Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

<Ὠριγένους τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν> τόμος ιγ΄.

<Καὶ> ἐπηρώτησαν οἱ μαθηταὶ λέγοντες· τέ οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; (17. —13])

[*](4ff Vgl. Hieron. in Matth. 132 A: non ergo vult hoc in populos praedicari, ne et incredibile esset pro rei magnitudine et post tantam gloriam apud riides animos sequens crux scandalum faceret — 5—10 Vgl. C luc Nr. 35 Or.)[*](1 αὐτός] οὗτος Μ 4 ταῦτα] Πάντα Μ 8 ἂν οἱ] ἄνοι Μ 9 μάλιστα + οἱ C luc Nr. 35 10 ὁρῶντες] θεωροῦντες H C luc Nr. 35 14 τῇ] ἐν τῇ Hu 18 <Ὠριγένους— ἐξηγητικῶν> υ 21 <Καὶ> Kl, vgl. lat.)
v.10.p.171

οἱ μὲν συναναβάντες τῷ Ἰησοῦ μαθηταὶ τῶν ὑπὸ τῶν γραμματέων περὶ Ἠλίου παραδιδομένων ἐμέμνηντο, ὅτι πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας ἐλθὼν Ἠλίας εὐτρεπίσει αὐτῷ τὰς ψυχὰς τῶν παραδεξομένων αὐτόν. ἡ δὲ ἐν τῷ ὄρει ὀπτασία, καθ’ ἣν > ὁ Ἠλίας ἐφόνη, ἐδόκει μὴ συνάδειν τοῖς εἰρημένοις, ἐπεὶ οὐ πρὸ τοῦ Ἰησοῦ ἔδοξεν αὐτοῖς ἐληλυθέναι ὁ Ἠλίας, ἀλλὰ μετ’ αὐτοῦ. διὸ ταῦτά φασιν, οἰόμενοι ψεύδεσθαι τοὺς γραμματεῖς ***

[*](7 Vgl. auch Π 184, 12 f - Tff Vgl. Hieron. in Matth. 132 B: traditio Pharisaeorum est . . . quod Elias veniat ante adventum salvatoris . . . aestimant ergo disciprdi transformationem gloriae lianc esse, quam in monte viderant — 7–21 Vgl. C Nr. 204 Or. = Β (Matthaei) I, 159, 1–160, 2 An.: . . μὲν τὸν Ἠλίαν νῦν σὺν σοὶ εἴδομεν Πρότερον αὐτοῦ σὲ ἑωρακότες, οἱ δὲ γραμματεῖς Ἠλίαν πρῶτόν σου ἔρχεσθαί φασι, καὶ πυνθανόμεθα εἰ ψεύδονται. Dazu: Klostermann und Benz TU. 42, 2, 83 f)[*](8 μαθηταὶ <εἰς τὸ ὄρος> lat. 10 τοῦ < H 10/11 παρουσίας H 14 <καὶ> Koe, vgl. 18 ὁ < Μ 19 αὐτοῦ Diehl. vgl. und ’ Nr. 204 αὐτόν Μ H | ταῦτα] lat. ausfiihrlicher 21 *** Kl, vgl. lat. und Ci Nr. 204)[*](2/3 dicunt scribae L 18/19 cum Christo] die Vorlage von lat. hatte μετ’ αὐτοῦ)
v.10.p.172

πρὸς δέ τοῦτο ὁ σωτὴρ ἀποκρίνεται, οὐκ ἀθετῶν τὰ περὶ τοῦ Ἠλίου παραδιδόμενα, ἀλλὰ ἄλλην τοῦ Ἠλίου Πρὸ τῆς Χριστοῦ ἐπιδημίαν ἀγνοηθεῖσαν ὑπὸ τῶν γραμματέων εἶναι φάσκων, καθ’ ἣν ἀγνοήσαντες αὐτόν, ὡς συναίτιοι γενόμενοι τῷ αὐτὸν εἰς φυλακὴν βληθῆναι ὑπὸ Ἡρώδου καὶ τῷ αὐτὸν ἀναιρεθῆναι ὑπ᾿ αὐτοῦ, πεποιήκασιν ἐν αὐτῷ ὅσα ἠθέλησαν. εἶτα ἀνάλογον οἶς πεποιήκασιν εἰς τὸν Ἠλίαν φησὶν ὑπὸ τῶν αὐτῶν πείσεσθαι. καὶ ταῦτα μέν ὡς περὶ Ἠλίου οἵ τε μαθηταὶ ἐπηρώτων καὶ ὁ σωτὴρ ἀπεκρίνατο· οἶ δέ ἀκούσαντες συνῆκαν τὸ Ἠλίας ἤδη ἦλθε καὶ τὸ ἑξῆς αὐτῷ εἰρημένον ὑπὸ τοῦ σωτῆρος τὴν ἀναφορὰν ἐσχηκέναι ἐπὶ τὸν βαπτιστὴν Ἰωάννην. καὶ ταῦτα μὲν εἰρήσθω σαφηνείας ἕνεκεν τοῦ ἐκκειμένου ῥητοῦ· ἤδη δὲ κατὰ δύναμιν καὶ τῶν ἐναποκειμένων αὐτῷ πραγμάτων τὴν ἐξέτασιν ποιησώμεθα.

