσιν αὐτῆς <σκανδαλιζούσης>, ἵνα μετὰ τῶν ἄλλων δυνάμεων σω- θῶμεν.

Ὁρᾶτε μὴκαταφρονή- σητε ἑνὸς τῶν μικρῶν τούτων. [*](2 Psal. 122, 1 — 5 Psal. 118, 59 12 <κακὰ ὅντα.> Diehl Koe. vgl. lat. 14 *** Koe, vgl. lat. 15 μονό- ματον H 25 *** DiehlKlKoe,vgl.lat. 29<σκανδαλιζούσης> DiehlKlKoe,vgl.lat. 12 abscindere μ 20 iny*<L 25 est + ut G 31f lat. versteht anders 36 in caelis<B)

v.10.p.250
δοκεῖ μοι ὅτι ὥσπερ ἐν τοῖς ἀνθρω- πίνοις σώμασίν ἐστι μεγέθη διάφορα, ὠς τινὶς μὲν αὐτῶν εἶναι μικροὺς ἐτέρους δὲ μεγάλους καὶ ἄλλους <τοὺς> μεταξύ, καὶ πάλιν εἶναι μικρῶν διαξορὰς ἐπὶ πλεῖον καὶ ἔλαττον ὄντων μικρῶν, ὁμοίως καὶ μεγάλων, καὶ τῶν μετα- εύ, οὕτως καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαὶς ἐστί τινα χαρακτηρίζοντα τὴν μικρότητα αὐτῶν καὶ ἄλλα τὴν (ἵν’ οὕτως εἴπω) μεγαλότητα καὶ ἁπαξαπλῶς<ἄλλα>ἀνάλογον τοῖς σωματικοὶς τὴν μεταξύτητα. ἀλλ’ ἐπὶ μὲν τῶν σωμάτων οὐ παρὰ τὴν αἰτίαν τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τοὺς σπερματικοὺς λόγους ὁ μέν τίς ἐστι βραχὺς καὶ μικρός, ὁ δὲ μέγας, ὁ δὲ μεταζύ. ἐπὶ δὲ τῶν ψυχῶν καὶ τὸ ἐφ’ ἡμῖν καὶ αἱ τοιαίδε πράξεις καὶ τὸ τοιοῦτον ἦθος τὴν αἰτίαν ἔχει τοῦ μέγαν τινὰ εἶναι ἢ μικρὸν ἢ ἐν τοῖς μεταξὺ τυλχάνειν· καὶ ἔστιν ἐκ τοῦ ἐφ’ ἡμῖν ἤτοι προκόπτειν τῇ

[*](20ff Vgl. Orig. tom. XX, 2 in Joh. (IV, 327, 19ff): καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα τινὸς ἔχει τοὺς λόλους τοῦ σπείραντος ἐν ἑαυτῷ ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους. . . ἐπεὶ δὲ ἀπὸ ἥθους κρίνεται καὶ ἔργων τὰ τέκνα τοῦ Ἁβραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγκαταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χα- ρακτηρίζειν τοὺς ὄντας σπέρμα τοῦ Ἀβραάμ. - 29 Vgl. Luc. 2, 52 6 αὐτῶν<H 8<τοὺς> Koe 10 ὄντων]τῶν Μ 15 f τὴν (ἵν’ οὕτως εἴπω)] τὴν οὕτωςΗ 16μεγαλότητα]vgl. S. 259, 9 μεγαλειότητα Μ 18 <ἄλλα> Diehl 29 τοῦ Kl, vgl. Z. 25 τῶν ΜΗ 3 non oportet contempnere L 5 <hominum> Diehl Koe, vgl. gr. 22 alter autem] alius autem Luc 24 esse<B 26 <velmediocrem> K1 nach Diehl Koe, vgl. gr.)

v.10.p.251
ἡλικίᾳ ἐπιδιδόντα εἰς μέγεθος ἣ μὴ προκόπτοντα εἶναι βραχύν. καὶ οὕτω γε ἀκούω περὶ τοῦ σωτῆρος ἀναλαβόντος καὶ ἀνθρωπίνην ψυχὴν τὸ »ὁ Ἰησοῦς προέκπτεν«. ὡς γὰρ ἐκ τοῦ ἐφ᾿ ἡμῖν τῆς ψυχῆς αὐτοῦ ἦν ἡ »ἐν σοφίᾳ« προκοπὴ »καὶ χάριτι«, οὕτως καὶ ἐν »ἡλικίᾳ«· καὶ ὁ ἀπόστολος· »μέχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ«. καταντᾶν γὰρ εἰς ἄνδρα καὶ τοῦτο[ν] τέλειον, »κατὰ τὸν ἔσω ἄνθρωπον« νομιστέον, τὸν διαβάντα τὰ τοῦ νηπίου καὶ φθάσαντα ἐπὶ τὸν ἄνδρα καὶ καταργήσαντα »τὰ τοῦ νηπίου« καὶ ἁπαξαπλῶς τελειώσαντα τὰ τοῦ ἀνδρός. οὕτω δ᾿ ὑποληπτέον εἶναί τι καὶ μέτρον πνευματικῆς ἡλικίας, ἐφ᾿ ὃ ἡ τελειοτάτη δύνται φθάσαι ψυχὴ ἐκ τοῦ μεγαλύνειν τὸν κύριον καὶ μεγάλη γίνεσθαι. Οὕτως οὖν καὶ μεγάλοι μὲν περὶ ὧν τοῦτ᾿ ἀναγέγραπται γεγόνασιν, Ἰσαὰκ καὶ Μωσῆς καὶ Ἰωάννης | καὶ αὐτὸς ἐπὶ πᾶσιν ὁ σωτήρ· καὶ [*](7 Luc. 2, 52 – 10 Vgl. Luc. 2, 52 – 12. 27 Eph. 4, 13 – 16 Vgl.) Röm. 7, 22 – 19 I. Kor. 13, 11 – 28 Vgl. Luc. 1, 46 [*](16 τοῦτο[ν] Diehl, vgl. lat. 27 ἐφ᾿ ὧ Μ 28 ψυχὴ + et lat. 29 μεγάλη γίνεσθαι] magnificatur a deo lat.) 30 οὕτως οὖν] kürzt gegen lat. [*](1 statura Gc. r. 3 in x* <μ 3–6 suscipiente . . . crescent B 27 proficit <perfecta> Diehl, vgl gr. 32 <Isaac et> Kl Koe)
v.10.p.252
γὰρ περὶ αὐτοῦ ὁ Γαβριὴλ εἶπε τὸ »ἔσται μέγας«. μεκροὶ δὲ τὰ »ἀρτιγέννητα βρέφη« <ἐν Χριστῷ *** »ἀρτιγέννητα βρέφη«>, »λογικὸν ἄδολον γάλα« ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λεγομένων τιθηνῶν δέονται καὶ τροφῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως· »καὶ ἄξουσι τοὺς υἱοὺς ἐν κόλπῳ, τὰς δὲ θυγατέρας ἐπὶ τῶν ὤμων ἀροῦςι, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχαυσαι αὐτῶν τροφοί σου«. ἐπιστήσεις οὖν διὰ ταῦτα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγγελοι αὐτῶν οἰ ἄγοντες αὐτούς εἰσιν »ἐν κόλπῳ«, ἐπὰν ὦσιν υἱοί, ἀλλὰ καὶ ἐπὶ τῶν »ὤμων« αἴροντες τὰς λεγομένας »θυγατέρας«, καὶ ἀπὸ τούτων εἰσὶ »τιθηνοὶ« μὲν οἱ λεγόμενοι »βασιλεῖς«, »τροφοὶ« δὲ αἰ ὀνομαζόμεναι »ἄρχουσαι«. καὶ ἐπεὶ οἱ δεικνύμενοι ὑπὸ τοῦ σωτῆρος ἡμῶν μικροὶ ὡς ὐπὸ τροφῶν καὶ τιθηνῶν οἰκονομοῦνται, διὰ τοῦτ´ οἶμαι καὶ Μωςέα, πιστεύοντα ἐν τῇ τῶν μεγάλων ἤδη τετάχθαι χώρᾳ, εἰρηκέναι πρὸς τὸ »ὁ ἄγγελός μου προπορεύ- [*](2 Vgl. Luc. 1, 32 – 4. 7 I. Petr. 2, 2 – 8 ff (lat.) Vgl. l. Kor. 3, 1 – 3 — 15 Jes. 49, 22f – 22f Vgl. Jes. 49, 22f – Ex. 32, 34 vgl. 33, 14 1 Γαβριὴλ Hu, vgl. lat. σηρ ΜΗ 5 – 7 ἐν—βρέφη Kl nach Diehl, vgl. lat. 20 καταφρονήσετε Η 21 μικρῶν + τούτων λ 29 ὑπὸ] ἐπὶ Μ)
v.10.p.253
σεται ὑμῶν« τὸ »εἰ μὴ αὐτὸς συμπορεύῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν«· εἴπερ γὰρ ὁ μικρὸς μὲν καὶ »κληρονόμος« — ᾗ »νήπιος« δὲ ὡς μηδὲν διαφέρων »δούλου« (ὅτε ἐστὶ νήπιος) καὶ ᾗ μικρός ἐστι — τὸ τῆς »δουλείας εἰς φόβον« ἔχει πνεῦμα, ὁ δὲ μηδαμῶς ἔτι τοιοῦτος, οὐκέτι μὲν τὸ τῆς »δουλείας«, ἤδη δὲ τὸ τῆς »υἱοθεςίας«, ὅτε »ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον«, δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρευβάλλειν λέγεται ὁ »ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν« καὶ ῥύεσθαι »αὐτούς«. ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι τῶν πνεύματι »δουλείας [τῶν] εἰς φόβον« ἀγομένων (ἐπεὶ »παρεμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐτούς«), μεγάλων δὲ ὁ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ »μετ’ αὐτοῦ εἰμι ἐν θηίψει«). καὶ ὅσον μέν ἐσμεν ἀτελελῖς καὶ δεόμενοι τοῦ βοηθοῦντος ἡμῖν πρὸς τὸ ῥυσθῆναι ἀπὸ κακῶν, ἀγγέλου δεόμεθα περὶ οὗ ἔλεγεν ὁ Ἰακὼβ τὸ »ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ [*](1 Ex. 33, 15 – 4 f Vgl. 4, 1 – 7ff. 20 Vgl. Röm. 8, 15 – 13 I. Joh. 4, 18–16. 21 Psal. 33, 8 – 18–27 Vgl. Cv Nr. 19 Or.:… οὗτοι οἱ μικροὶ ὠς ἄν ἔτι φοβούμενοι θεὸν καὶ οὔπω ἀγαπῶντες ὑπὸ φρουροῖς ἀγγέλοις εἰσί (παρεμβαλεῖ γὰρ »ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν«), οἱ δὲ μεγάλοι ὑπ’ αὐτῷ τῷ κυρίῳ (περὶ γὰρ τοῦ τελείου ἐν τῷ ἐνενηκοστῷ Ψαλμῷ λέγει· »μετὰ σοῦ εἰμι ἐν θλίψει«) – 26 Psal. 90, 15 – 31 Gen. 48, 16 1 τῶ Μ 5 ᾗ Koe ἦ ΜΗ 15 κατὰ ταῦτα] καὶ τὰ τοιαῦτα M 20 f <τῶν>... [τῶν] Diehl Koe 26 τὸ <Μ 27 μὲν <Η 8. 12 1. timorem? Kl 12 ti morem G)
v.10.p.254
πάντων τῶν κακῶν«· τελειωθέντες δὲ καὶ διελθόντες τὸ ὑπὸ »τιθηνοὺς« εἶναι καὶ »τροφοὺς« καὶ »οἰκονόμους« καὶ »ἐπιτρόπους«, χωροῦμεν ἤδη ὑπ’ αὐτῷ οἰκονομεῖσθαι τῷ κυρίῳ.

Εἶτα πάλιν ζητήσαι ἄν τις, πότε τῶν δεικνυμέωνν ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶνς ἄγγελοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ’ οὗ »διὰ λουτροῦ παλιγγενεςίας« (ᾧ ἐγεννήθησαν) »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα« ἐπιποθοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει· ἢ ἀπὸ γενέσεως κατὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ τὸν προορισμὸν αὐτοῦ ἐπιταχθέντες τούτοις »οὓς καὶ προέγνω καὶ προώρισεν« ἐσομένους »συμμόρφους« »τῆς δόξης« τοῦ Χριστοῦ ὁ θεός. καὶ πρὸς μὲν τὸ ἀπὸ γενέσεως ἔχειν ἀγγέλους εἴποι ἄν τις ταῦτα,

[*](2 Vgl. Jes. 49, 22 f und Gal. 4, 2 – 6 ff Vgl. Harnack TU. 42, 4, 134 A. 2 – 11 Vgl. Tit. 3, 5 – 13 I. Petr. 2, 2 – 21 Röm. 8, 29 –22 Vgl. Phil. 3, 21 6 ζητήσαιεν Η 7/8 μικρῶν ὑπὸ τοῦ σωτῆρος Μ 11 λουτροῦ + τῆς Μ 12 ᾧ] <ἐν χ> ῳ Koe, vgl. lat. 20 ἐπιταχθέντες τούτοις Kl ἐπιταχθέντας τούτους MH 33 <ἄν> Diehl Koe 20 *** Diehl, vgl. gr. 23 vide B 32 qui] aliqui y | ut <y | quis x* qui ρ)

v.10.p.255
τὸ »ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου« καὶ τὸ »ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς« καὶ »ἀντελάβου μου ἐκ κοιλίας μητρός μου« καὶ »ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας« καὶ ἐν τῇ Ἰούδα ἐπιστολῇ »τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστοῦ τετηρημένοις κλητοῖς«, πάντως ὐπὸ τῶν τηρούντων ἀγγέλων.

Πρὸς δὲ τὸ [*](3 Gal. 1. 15–10 Psal. 70, 6–11 Psal. 138, 13–12 Psal. 21, 11– 14 Jud. 1–31ff Vgl. Orig. hom. I, 7 in Ez. (VIII, 331, 30 ff): veni, angele, suscipe senem conversum . . . tribue ei »baptisma secundae generatinis« etc. 3 <ὁ> λ, vgl. lat. | ἀφορίσας υ ἀφώρισάς M H 10–17 gr. kürzt und stellt um 11 ἀντελάβου Kl, tector meus B vlg. LXX und lat., ἀντελάβετο ΜΗ 31 ff Lücke nach lat. schon Hu 1 <eum> Elt 15 et]+ in ρ 21 proferet ρ profert x 23 f protector meus B)

v.10.p.256
ὅτε »διὰ λουτροῦ« γεγόνα<σιν> »ἐν Χριστῷ« νήτιοι μὴ παρεῖναι ἅγιον ἄγγελον τοῖς ἔτι κακίᾳ *** <ἀλλὰ κατὰ μὲν> τὸν καιρὸν τῆς ἀπιστίας ύπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ· μετὰ δὲ τὴν ἀναγέννησιν ὁ τοῦ ἰδίου αἴματ[ς ἐξαγοράσας ἡμᾶς παραδίδωσιν άνίῳ ἀγγέλῳ καὶ διὰ τὴν καθαρότητα βλέτοντι τὸ πρὸσωπον τοῦ θεοῦ.

Καὶ τρίτος δ’ ἄν τις τοιοῦτος εἴη κατὰ τὸν τόπον λόγος φάσκων [*](1 Vgl. Tit. 3, 5 — 3 f Vgl. 1. Kor. 3, 1 — 4 ff Vgl. Tit. 3, 3 — 8 ff Vgl. I. Kor. 6, 9 f — 30 ff Vgl. Orig. hom. XXXV in Luc. (IX. 208, 26 ff): secundum meritum enim corum, quorum angeli sunt, aut semper aut nunquam. cel parum cel plus faciem dei angeli contemplabuntur etc. 1 γεγόνα<σιν> Kl, vgl. lat. γέγνε Η 3 νήπιοι Kl. vgl. lat. νήπιος M H 14 *** Hu, vgl. lat. 17 <ἀλλὰ κατὰ μὲν> Kl nach Diehl Koe, vgl. lat, 27 παραδίδωσι Η 26 f dm credentem in ihm B)

v.10.p.257
ὅτι δυνατόν, ὥσπερ μεταβαλεῖ ἄνθρωπον ἀπὸ ἀπἲστίας εἰς πίστιν καὶ ἀπὶ ἀκολαςίας εἰς σωφροςύνην κἂὶ ἁπαξαπλῶς ἀπὶ καδίας εἰς ἀρετήν, οὅτω καὶ τὸν ἐγκχειρισμένον ἅμα γενέσει ψυχήν τινα κατὰ μὲν τὰς ἀρχὰς φαῦλον εἶναι δύνασθαι, ὕστερον δέ ξποτε ἀνάλογον τῷ πιστεύοντι πιστεύειν καὶ ἐπὶ τοσοῦτον προκόπτειν, ὡς γενέσθαι αὐτὸν ἄγγελον ἕνα τῶν διὰ παντὸς βλεπόντων τὸ προσωπον τοῦ ἐν οὐρανοῖς πατρός. ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνωσθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύτην ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους. δυνατὸν δὲ καὶ ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἀμφοτέρων ἀπίστων, ὁτὲ μὲν ὁ ἀνὴρ πρότερονξ πιστεύσας τῷ χρόνῳ σώζει τὴν γυναῖκα, ὁτὲ δὲ ἡ γυνὴ ἀρξαμένη ὕστερόν ποτε πείθει τὸν ἄνδρα, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰ μὲν οὖν καὶ ἐπ’ ἄλλων γίνεται ἀγγέλων τὸ τοιοῦτον ἢ μή, καὶ αὐτὸς εξετάσεις. μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦτον τετιμημένου κατὰ τὸν τοῦ σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ [*](10 — 13 Vgl. C1 Nr. 208 Or.: αἱ διάνοιαι τῶν ἁγίων δίκην ἀγγέλων βλέπουσι τὸ πρόσωπον τοῦ πατρὸς τὸν φανταζόμενοι κτλ. — 17 ff Vgl. Röm. 8, 33 — 25 f Vgl. I. Kor. 7, 16 ? 8 ποτε < H 11 αὐτὸν] αὐτῷ Koe 20 ἀγγέλων Kl ἀγγέλους Μ Η 28 καὶ 2 < Η 34 λόγου Η)
v.10.p.258
παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς. ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν τῶν μὲν μικρῶν εἶναι τοὺς ἀγγέλους, διεληλυθέναι δὲ τὴν τοιαύτην τάξιν τοὺς μεγάλους, ἀντερεῖ τις ἡμῖν ἐκ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα γέγραπται ὅτι Ῥόδη παιδίσκη τις τοῦ Πέτρου »κρούσαντος τὴν θύραν« προσῆλθεν ὑπακοῦσαι, »καὶ ἐπιγνοῦσα τῆν φωνὴν τοῦ Πέτρου«, εἰσδραμοῦσα »ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος«· θαυμάσαντες καὶ οἱ ἐν τῷ οἴκῳ συνηθροισμένοι καὶ ὡσπερεὶ ἀδύνατον εἶναι νομίσαντες τὸν Πέτρον ἀληθῶς ἑστηκέναι »ἔλεγον ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι«. φήσει γὰρ ὅτι ἅπαξ μαθόντες ἐκεῖνοι ἕκαστον τῶν πιστευόντων ἔχειν ἄγγελον τόνδε δινᾔδεισαν καὶ Πέτρου τινὰ εἶναι ἄγγελον. ὁ δὲ παριστάμενος οἷς προειρήκαμεν φήσει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ οὐκ ἠκριβωκότων πότε μὲν ὑπ’ ἀγγέλων τῳ ὡς μικρός τις καὶ φοβούμενος τὸν θεὸν οἰκονμεῖται, πότε δὲ ἤδη ὑπ’ αὐτῷ τῷ κυρίῳ. μετὰ ταῦτα εἰς κατασκευὴν τοῦ ὡς ἐξειλήφαμεν νοεῖσθαι τὸν μικρὸν λεχθησεται ὅτι οὐ δεύμεθα μὲν [*](3 ff Vgl. S. 251, 30 ff — 8 ff Act. 12, 13 — 15 2/3 τοῦ ἐν οὐνοις πρς Μ 5 τοὺς < Η 17 Πέτρον] + πρὸ τοῦ πυλῶνος λ 25 καὶ < Μ 26 — 29 ὑπ’ — πότε δὲ < Η 26 <ἡμῶν> πότε ? Diehl 27 τῳ Kl τῶ Μ τῷ υ [τῷ] ὡς Hu τις Lo 32 λεχθήσεται Hu, vgl. lat. λεχθήσεσθαι Μ Η)
v.10.p.259
ἐντολῆς τῆς περὶ τοῦ μὴ καταφρονεῖν ἐπὶ τῶν μεγάλων ***, χρῄζομεν δὲ αὐτῆς ἐπὶ τῶν μικρῶν. διὸ οὐχ ἁπλῶς εἴρηται· μὴ καταφρονήσητε ἑνὸς τούτων, δεικνυμένων πάντων τῶν μαθητῶν, ἀλλ’ ἑνὸς τούτων τῶν μικρῶν, <μικρῶν> δεικνυμένων ὑπὸ τοῦ βλέποντος μικρότητα καὶ μεγαλότητα ψυχῆς.