Ἐν τούτοις Ἠλίας οὐχ ἡ ψυχὴ <Ἠλίου> δοκεῖ μοι λέγεσθαι,

[*](27ff Vgl. Harnack TU. 42, 4, 21f — 27–175, 2 Frei übersetzt Pamphilus Apol. c. X (Migne PG 17, 611ff) - 27 ff Vgl. Orig. in Matth. tom. VII frgm. (Apol. Pamphili Lomm. 24, 405 =5, 309): quidam quidem opinati sunt ex eo, quod dictum est npse est Elias qui venturus « (Matth. 11, 14), animam Eliae eandem fuisse quam loannis . . . et ex hoc paene solo sermone dogma introduxerunt μετενσωματώσεως id est transmutationis animarum etc. Harnack TU. 42, 4, 23)[*](7 συνέτιοι H 17 τὸ] ὅτι Μ 24/25 ἀποκειμένων ἐν Μ 27 ἐν τούτοις] in his Pamph. ἐν τούτῳ M | <Ἠλίου> Koe, vgl. lat., Pamph.)[*](11 et < B 16—21 idco — lohannem] lat. kiirzt 16 ihs dixit L 27 <Elias> Koe)
v.10.p.173

μὴ ἐμπίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ περὶ τῆς μετενσωματώσεως δόγμα, | οὔτε παραδιδόμενον ὑπὸ τῶν ἀποστόλων οὔτε ἐμφαινόμενόν που τῶν γραφων· καὶ γὰρ ἐναντίον ἐστὶ ἐστὶ τῷ »τὰ βλεπόμενα πρόσκαιρα« εἶναι καὶ συντέλειαν πείσεσθαι τὸν αἰῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρωθῆναι <τὸ> »ὁ οὐρανὸς ἡ γῆ παρελεύσονται« καὶ τὸ »παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου« καὶ τὸ οἱ οὐρανοὶ ἀπολοῦνται« μετὰ καὶ τῶν ἑξῆς αὐτῷ. εἰ γὰρ καθ᾿ ὑπόθεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ᾿ ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι δι’ αἰτίαν <δι'> ὄν γένοιτο ἐν αὐτῷ), ἡ δι’ ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ κατὰ τὴν μετενσωμάτωσιν; ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσεται· ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρτήματα ἐπιδημήσει τῷ σώ-

[*](7 Vgl. II. Kor. 4, 18 - 8 Vgl. Matth. 13, 39 — 10 Matth. 24, 35 - 11 I. Kor. 7, 31 - 13 Psal. 101, 27)[*](1 incurramus Pamph. incidamus lat. 10 ff <τὸ> . . . τὸ . . . τὸ] gr. 10 <τὸ> ρ 11 παρελεύσεται Μ 13 κοὶ κοὶ < H) τῶν ἐΞῆς αὐτῷ] gr. vgl. lat. 15 δὶς] vgl. lat., nenio (= οὐδεὶς ?) Pamph. 17 ἡ αὐτὴ] ἑκάστη Mc, M a ? 18 <δι'> Koc 19 ἡ ἢ MH)[*](12 *** Kl Koe, vgl. gr. und Pamph.: neque illud quod clicit apostolus »transibit enim habitus huius mundi« 19 *** Kl Koe 26/27 opinionem Kl, vgl. gr.)
v.10.p.174