Ἄλλος δ’ ἂν λέγοι μικρὸς ἐν τούτοις λέγεσθαι τὸν τέλειον συγχρώμενος τῷ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγς«, καὶ φήσει ὅτι ὁ ταπεινῶν ἑαυτὸν καὶ <γινόμενος μιμητὴς τοῦ ἑαυτὸν ταπεινώσαντος ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ> γινόμενος νήπιος ἐν μέσῳ πάντων <τῶν> πιστευόντων (κἂν ἀπόστολος, κἂν κπίσκοπος ᾖ) καὶ γινόμενος τοιοῦτος »ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«, οὗτός ἐστιν ὁ δεικνύμενος ὑπὸ τοῦ Ἰησοῦ μικρός, καὶ ἄξιόν γε τοῦ τοιούτου ἄγγελον εἶναι βλέποντα τὸ πρόσωπον τοῦ θεοῦ. τὸ γὰρ μικροὺς λέγειν ἐνταῦτθα τοὺς τελείους κατὰ τὸ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας« [*](12 ff Vgl. S. 230, 8 ff — 17. 32 Luc. 9, 48 — 25 I. Thess. 2, 7 2 *** Diehl, vgl. lat. 7/8 <μικρῶν> Diehl, vgl, vgl. lat. 17 γὰρ] δὲ Κoe, vgl. lat. 19 ἑαυτῶν Ha 20 — 22 <γινόμενος — καὶ> Diehl Kl Koe, vgl. lat. 23 <τῶν> Kl 31 γὰρ] l. γοῦν Elt 5 ne] nec G non Pasch 15 dicet Kl, vgl. gr. dicit x)

v.10.p.260
καὶ ὡς ὁ Παῦλος εἶπεν τὸ »ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη« δόξει μὴ συνᾴδειν τῷ »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τῷ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ὁ γὰρ ὡς ἀποδέδοται νῦν μικρὸς οὐ σκανδαλισθείη οὐδ᾿ ἀπόλοιτο ἄν· »εἰρήνη γὰρ πολλὴ τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. καὶ οὐκ ἂν ἀπόλοιτο ὁ πάντων μικρότερος ἐν πᾶσι τοῖς μαθηταῖς Χριστοῦ ὑπάρχων καὶ διὰ τοῦτο γινόμενος μέγας· καὶ ἐπεὶ οὐκ ἂν ἀπόλοιτο, λέγοι ἂν τὸ »τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης« καὶ τὰ ἑξῆς. ἀλλ᾿ ὁ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ ἡ τοῦ δικαίου ψυχή, [*](1 Eph. 3, 8 — 4 Matth. 18, 6 — 9ff Vgl. Orig. comm. III in Cant. (VIII, 241, 11ff): »scandalizari« non potest grandis et perfecta, sed »pusilla« et rudis anima, sicut in Psalmo dicit: »pax multa diligentibus nomen tuum« etc. — 14 Psal. 118, 165 — 23 Röm. 8, 35 — 26 Röm. 8, 38) [*](1 καὶ ὡς] καθὼς Keo | εἶπε H 15 τὸ ὄνομα] τὸν νόμον λ. vgl. zu S. 120, 16 App. I 23 χωρίση Η 30 μεταπτωτική Keo 26/27 et — cetera < L 29 dicet Kl, vgl. gr. dicit x)
v.10.p.261
ὡς μαρτυρεῖ καὶ ὁ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι Αὐτῷ τὴν προτέραν δικαιοςύνην. διὰ Τοῦτο λέγεται· »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τὸ οὐκ ἔστι θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων. Τὰ δὲ περὶ τῶν ἑκατὸν προβάτων ἔχεις εἰς τὰς κατὰ Λουκᾶν ὁμιλίας.

Ἐὰν <δὲ> ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον 30 αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ Μόμου (18, 15[—18]). [*](3ff Vgl. Ez. 33, 13 — 7 Matth. 18, 6 — 16 Vgl. Matth. 18, 12 f 16 — 24 τὰ—ὁμιλίας] ,,mageres Und dazu falsches Exzerpt des Ori- Ginals“ Keo 16 δὲ < Μ 28 <δὲ> Koe, vgl. Lat. 18, 6 — 16 Vgl. Matth. 18, 12f 18/19 exponentes] lat. Denkt Nach Koe mit Recht an den Lukas- Kommentar, während gr. Dafür die Ihm allein bekannten Homilien zum Lukas setze 28 si autem] VI. Se- Cundum matheum. In illo tempore Dixit his petro: si L | peccaverit] + in te L)

v.10.p.262
Ὁ μὲν ἐπερειςάμενος τῇ λέξει <καὶ Τὴν> ὑπερβάλλουσαν τοῦ Ἱησοῦ φιλ- ανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισςὸν ποίησουσι καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ [*](12f Vgl. I. Kor. 5, 11 — 14 f Vgl. 28/29 <καὶ τὴν> Kl, vgl. Lat. 29/30 φιλανθρωπίαν τοῦ Ἰησοῦ Η 31 ῥητῶν <αὐτῶν τοῦ Ἰησοῦ> Koe, Vgl. Lat. I. Joh. 5, 16 — 15ff Vgl. I. Kor. 6, 9 8/9 publicanus + Omelia Ori- Genis de eadem lectione L 15/16 con- Cubitor—est 2] concubitores · factus Autem G L 19/20 solus] 1. <ut Dicat aliquis> solus Koe 24 post- Quam] priusquam L)
v.10.p.263
Οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλατ- Τόνων < μόνων> ἁμαρτημάτων ταῦτα Χώραν ἔχειν λέγεσθαι. ἄλλος δέ τις καὶ τῇ λέξει ἐπερειδό- μενος καὶ μὴ ἔξωθεν προσυπα- κούειν θέλων ταῦτα μὴ περὶ παν- τὸς ἁμαρτήματος λέγεσθαι φήσει, ὅτι ὁ τὰ μεγάλα ἐκεῖνα ἀμαρτάνων οὐδὲ ἀδελφός ἐστιν, ἀλλ’ (εἰ ἄρα) ἀδελφὸς ἀνομαζόμενος, ὥς φησιν ὁ ἀπόστοος· »ἐὰν [δέ] τις ἀδελφὸς ἀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης (καὶ τὰ ἑξῆς) τῷ τοιούτῳ μηδὲ συνε- Σθίειν«. Οὐδεὶς γὰρ εἰδωλολάτρης ἀδελφὸς οὐδὲ πόρνος οὐδὲ πλεο- νέκτης· εἰ γὰρ ἔχει τι τούτων, δο- κῶν φορεῖν τὸ Χριστοῦ ὄνομα »ἀδελ- φὸς ὀνομαζόμενος« ἀλλ’ οὐκ ἀδελ- Φὸς ἐνδίκως ἂν λέγοιτο. ὥσ περ οὖν Φανταςίᾳ τῆς εἰς ὐπερβολὴν Κ<χρηστό- Τητος> Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς Παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος [*](17. 24. I. Kor. 5, 11 2< μόνων> Kl, vgl. Lat. 9 μὴ Elt Μήτε MH 11 ὁ< Η 12 ἐστι Η 17 [δὲ] Koe, vgl. Lat. 18 ᾖ λ, vgl. Lat. ἢ Μ Η 21 οὐδεὶς γὰρ] οὐδὲ Μ 23 ἔχειν τι τούτων ὁ δοκῶν φορεῖ Koe 27/28 τῆς und <κρηστότητος> Κl, vgl. Lat. Τοῦ Μ Η 28 ἐπιτριβ ῆς ist nicht zu ändern (gegen Hu), vgl. Orig.c. Cels. IV, 70 (I, 339, 23) 29 παρεῖχεν] + neglentibus lat. 2 peccata y* <L 10 defen- Dit BL 12 nominatur G 16 a] Inter B 23 *** Diehl Kl Koe, vgl. Gr. 24 et] tamen GL 25 nomi- Natur R G 26 ergo < Ga igitur Gc)
v.10.p.264
Λέγων τὰ τοιαῦτα εἰρῆσθαι, Κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα- Κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι- κούτων, Οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν Διαστειλάμενος ἀπὸ τοῦ ἀνομαζο- Μένου ἀδελφοῦ Διδάξαι ἂν τὸν ἐπ’ ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι- Στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς »μὴ πρὸς θάνα- τον« ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ Νόμος) τοῖς μὴ θανατηφόροις· ὅπερ Δόξαι ἂν ὠμότερον τυγχάνειν. Οὐ Γὰρ οἶμαι ταχέως εὑπεθήσεσθαί τινα τὸν μὴ τρὶς ἐπὶ τῷ αὐτῷ εἴδει τῆς ἁμαρτίας ἐλεγχθέντα, φέρ’ εἰπεῖν λοιδορίᾳ (καθ’ ἣν οἱ λοιδοροῦντες δυσφημοῦσι τοὺς πέλας) ἤτοι φυ- σιώσει ἢ πολυποςίᾳ ἢ λόγῳ ψευδεῖ καὶ ἀργῷ, ἤ τινι Τῶν ἐν τοῖς πολλοῖς.