ματι, καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φθορά, καθ᾿ ἥν ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται«. ἵνα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην διδῶται τὴν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει μίαν εὑρήσεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτέ ὡς διό τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἔνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους μεθ᾿ οὓς καὶ αὐτοὺς τελειωθέντας ὁ κόσμος φθαρήσεται, ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων. Ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· πλῆθος γὰρ οἶδεν ἁμαρτωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅΠερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ

[*](6 Matth. 24, 35 - 32 Lue. 18, 8)[*](5 φθορά Hu, vgl. lat. Pamph. φορά MH 9 δίδοται Μ | τὴν Kl, vgl. lat. τὸν H (Pamph.) τὸ M 11 πόσων < H 20 ὀλίγου 30 ὅΠως Μ)[*](1 cito] iat. las τοχύ ? 14/15 trans- figurationem L 15 tamen] tan- tum L)
v.10.p.175

πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου > εὑρήσει τὴν πίστιν ἐπὶ τῆς ᾧ εὕρομεν παρὰ τῷ Ματθαίῳ οὕτως εἰρημένῳ· ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτο)ς ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ〉 τοῦ κατακλυσμοῦ« καὶ τὰ ἑξῆς. ἔσται δέ τοῖς τότε ἡ τῶν ἁμαρτημάτων εἴσπραξις οὐκ ἐν μετενσωματωσει. εἰ γὰρ ἔτι ἁμαρτάνοντες παραλαμβάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολάσεως μετὰ τοῦτο κολασθήσονται, κοὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κολάσεων ἔσονται γενικοί ὁ μέν ἐν μετενσωματώσει, ὁ δὲ ἔξω τοῦ τοιούτου σώματος· καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται, ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ ὅπερ βέλτιον) εἷς ἐστι τρόΠος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ <καὶ> τῆς καταστάσεως βίου τούτου τὸ κατ’ ἀξίαν τῶν ἡμαρ-

[*](6 Matth. 24, 37 f — 16–176, 15 Vgl. Pamphilus Apol. a. O.)[*](2 <ἆρα> λ, vgl. lat. Pamph. 4f ᾧ—εἰρημένῳ Kl nach Diehl Koe (abhängig von 174,31 συνεξεταζομένου) ὡς — εἰρημένον M H 9 <ταῖς πρὸ> Kl Koe, vgl. lat. 33 <καὶ> Hu)[*](16 fuerunt ρ 16/17 pecca- tores] nicht bei Pamph., vgl. gr.)
v.10.p.176

τημένων παθεῖν. ἕκαστον δέ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμασιν ἀνατρεπτικόν ἐστι τῆς μετενσωματωσεως. εἰ δέ ἀναγκαίως οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες, ὡς ἀκόλουθα αὐτοῖς τιθέντες, οὐδὲ φθείρεσθαι βούλονται τὸν κόσμον, ὥρα καὶ τούτους, ἀντιβλέψαντας ταῖς ἐκφαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν ὅπερ κἂν βούλωνται) ποιῆσαι οὐ δυνήσονται. ἔτι δέ καὶ τοῦτο τοῖς τολμήσασιν ἂν λέγειν μὴ φθαρήσεσθαι τὸν κόσμον φήσομεν ὅτι, εἰ μὴ φθείρεται ὁ κόσμος ἀλλ᾿ ἐπ᾿ ἄπειρον ἔσται, οὐκ ἔσται ὁ θεὸς »εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν«. ἀλλ᾿ (εἰ ἄρα) μέρος ἤτοι ἕκαστον εἴσεται »πρὶν γενέσεως« αὐτοῦ ἤ τινα. κοὶ μετὰ ταῦτα πόλιν ἕτερα· ἄπειρα γὰρ τῇ φύσει οὐχ οἷόν τε περιλαμβάνεσθαι τῇ περατοῦν πεφυκυίᾳ τὰ γινωσκόμενα γνώσει. τούτῳ δέ ἀκολουθεῖ μηδὲ προφητείας δύνασθαι γενέσθαι Περὶ Πόντων ὡντινωνοῦν, ἅτε ἀπείρων ὄντων τῶν πάντων.