Ζητήσεις οὖν, μήποτε λανθά- Νει τις κατὰ τὸν τόπον τήρησις καὶ [*](14 Ι. Joh. 5, 16 — 15 Vgl. Num. 18, 22 ¾ φθαρμακεία Ma 9 τὸν < Η | ἐπὶ Η 10/11 ἐπιστρέψαντα Η 15 ἐπ’ ἀριθμοῖς Μ 18 τινα + in ecclesia lat., vgl. Auch Z. 28 20 μὴ + iam lat. 23/24 ἤτοι φυσιώσει Kl nach Koe, Vgl. Lat. Und II. Kor. 12, 20 οἵ τε Θυμούμενοι Μ Η 6 — 7 <fratrem—fratre> Kl, vgl. Gr. 9 ex Diehl, vgl. Gr. Et x 10 etiam] Et G L 20/21 argutus G L Pasch 21 utputa + et B 23 in < ρ 25 men- Daci Elt mendacii x 27—29 quae—in- Veniuntur] Hinweis auf die Erfah- Rungen des Origenes in Alexandria Koe)

v.10.p.265
Τοὺς φανταςίᾳ τῆς τοῦ λόγου χρη- Στότητος καὶ πρὸς τοὺς τὰ μέγιστα ἡμαρτηκότας τὸ συγγνωμονικὸν δι- κόντας, καὶ τοὺς ἐπὶ τοῖς ἐλαχίστοις διδάσκοντας λογίζεσθαι <καὶ διὰ τοῦ- Το εὐξέως> ὡς ἐθνικὸν καὶ τελώνην Τὸν μετὰ <τὸ ἐλεγχθῆναι δὶς ἢ> τρὶς Τὰ βραχύτερα ἡμαρτηκότα ἀλλότριον ποιοῦντας τῆς ἐκκληςίας. Τὸ δὲ λανθάνον ἑκατέρους τοιοῦτόν Μοι φαίνεται· τὸ ἐκέρδησας τὸν ἐδελφόν σου ἐπὶ τοῦ μόνου ἀκού- σαντος τάξας ὁ λόγος, οὐκέτι αὐτὸ ἔθηκεν ἐπὶ τοῦ δεύτερον ἢ τρίτον Πταίσαντος καὶ ἐλεγχθέντος, ἀλλ’ ὡσπερεὶ μετέωρον εἴασε τὸ ἀνά- λογον τῷ ἐκέρδησας τὸν ἀδελ- φόν σου δεχθηςόμενον περὶ τοῦ δεύτερον ἢ τρίτον ἐλεγχθέντος. Οὐ Πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται ἢ πληγὰς λήψεται. Καὶ πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐάν σου ἀκούσῃ, ἐκέρ- δησας τὸν ἀδελφόν σου· τῷ δὲ Δευτέρῳ κατὰ τὴν λέξιν τόπῳ φάσ- Κοντι· ἐὰν δὲ μὴ ἀκούσῃ, πα- Ράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ Δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται Πᾶν ῥῆμα. Τί οὖν μετὰ τὸ σταθῆναι πᾶν ῥῆμα ἐπὶ δύο ἢ τριῶν μαρτύ- ρων ἔσται τῷ τὸ δεύτερον νουθε- τηθέντι, ἡμῖν ἐννοεῖν καταλέλοιπε. Καὶ πάλιν ἐὰν παρακούσῃ αὐ- [*](1 λόγου + inmensae lat., vgl. S. 262, 29f 5 <καὶ—εὐθέως> Kl, vgl. Lat. 7 <τὸ—ἢ> Kl, vgl. Lat. 28 σεαυτοῦ + <ἔτι> λ 34 τῷ < Η ¾ praeterit—loci< B 5 per- Tinere] + praetereat intellectus loci Huius B 7 vel] aut G 8 argutus BL)
v.10.p.266
τῶν, δῆλον δ᾿ ὅτι τῶν παραληφθέντων μαρτύρων, εἰπὸν (φησὶ) τῇ ἐκκλησίᾳ· καὶ οὐκ εἶπε τί πείσεται, ἐὰν μὴ ἀκούσῃ τῆς ἐκκλησίας, ἀλλ᾿ ἐδίδαξεν ὅτι ἐὰν τῆς ἐκκλησίας παρακούσῃ, δεῖ αὐτὸν εἶναι τῷ τρὶς νονθετήσαντι καὶ μὴ ἀκουσθέντι πρὸς] τὸ λοιπὸν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην. οὐ πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται, ἀλλ᾿ ὅ τί ποτε πείσεται ὁ τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, ἢ καὶ ὁ τούτων παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, ὁ θεὸς ἂν εἰδείη. ἡμεῖς γὰρ οὐκ ἀποφαινόμεθα κατὰ τὸ »μὴ κρίνετε, ἵνα μὴ κριθῆτε« <καὶ τὸ »μὴ πρὸ καιροῦ τι κρίνετε>, ἔως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«. Πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου; δεῖ γὰρ μεμνῆσθαι τοῦ »οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων«. καὶ [*](17 Matth. 7. 1 — 18 I. Kor. 4, 5 — 32 Matth. 18, 14 11 ἀπολεῖτε Η 17/18 <καὶ—κρίνετε> KI nach Hu, vgl. lat. 25 Diehl vermute eine Lücke, vgl. lat. in quarto audire 27 καὶ Koe ἤ MH 29 δεῖ] χρὴ Η 7. 24 argutus B L 9—10 <lucrifaciat aut omnino> Diehl, vgl. gr. 23—25 lat. entspricht schlecht gr. 22—25; ist ter und in quarto ungenau übersetzt (so Koe)?)
v.10.p.267
γὰρ εἴπερ δεῖ »τοὺς πάντας ἡμᾶς« παραστῆναι »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«, χρὴ ὅση δύναμις τὰ παρ᾿ αὑτὸν ποιεῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμένων, κἂν μέλλῃ περὶ πάντων ὧν ἐποίησε χειρόνων ἀπολαμβάνειν· φιλοτιμητέον δὲ περὶ πλειόνων εὐτοιιῶν μισθὸν κομίσασθαι. ἐπὶ »ᾧ μέτρῳ« μετροῦμεν. »ἀντιμετρηθήσεται« ἡμῖν καὶ »κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται« ἡμῖν. καὶ οὐκ ἀπειροπλάσια μέν, ἤτοι δὲ διπλάσια ἢ ἑπταπλάσια λήψονται οἱ ἡμαρτηκότες ἐκ χειρὸς κυρίου τὰ ἁμαρτήματα, <ἔστι δὲ> ὅταν μὴ [καὶ] »κατὰ τὰ ἔργα τῶν χειρῶν« τινι ἀποδιδωῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν· Ἱερουσαλὴμ μὲν γάρ, ὡς ὁ Ἡσαΐας ἐδίδαξεν, »ἐδέξατο ἐκ χειρὸς κυρίου διπλὰ τὰ ἁμαρτήματα αὐτῆς«, οἱ δὲ γείτονες τοῦ Ἰσραὴλ (οἵτινές ποτ᾿ ἂν ὦσιν) ἑπταπλάσια λήψονται κατὰ τὸ ἐν Ψαλμοῖς οὕτως εἰρημένον· »ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλαςίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδιςάν σε, κύριε«. καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰσόμεθα ὅτι λυσιτελεῖ [*](1 ff II. Kor. 5, 10; vgl. o. S. 135, 20 ff — 13 Vgl. Matth. 7, 2 — 15 Jes. 3, 11 — 23 Jes. 40, 2 — 28 Psal. 78, 12 6 αὐτῶν M 11 εὐπορϊῶν M 19/20 <ἔστι δὲ> ὅταν μὴ [καὶ] Kl, vgl. lat. 21 ἀποδίδωται MH 17 <sed> Koe, vgl. gr. 19 <peccata> Diehl KI Koe, vgl. gr. 27 recipient Koe. vgl. Z. 18 und gr. recipiunt x)
v.10.p.268
μεθ᾿ ὁποσαοῦν ἁμαρτήματα μετανοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειόνων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγαθῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε τῶν πεπραγμένον ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ ᾖ· ἄτοπον γὰρ τὰ μὲν χείρονα λογισθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τηροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν.

Καλῶς δέ μοι δοκεῖ συνῆφθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης τὸ ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. [*](10 Vgl. Ez. 33 — 16 ff S. 266,23; vgl. auch S. 265, 6f. 10 4 ποτε ὕστερον Η 13 puriter] pariter G 14 sit < G L 18 emendaverit B 27 argutiones B)

v.10.p.269
δικαίως γὰρ ἔδησεν ὁ τρὶς νουθετήσας καὶ μὴ ἀκουσθεὶς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην. διόπερ ὁ τοιοῦτος δεδεμένος καὶ δεδικασμένος ὑπὸ τοῦ τοιουδὶ μένει δεδεμένος, οὐδενὸς τῶν ἐν οὐρανῷ ἀναλύοντος τοῦ δεδεκότος αὐτὸν τὴν ψῆφον. οὕτω δὲ καὶ ὁ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ κερδηθῆναι, λυθεὶς διὰ τῆς νουθεσίας <τοῦ> κερδήσαντος αὐτὸν καὶ μηκέτι »σειραῖς τῶν ἁμαρτιῶν« ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδεμένος, λελυμένος κριθήσεται <δικαίως καὶ> ὑπὸ τῶν ἐν οὐρανοῖς. πλὴ τὰ ἐν τοῖς ἀνωτέρω μόνῳ τῷ Πέτρῳ δεδομένα ἔοικε δηλοῦσθαι δεδωκέναι πᾶσι τοῖς τὰς τρεῖς νουθεσίας προσαγαγοῦσι πᾶσι τοῖς ἡμαρτηκόσιν, ἵν᾿, ἐὰν μὴ ἀκουσθῶσιν, δήσωσιν ἐπὶ γῆς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην ὡς δεδεμένου τοῦ τοιούτου ἐν τῷ οὐρανῷ. ἀλλ᾿ ἐπεὶ ἐχρῆν, εἰ καὶ κοινόν τι ἐπὶ τοῦ Πέτρου καὶ τῶν νουθετησάντων τρὶς τοὺς ἀδελφοὺς λέλεκται, ἐξαίρετόν <τι> ἔχειν τὸν Πέτρον παρὰ τοὺς τρὶς νουθετήσαντας, ἰδίᾳ [*](15 Vgl. Prov. 5, 22 — 18f Vgl. Matth. 16, 18f 9 δεδωκότος Ma Ha, corr. Me He 11 νουθετηθεὶς] + <καὶ>? KI 13 <τοῦ> KI 16 αὐτοῦ Μ 17f <δικαίως καὶ> KI mit Diehl Koe, vgl. lat. 20 δεδωκέναι] ergänze Ἰησοῦν? 22 ἵνα Μ 23 ἀκουσθῶσι H 32 <τι> Koe, vgl. lat. 6 alligatus + est L 7 alligatus Pasch <x 11 argutus B L | <semel> Diehl, vgl. gr. 19/20 data —data KI nach Pasch, vgl. gr. dicta —dicta x 33 arguerunt y* arguerant L | illie y)
v.10.p.270
τοῦτο προτέτακται ἐπὶ τοῦ Πέτρου τὸ »δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν<, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς«> τοῦ καὶ ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. καίτοιγε εἰ ἐπιμελῶς προςέχομεν τοῖς εὐαγγελικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δοκοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους. οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς »κλεῖδας« οὐχ ἑνὸς οὐρανοῦ ἀλλὰ πλειόνων, [καὶ] ἵνα, ὅσα ἐὰν δήσῃ »ἐπὶ τῆς γῆς«, ᾖ δεδεμένα οὐκ ἐν ἑνὶ <μόνον> οὐρανῷ ἀλλ᾿ ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς <δὲ ὄντας> δέοντας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ τῆς γῆς <οὕτω λέγεσθαι>, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν »οὐρανοῖς«, ὡς ἐπὶ Πέτρου, ἀλλ᾿ ἐν [*](2 Matth. 16, 19 — 18 ff Vgl. Matth. 16, 19 1 προτέτακται] πέπρακται Μ 2 τὸ] τοῦ Μ | δώσωσι τὰς Η 3—6 <καὶ —οὐρανοῖς> KI, nach lat. 17 λεγομένων M 19 οὐχ ἑνὸς]τῆς βασιλείας τοῦ M 20 [καὶ] Koe, vgl. lat. 22 <μόνον> Koe, vgl. lat. 23 πᾶσι M | οὐρανοῖς Diehl Κοε, vgl. lat. αὐτοῖς M H 28 <δὲ ὅντας> KI, vgl. lat. 30 <οὕτω λέγεσθαι> KI, vgl. lat. 2 dicit x* dixit ρ 27 omnibus Pasch <x 32 uno caelo L)
v.10.p.271
οὐρανῷ ἑνί· οὐ γὰρ διαβαίνουσι τῇ δυνάμει, ὡς Πέτρος, ἵνα δήσωσιν ἢ λύσωσιν ἐν πᾶσιν »οὐρανοῖς«. ὅσῳ οὖν βελτίων ὁ δεσμεύων, <τοσοῦτον ὁ δεδεμένος πλεῖον ἢ ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων ὁ λύων> τοσοῦτον μακαριώτερος ὁ λελυμένος, ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐτοῦ τὸ λελύσθαι.

<Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν> τόμος ιδ'.

Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενη- [θή]σεται αὐτοῖς (18, 19[20]). Κυρίως τὸ τῆς συμφωνίας ὄνομα τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοι διάφωνοι. οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν τεταγμένον ἐν τῷ »ἤκουσε συμφωνίας καὶ χο- [*](23ff Vgl. Harnack TU. 42, 4, 99 — 23 —30 Vgl. Cluc Nr. 41 Or. — 25—272, 18 Vgl. C v Nr. 20 Or. — 30 Luc. 15, 25 4ff <τοσοῦτον—λύων> Kl, vgl. lat. 8 ὡς] l. τῷ Koe + καὶ Η 14 πάλιν + amen lat. 17/18 γενήσεται Kl Koe, vgl. S. 276, 26 28 δὲ] γὰρ M | γραφὴ] φωνὴ M 29 τεταγμένων Ma 4 tanto] tantum GL 15 con- venerint B 17 illis] eis B 20 fue- rint congregati L)

v.10.p.272
ρῶν«. ἔπρεπε γὰρ ἐπὶ τῇ ἐκ μετανοίας συμφωνίᾳ πρὸς τὸν πατέρα τοῦ ἀπὸ ἀπωλείας εὑρεθέντος υἱοῦ ἀκουσθήναι συμφωνίαν ἐπὶ τῇ εὐφροσύνῃ τῆς οἰκίας. τὸ δὲ τῆς συμφωνίας ὄνομα ὁ φαῦλος οὐκ οἶδε Λάβαν, ἐν οἷς φησι πρὸς τὸν Ἰακώβ· »καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας«. ἀδελφὸν δὲ τῆς τοιαύτης συμφωνίας τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν γεγραμμένον, ἡνίκα »οἱ ἀδελφοὶ« τοῦ Ἀμιναδὰβ »ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ Δαυΐδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ καὶ ᾠδαῖς«· τὰ γὰρ ἡρμοσμένα ὄργανα »ἐν ἰσχύϊ καὶ ᾠδαῖς« εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μόνων μετὰ τῆς πρὸς τὴν θείαν μουσικὴν καὶ πνευματικὴν συμφωνίας αἴτησιν προσαγόντων τῷ ἐν τοῖς οὐρανοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πατέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰτήσαιεν ἂν οἱ τὴν εἰρημένην συμφωνίαν συμφωνήσαντες. οὕτως ἐγὼ ἀκούω καὶ τοῦ ἀποστολικοῦ ῥητοῦ· »μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι [*](4 Vgl. Luc. 15 23f. 32 — 8 Gen. 31, 27 — 13 II. Regn. 6, 4—5 — 32 I. Kor 7, 5 14 ἀμιναδὰμ M 16 υἱοὶ Ἰσραὴλ] οἱ υἱοὶ Η 20 αὐτοῖς Μ | β συμφωνίαν α τὴν μουσικὴν Η 24 προσαγαγόντων Μ 25 ὁτινοσοῦν Μ)
v.10.p.273
ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ«. ἐπεὶ γὰρ τὸ τῆς ἁρμονίας ὄνομα ἐπὶ τῶν κατὰ θεὸν γαμούντων τέτακται ἐν τῷ οὕτως ἐκ Παροιμιῶν τεταγμένῳ ῥητῷ· »οἶκον καὶ ὕπαρξιν μεριοῦνται πατέρες παισί, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί«, ἀκόλουθόν ἐστι τῇ ἀπὸ θεοῦ ἁρμονίᾳ τὸ ὄνομα καὶ τὸ ἔργον ἀπολαύειν τῆς συμφωνίας εἰς εὐχήν, ὅπερ δηλοῦται ἐν τῷ »εἰ μή τι ἂν ἐκ συμφώνου«. Εἶτ᾿ ἐπιδιηγούμενος ὁ λόγος τὸ συμφωνεῖν ἐπὶ τῆς γῆς δύο, ὅτι ταὐτόν ἐστι τοῦτο τῷ συμφωνεῖν τῷ χριστῷ, ἐπιφέρει τὸ οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα. οὐκοῦν οἱ συνηνμένοι εἰς τὸ τοῦ χριστοῦ ὄνομα δύο ἢ τρεῖς, οἱ συμφωνοῦντές εἰσιν ἐπὶ γῆς οὐ μόνον δύο, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ τρεῖς. ἐπιστήσει δὲ ὁ δυνάμενος εἰ ἡ συμφωνία αὕτη καὶ ἡ τοιαύτη συναγωγή, ἧς ὁ χριστὸς ἐν μέσῳ ἐστί, δύναται εὑρεθῆναι ἐν πλείοσιν, ἐπεὶ »στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν«. τάχα δὲ καὶ τὴν <τοιαύτην> συμφωνίαν οὐδὲ ὀλίγοι, ἀλλὰ δύο ἢ τρεῖς συμφωνοῦσιν, ὡς Πέτρος καὶ [*](6 Pron. 19, 14 — 11 I. Kor. 7,5 — 13 — 18 Vgl. II 206, 3 τινὲς δέ φασιν ὅτι τὸ συμφωνεῖν ἐπὶ τῆς γῆς δύο ταῦτόν ἐστι τῷ συμφωνεῖν καὶ συνεῖναι χριστῷ — 26 Matth. 7, 14 — 31f Vgl. Matth. 17, 1 Parr. 51. ἐν Παροιμίαις γεγραμμένῳ ? Ki 15 τοῦτο <Π 29 <τοιαύτην> Diehl Kl Koe, vgl. lat. 30 δύο + forte lat. | τρεῖς + per omnia lat. 23—26 lat. übersetzt ungenau 26 quoniam] qui L quia ρ)
v.10.p.274
Ἰάκωβος καὶ Ἰωάννης, οἷς <ὡς> συμφωνοῦσιν ἔδειξεν αὑτοῦ τὴν δόξαν ὁ λόγος τοῦ θεοῦ. συνεφώνησαν δὲ δύο μὲν Παῦλος καὶ Σωσθένης, γράφοντες τὴν πρώτην Κορινθίοις ἐπιστολήν, μετὰ τοῦτο δὲ Παῦλος καὶ Τιμόθεος, ἐπιστέλλοντες τὴν δευτέραν τοῖς αὐτοῖς· καὶ τρεῖς δὲ συνεφώνησαν, ὅτε »Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος« | ἐπαίδευον δι᾿ ἐπιστολῆς Θεσσαλονικεῖς. εἰ δὲ καὶ ἀπὸ τῶν παλαιῶν γραμμάτων δεήσει παραστήσαι τοὺς συμφωνήσαντας ἐπὶ γῆς τρεῖς, ὡς εἶναι τὸν λόγον ἐν μέσῳ αὐτῶν ἑνοῦντα αὐτούς, ἐπίστησον τῇ ἐπιγραφῇ τῶν Ψαλμῶν, ὡς τῇ τοῦ τεσσαρακοστοῦ πρώτου οὕτως ἐχούσῃ· »εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε«. τριῶν γὰρ ὄντων υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται ΠΑΙΔΕΙΑ, καὶ τοῦ δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμ- [*](4 Jes. 53, 2 — 7 Vgl. Matth. 17, 2 — 9 Vgl. I. Kor l, 1 — 12 Vgl. II. Kor. l, 1 — 17 I. Thess. l, 1 — 26 Psal. 41, 1 — 29 Vgl. Exod. 6, 24 — 30 Vgl. Orig. ep. ad Rom. lib. x 7 (7, 397 Lomm.): Assir, qui interpretatur eruditio. Vgl. Wutz, Onom. Sacra 740 1 <ὡς> Diehl Koe, vgl. lat. 2 αὐτοῦ MH 10 πρώτην] προτέραν Η 20 θελήσει Μ 24 γραφῆ Μ 30 παιδεία Hu, vgl. lat. und Orig. in ep.ad Rom. (s. oben) παιδιὰ ΜΗ 21/22 verbum dei L 24 fine BL 29/30 creatura] lat. las κτίσις st. κτῆσες)
v.10.p.275
βάνεται εἰς τὸ ΘΕΟΥ ΚΤΗΣΙΣ, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ᾿ ἂν ΠΑΤΡΟΣ ΣΥΝΑΓΩΓΗ, αἱ προφητεῖαι οὐ διῃρέθησαν, ἀλλ᾿ ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦ<σι λέγο>ντες οἱ τρεῖς ὡς εἷς· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός«. φασὶ δὲ καὶ πληθυντικῶς ἐν τῶ τεσσαρακοστῷ τρίτῳ· »ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν«.

Εἰ δὲ θέλεις ἔτι μἀλλον ἰδεῖν τοὺς συμφωνοῦντας ἐπὶ τῆς γἠς, ἴδε τοὺς ἀκούσαντας· »ἵνα ἦτε κατηρτισμένοι ἐν τῷ αὐτῷ νοΐ καὶ ἐν τῇ αὐτῇ γνώμῃ«, καὶ ζηλώσαντας τὸ »ἦν ἡ ψυχὴ καὶ ἡ καρδία (πάντων τῶν πιστευόντων) μία« γενομένων <ἓν> εἴ γε δυνατὸν *** ἐν πλείοσι τοιοῦτον εὑρεθῆναι, ὥστε μηδὲ τὴν τυχοῦσαν διαφωνίαν εἶναι ἐν αὐτοῖς, [*](1 Vgl. Orig. a. O.: Elcana, qui in nostra lingua dicitur possessio dei. Vgl. Wutz, Onom. sacra 742 — 3 Vgl. Orig. a. O.: Abiasaph, qui in latino sermone indicat congregationem patris. Vgl. Wutz, Onom. sacra 739 — 9 Psal. 41, 2 — 14 Psal. 43, 2 — 16 20 Vgl. II 206, lf An. — 18 I. Kor. 1, 10 — 21 Act. 4, 32 — 24 (lat.) Vgl. S. 273, 23ff 1 θεοῦ κτῆσις Hu, vgl. lat. und Orig. a. O. χυ κτῆσις MH 3 λέγητ᾿ ἂν Η | πατρὸς Ηυ, vgl. lat. und Orig. a. O. πέτρος ΜΗ 5 ἀλλ᾿ ὡς Koe, vgl. lat. ἀλλὰ MH 8 λαλοῦ<σι λέγο>ντες Kl, vgl. lat. 17 τῆς<Μ 22 γενομένων <ἓν> Kl, vgl. lat. γενομένους MH 23 *** Koe, vgl. lat. 27 ἐν<Η 4 operante + in eis G L + m in electis dei Pasch 5 quasi]sicut B et Pasch 17 *** Diehl Kl, vgl. gr. 19 scientia B 20/21 dixit B 21 cor + unum L 24 in multis G L <B)

v.10.p.276
ὡς οὐκ ἔστι διαφωνία τῶν τοῦ δεκαχόρδου δου ψαλτηρίου χορδῶν πρὸς ἀλλήλας. οὐ συνεφώνουν δὲ ἐπὶ τῆς γῆς οἱ λέγοντες· »ἐγὼ μέν εἰι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ«, ἀλλὰ ἦν ἐν αὐτοῖς »σχίσματα«, ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος »σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χριστοῦ«, ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς »ὑπὸ ἀλλήλων« αὐτοὺς ἀναλίσκεσθαι· ἀναλίσκει γὰρ ἡ διαφωνία, ὥσπερ συνάγει ἡ συμφωνία, καὶ χωρ<ίζ>ει τὸν ἐν μέσῳ τῶν συμφωνούντων μόνων γινόμενον υἱὸν τοῦ θεοῦ. καὶ κυρίως γε ἐν δύο γενικοῖς γίνεται ἡ συμφωνία, τῷ (ὡς ὠνόμασεν ὁ ἀπόστολος) καταρτισμῷ τοῦ αὐτοῦ νοὸς κατὰ τὸ ταὐτὰ δόγματα ἔχειν νενοημένα, καὶ τῷ τῆς αὐτῆς γνώμης κατὰ τὸ ὁμοίως βιοῦν. ἴδε <τὸ> ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗἐὰν αἰτήσωνται, γενή<σε>ται αὐτοῖς παρὰ τοῦ πατρὸς Ἰησοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. καὶ δῆλον ὅτι ὄπου οὐ γίνεται παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς περὶ non autem consentiebant Corinthii dicentes: »ego quidem sum Pauli, ego autem Apollo, ego vero Cephae, et ego Christi«; sed erat in illis schisma, quo soluto congregabantur cum spiritu Pauli et »virtute domini Iesu«, ut iam non essent alius alium se mordentes et comedentes, ut consumerentur »abinvicem«. consumit enim dissensus, sicut congregat consensus, et separat Iesum qui in medio consentientium sibi solummodo invenitur. et proprie quidem in duobus istis generalibus fit consensus: in fide, sicut ait apostolus: »ut sitis perfecti in eodem sensu«, id est secundum eadem dogmata, »et in eadem sententia«, id est ut similiter conversentur. ideo dicit: si duo vestrum consen serint super terram de omni re, quidquid petierint fiet eis. manifestum est autem, quoniam ubi non fit de omni re consensus, [*](4 I. Kor. l, 12 — 6 Vgl. I. Kor. l, 10 — Vgl. I. Kor 5, 4 — 11 Vgl. Gal. 5, 15 — 18ff Vgl. I. Kor. l, 10 10 δάκνωμεν Η 14 χωρ<ίζ>ει Koe, vgl. lat. 19—21 ταὐτὰ—κατὰ τὸ <H | ταὐτὰ Koe, vgl. lat. αὐτὰ M 20 τῷ] τὸ H 23 ἴδε <τὸ> Kl, u. S. 275, 18 εἰ δὲ MH | ὑμῶν Kl, vgl. gr. vgl. lat. ἡμῶν MH 26 γενή<σε>ται Kl Koe vgl. lat. 29 καὶ δῆλον ὅτι] δηλονότι Η | γένηται Η 30ἐν + τοῖς Μ λονότι Η | γένηται Η 30 ἐν + τοῖς Μ 7 erat x* etiam ρ 17 gene- ralibus G a B generibus G e L 23/24 consenserint Diehl convene- rint x 30 fit x* sit μ fit *** Koe, vgl. lat.)
v.10.p.277
παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, ἐκεῖ οὐδὲ δύο συνφώνησαν ἐπὶ τῆς γῆς. καὶ τοῦτο αἴτιον ἡμῖν ἐστι τοῦ μὴ ἐπακούεσθαι εὐχομένους τὸ μὴ συμφωνεῖν ἡμᾶς ἀλλήλοις ἐπὶ τῆς γῆς μήτε δόγμασι μήτε βίῳ. ἔτι δὲ καὶ εἴπερ σῶμά ἐσμεν Χριστοῦ, καὶ »ἔθετο ὁ θεὸς τὰ μέλη, ἕκαστον αὐτῶν ἐν τῷ σώματι«, ἵνα »τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων τὰ μέλη« καὶ συμφωνῶσιν ἀλλήλοις, καὶ πάσχοντος μὲν ἑνὸς μέλους συμπάσχῃ πάντα δοξαζομένου δὲ συγχαίου. ὀφείλομεν ἀσκεῖν τὴν ἀπὸ τῆς θείας μουσικῆς συμφωνίαν, ἵνα συναγομένων ἡμῶν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ Χριστὸς ᾖ ἐν μέσῳ ἡμῶν, ὁ τοῦ θεοῦ λόγος καὶ ἡ τοῦ θεοῦ σοφία καὶ ἡ δύναμις αὐτοῦ.

Ταῦτα μὲν οὖν ὡς τῶν δύο καὶ τριῶν, οὓς προκαλεῖται συμφωνεῖν ὁ λόγος. κοινότερον νοουμένων. ἤδη δὲ καὶ ἄλλης διηγήσεΣως ἁψώμε- [*](7 ff Vgl. I. Kor. 12, 27. 18. 25. 26–25 Vgl. Joh. l., 1–26 Vgl. I. Kor. 1, 24–30 ff Harnack TU. 42, 4, 23; Clemens Alex.? Vgl. Zahn, Forschungen 3, 38 A. 1 4 ἐστι] ἐκ M | ἀκούεσθαι H a 7 καὶ εἴπερ] ὃ εἶπεν M 11 συμφωνῶσιν <καὶ φρονῶσιν>? Diehl, vgl. lat. 13 ἑνὸς μεν H 24 τοῦ <M 26 ἡ <H a 1 consenserunt Diehl convenerunt x 2 quam] quod y 5 dogmate] lat. las: δόγματι? Kl 7 simus μ 9 in invicem y* invicem L 11 <uno> μ, vgl. Pasch und gr. 12 conglorificato L 16 concentum μ 18 consonantia Pasch)

v.10.p.278
θα, ἣν ἔλεγέ τις τῶν πρὸ ἡμῶν, προτρέπων ἐπὶ ἁγνείαν καὶ καθαρότητα τοὺς γεγαμηκότας. δύο γάρ, οὕς βούλεται (φηςὶν) ὁ λόγος συμφωνεῖν νεῖν ἐπὶ τῆς γῆς, ἄνδρα καὶ γυναῖκα νοητέον, ἐκ συμφωνίας ἀποστεροῦντας ἀλλήλους σωματικῆς ὁμιλίας, ἵνα σχολάσωσι »τῇ προσευχῇ«, ὅτε προσευχόμενοι περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται λήψονται, γιγνομένου αὐτοῖς τοῦ ἀπὸ τοιαύτης συμφωνίας αἰτήματος παρὰ τοῦ ἐν οὐτσνοῖε πσυτὸε Ἰησοῦ Χοιστοῦ. καὶ ἔοικεν ἡμῖν ἡ διήγησις αὕτη οὐ διάλυσιν ποιεῖν γάμου, ἀλλ’ ἐπὶ συμφωνίαν προτροπήν· ὡς εἰ ὁ ἕτερος μὲν βούλοιτο καθαρεύειν ὁ δὲ ἕτερος μὴ θέλοι <ἢ μὴ δύναιτο> καὶ διὰ τοῦτο συγκαταβαίνοι τῷ ἢ μὴ θέλοντι ἢ μὴ δυναμένῳ ὁ καὶ βουλόμενος καὶ δυνάμενος τὸ κρεῖττον, οὐκ ἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ πανἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ παντὸς πράγματος οὖ ἐὰν αἰτήσωνται, γίνεσθαι αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς Ἰησοῦ Χριστοῦ.

Οἶδα δὲ καὶ ἄλλην διήγησιν μετὰ τοὺς γεγαμηκότας περὶ τῆς τῶν δύο συμφωνίας τοιαύτην. ἐν μὲν τοῖς φαύλοις βασιλεύει »ἡ ἁμαρτία« τῆς ψυχῆς, [*](6 f Vgl. I. Kor. 7, 5–28 ff Vgl. Harnack TU. 42, 4, 23–28–280, 5 Vgl. C v Nr. 20 Or., C 1 Nr. 209 Or., II 206, 4–8 An.–31 ff Vgl. Röm. 6, 12 8 ἵνα σχολάσωσι] ἀσχολάσωσι M 13 ἐν + τοῖς M 19 <ἤ μὴ δύναιτο> Diehl Kl Koe, vgl. lat. 29 μετὰ] + <τὴν εἱς>? Kl κατὰ Diehl Koe 4 consenserint Kl convenerint x 10 propter x* per μ 15 consensus] διήγησις gr. 20 melius Kl nach Diech, vgl. gr. ille x)

v.10.p.279
ἱδρυμένη ὡς ἐν οἰκείῳ θρόνῶ »τῷ θνητῷ« τούτῳ »σώματι εἰς τὸ ὑπακούειν« τὴν ψυχὴν »ταῖς ἐπιθυμίαις αὐτοῦ«. ἐν δὲ τοῖς ἐγείρασιν ὡς ἀπὸ θρόνου τοῦ σώματος τὴν προβασιλεύσασαν ἁμαρτίαν καὶ ἀγωνιζομένος πρὸς αὐτήν, »ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός«. ἐν δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ »τὰς πράξεις« ἐθανάτωσε «τοῦ σώματος« καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ »ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοτκοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν«, καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ εὐχὴ ἀναπέμπεται τοῦ »καρδίᾳ μὲν« πιστεύοντος »εἰς δικαιοσύvην, στόματι δὲ« ὁμολογοῦντος »εἰς σωτηρίαν«, ὥστε μηκέτι τὴν καρδίαν πόρρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ ***. ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συναχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα τοῦ Ἰησου, ἵνα πληρωθῇ τὸ »ὁ θεὸς [*](7 Gal. 5, 17 – 11 Vgl. Röm. 8, 13 – 14 Röm. 8, 11 – 20 Röm. 10, 10 – 24 Vgl. Matth. 15, 8 Parr.– 30ff Vgl. Hieron. in Matth. 142 B: possumus hoc et spiritaliter intellegere, quod ubi spiritus et anima corpusque consenserint et non inter se bellum diversarum habuerint voluntatum, carne concupiscente adversus spiritum et spiritu adversus carnem, etc. – 32 I. Thess. 5, 23) [*](1 ἱδρυμένης M 27 *** Diehl Kl Koe, vgl. lat. cum illud votum lat. 13 vivificet L 16 fit] sit B 17 consensu] lat. las συμφωνίας (gr. Z. 19) 21/22 <iam> . . . [iam non] Diehl, vgl. gr. 22 et Kl, vgl. gr. ut x)
v.10.p.280
ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη«. ζητήσει δέ τις διὰ τὴν εἰρημένην συμφωνίαν πνεύματος καὶ σώματος, εἰ δυνατὸν ταῦτα μὲν συμφωνεῖν, μὴ καὶ τὸ τρίτον δέ, λέγω δὴ τὴν ψυχή, μήποτε οὐκ ἀκολουθῇ τῇ τούτων συμφωνίᾳ ἐπὶ τῆς γῆς, μετὰ τὸ τοὺς δύο συνῆχθαι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ καὶ τοὺς τρεῖς ἤδη συνάγεσθαι εἰς τὸ ὄνομα αὐτοῦ, ὧν ἐν μέσῳ ἔρχεται ὁ υἱὸς τοῦ θεοῦ, ὡς πάντων αὐτῷ ἀνακειμένων (λέγω δὲ τῶν τριῶν) καὶ μηδενὸς ὄντος αὐτῷ ἐναντίου, οὐ μόνον τοῦ πνεύματος οὐκ ἐναντιουμένου, ἀλλ᾿ οὐδὲ τῆς ψυχῆς ἔτι οὐδὲ τοῦ σώματος.

Χαρίεν δὲ καὶ τὸ τῆς συμφωνίας ἀσκῆσαι <καὶ> νοῆσαι καὶ παραστῆσαι τῶν δύο διαθηκῶν, τῆς τε πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἐπιδημίας καὶ τῆς καινῆς· ἐν οἷς γὰρ συμφωνοῦσιν αἱ δύο διαθῆκαι, ὡς μηδὲν εἶναι διάφωνον ἐν αὐταῖς τῆς ἑτέρας πρὸς τὴν ἑτέραν, ἐν τούτοις εὑρεθεῖεν ἂν εὐχαὶ [*](1f Vgl. I. Thess. 5, 23 – 23–281, 25 Vgl. C v Nr. 20 Or., vgl. II 206, 8–12 An. 1f ἡμᾶς . . . ἡμῶν M 2/3 τὸ γ σῶμα καὶ ἡ β ψυχὴ καὶ τὸ α πνᾶ M 6 διὰ <H 23 χάριεν M H 24 ἀσκῆσαι <καὶ> Kl nach Diehl ἐκείνης Koe, vgl. lat.) [*](4 adventum μ 25/26 convenientiam] vgl. S. 277, 18 convenientia G L 30 testamenta duo L)

v.10.p.281
ὡς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενέσθαι αὐτοῖς παρὰ τοῦ ἐν οὐρανοῖς πατρός. εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ »λόγοι σοφῶν« (εἴτε τῶν πρὸ τῆς παρουςίας εἴτε τῶν κατ’ αὐτὴν καὶ μετ’ αὐτήν) εἰσὶν »ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἵ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός«. μηδὲ τοῦτο δὲ ἀπαρατήρητον ἐάσῃς, ὅτι οὐκ εἶπεν· οὗ δύο εἰσὶν ἢ τρεῖς συνηγμένοι, ἐκεῖ ἔσομαι ἐν μέσῳ αὐτῶν, ἀλλ’ ἐκεῖ εἰμι, οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ’ ἅμα τῇ συμφωνίᾳ καὶ αὐτὸς εὑρισκόμενος καὶ ἐν μέσῳ γινόμενος αὐτῶν.

Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ· κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ (18, 21 [22]); [*](7. 10 Pred. 12, 11–22 ff vgl. Hautsch TU. 34, 2 a, 60 3 ἐν + τοῖς M 5 καὶ <M 21 ἐάσῃς] ἐάση τὸ M 24 f ἐκεῖ εἰμι, οὐ] in M unleserlich 12. 22 lat. kürzt das Zitat 27/28 ipse consensus est y* (Pasch) confessus est ipse L 35 usque 1 <B (G vac.))

v.10.p.282
τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρουμένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγδόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν <ἑπτὰ καὶ τὰ> ἑβδομήκοντα καὶ ἑπτὰ συγχωρῇ ἀπὸ δὲ ἑβδομηκοστοῦ ὀγδόου μὴ ἀφῇ τῷ ἠδικηκότι αὐτόν, πάνυ μοι δοκεῖ εὔηθες εἶναι καὶ ἀνάζιον καὶ τῆς Πέτρου παρὰ τῷ Ἰησοῦ προκοπῆς καὶ τῆς τοῦ Ἰησοῦ θείας μεγαλονοίας. μήποτ' οὖν καὶ ταῦτα ἔχεται συγγενοῦς ἀσαφείας τῷ »ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ« καὶ τὰ ἑξῆς. τὸν μὲν οὖν ἀληθῆ καὶ ὡς αὐτὸς ἂν ἐσαφήνισεν ὁ Ἰησοῦς εἰς ταῦτα λόγον, εἴ τις ἤδη φίλος γέγονε τῷ Ἰησοῦ, ὡς μαθητεύεσθαι τῷ πνεύματι αὐτοῦ φωτίζοντι τὸ ἡγεμονικὸν τοῦ ἐπὶ τοσόνδε προεληλυθότος κατ' ἀξίαν, εἰδείη ἄν. ἡμεῖς δέ, οἱ τοῦ φιλικοῦ πρὸς τὸν Ἰησοῦ μεγέ- [*](16 Gen. 4, 23 2 ὑπὲρ Μ | ὡς <Ηa | αἱρουμενου Κl ἐρομένου Μ Η 4/5 ὀγδόω Η 6f καθεζόμενόν τινα (Μc, τι Μa) ὡς διδάσκοντος ἀριθμεῖν Μ 8/9 <ἑπτὰ . . . καὶ ἑπτὰ Diehl, vgl. lat. ἑβδομηκοντάκις ἑπτὰ Μ Η 14/15 μήποτε Μ 25 αὐτὸ Η 2 putanti] vgl. dazu S. 283, 14 aestimans 5 * * * Diehl Kl Koe, vgl. gr. 16 habeant Gc)
v.10.p.283
θους ἀπολειπόμενοι, ἀγαπητόν, εἰ κἂν περιλαλῆσαι ἐπὶ βραχὺ δυνάμεθα τὰ κατὰ τὸν τόπον. ἔοικεν οὖν ὁ μὲν ἓξ ἀριθμὸς ἐργαστικός τις εἶναι καὶ ἐπίπονος, ὁ δὲ ἑπτὰ περιέχειν ἀνάπαυσιν, καὶ πρόσχες, εἰ δύνασαι τὸν μὲν ἀγαπῶντα »τὸν κόσμον« καὶ τὰ τοῦ κόσμου ἐργαζόμενον καὶ Ὑλικὰ πράττοντα λέγειν ἁμαρτάνειν ἑξ<ἀκις>, καὶ τὸ τέλος αὐτῷ εἶναι τῆς ἁμαρτίας τὸν Πέτρον νενοηκότα ἑπτὰ συγκωρεῖν ἐθέλειν ἁμαρτίας τῶν εἰς αὐτὸν ἡμαρτημένων τῷ ἀδελφῷ. ἐπεὶ δὲ αἱ κατὰ τὰς μονάδας δεκάδες καὶ ἑκατοντάδες λόγον μέν τινα κοινὸν ἀναλογίας ἔχουσι πρὸς τὸν ἐν μονάσιν ἀριθμόν, ᾔδει δὲ ἐπιτεινόμενόν τινα καὶ <ἐπὶ> πλεῖον <τὰ ἁμαρτήματα>, διὰ τοῦτ' οἶμαι τὸν Ἰησοῦν προσπαραλαμβάνειν τῷ ἑπτὰ ἀριθμῷ καὶ τὸν ἑβδομήκοντα, καὶ λέγειν ἄφεσιν μὲν δεῖν γενέσθαι ἀδελφοῖς τοῖς ἐνταῦθα καὶ εἰς τὰ τῇδε πράγματα ἁμαρτήσασιν· εἰ δέ τις ὑπερὰς τὰ κατὰ τὸν κόσμον καὶ τὸν αἰῶνα τοῦτον ἁμαρτήσαι, ἐὰν καὶ τοῦτο μικρόν τι ᾖ, οὐκέτι ἂν ἔχοι εὔλογον ἁμαρτιῶν ἄφεσιν. 30 4ff Vgl. Hanak TU. 42, 4, 111 A. 4 – 4 – 284,3 Vgl. C1 Nr. 210 Or. – [*](4f Vgl. I. Joh. 2,15 4/5 ἐργατικός C1 Nr. 210 10 ἑξ <άκις> Κl nach Diehl Koe, vgl. lat. 11 αὐτῷ Hu, vgl. lat. αὐτῶν Μ Η 14 αὐτὸ Μ| ἡμαρτημένον Η 19 ἤδειυ ἤδη Μ Η | <ἐπὶ—ἁμαρτήματα> Koe, vgl. lat. πλείονα Μ Η 27 τὸν] εἰς τὸν Η 28 τι ᾖ Κl Koe, vgl. lat. εἴη Μ Η 4 sex G 7 [intellegere] Kl 10 sexiss R B Pasch sex G septies L 12 septimum] septem y 15 autem * * * ? Diehl Kl, vgl. gr. dae et hecatontadae y tenarium μ septenum x)
v.10.p.284
ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε φθάνει πράγματα καὶ ἐν τοῖς τῇδε ἡμαρτημένοις <δικαίως παρέχεται>, εἴτε βράδιον γένοιτ' ἂν ἡ ἄφεσις εἴτε τάχιον. οὐκ ἔστι δὲ ἄφεσις οὐδὲ ἀδελφῷ τῷ ὑπὲρ τὰ ἑβδομήκοντα καὶ ἑπτὰ ἡμαρτηκότι. εἴποις δ' ἂν τὸν τοιόνδε ἁμαρτάνοντα ἢ ὡς εἰς Πέτρον ἀδελφὸν ἢ ὡς εἰς Πέτρον, οὖ μὴ κατισχύουσιν »ᾂδου πύλαι«. κατὰ μὲν τὰ τοιάδε ἁμαρτήματα ἐν τῷ ἐλάττονι εἶναι αὐτὸν ἀριθμῷ τῆς ἁμαρτίας· κατὰ δὲ τὰ ἔτι χείρονα ἐν τῷ ἀριθμῷ μὴ ἔχοντι ἄφεσιν ἁμαρτημάτων.