Ἀναγκαίως δ’ οἶμαι ἐνδιατετριφέναι τῇ ἐξετάσει τοῦ περὶ ενσωματώσεως λόγου,

[*](20 f Vgl. Sus. 35 a LXX = 42 Θ)[*](20 ὁ < Μ a 30 ὡτϊωνοῦν Μ α)[*](5 necessario ρ necessarium x 18 respondendum L 24/25 natura] nata μ)
v.10.p.177

διὰ τήν τινων ὑπόνοιαν οἰηθέντων ψυχὴν εἶναι (περὶ ἧς ὁ λόγος) αὐτὴν Ἠλίου καὶ Ἰωάννου, πρότερον μὲν κληθεῖσαν Ἠλίαν δεύτερον δὲ Ἰωάννην, καὶ οὐκ ἀθεεί γε κεκλῆσθαι Ἰωάννην αὐτόν, ὡς δῆλον ἐκ τοῦ τὸν ὀφθέντα ἄγγελον τῷ Ζαχαρίᾳ εἰρηκέναι αὐτῷ· μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σουκαὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην« καὶ ἐκ τοῦ ἀπειληφέναι τὸν Ζαχαρίαν τὴν φωνὴν μετὰ τὴν ἐν τῇ πινακίδι γραφὴν) περὶ τοῦ Ἱωάννην καλεῖσθαι τὸν γεγεννημένον. εἴπερ δὲ ἡ ψυχὴ Ἠλίας ἦν, ἐχρῆν καὶ δεύτερον αὐτὸν γεννώμενον κληθῆναι Ἠλίαν ἢ αἰτίαν τινὰ φανῆναι τῆς μετωνυμίας, ὡς ἐπὶ τοῦ Ἀβρὰμ καὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάρας κοὶ τῆς Σάρρας κοὶ τοῦ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ τοῦ Σίμωνος καὶ Πέτρου. καίτοι γε οὐδ’ οὕτως ὁ λόγος ἐν αὐτοῖς ἐσώζετο· ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ ζωῇ τοῖς προειρημένοις γεγόνασιν αἱ μετωνυμίαι. ζητήσαι δ’ ἄν τις, εἰ μὴ ἡ ψυχὴ Ἠλίας ἐστὶ πρότερον ἐν τῷ θεσβίτῃ καὶ δεύτερον ἐν τῷ Ἰωάννῃ, τί ἂν εἴη τὸ κληθέν ὑπὸ τοῦ σωτῆρος ἐν ἀμ-

[*](10 Luc. 1. 13 — 16f Vgl. Luc. 1, 63)[*](12 γενήσει M 15 καὶ < 19 ψυχὴ <αὐτὴ> Koe, vgl. lat.)[*](19 eiiim] δὲ gr. 23 sara Kl saram G L sarai B 21 sarra] sarai L 25 simone — petro Kl simonem — petrum Χ 29 dicet y* dicit L 30 *** Diehl Kl Koe)
v.10.p.178

φοτέροις Ἠλίας; καί φημι τὸν Γοβριὴλ ἐν τοῖς πρὸς Ζαχαρίαν λόγοις ὑποβεβληκέναι τίς ἡ αὐτὴ οὐσία ἐν Ἠλίᾳ καὶ Ἰωάννῃ· φησὶ γάρ· »πολλοὺς τῶν υἱῶι Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. πρόσχες γάρ, οὐκ εἶπεν »ἐν« φυχῇ »Ἠλἱου«, ἵν᾿ ἔχοι τόπον ἡ μετενσμάτωσις, ἀλλ᾿ »ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. σαφῶς δέ οἶδεν ἡ γραφὴ διαφορὰν πνεύματος πρὸς φυχήν, ὡς τὸ »ὁ δέ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« καὶ τὸ »εὐλογεῖτε, πνεύματα καὶ δικαίων ψυχαί«, ἐν τῷ κατὰ τοὺς Ἑβδομήκοντα Δανιὴλ φερόμενον, παρίστησι τὴν διαφοράν πνεύματος καὶ ψυχῆς. Ἠλίας οὖν ὁ Ἰωάννης οὐ διὰ τὴν ψυχὴν λέλεγται, ἀλλὰ διὰ τὸ πνεῦμα

[*](6 Luc. 1, 16f — 14f/17f Vgl. Luc. 1, 17 — 14 Vgl. Hieron. in Matth. 132 D: nunc per Iohannem venit in virtute et spiritu — 20 I. Thess. 5, 23 — 25 Dan. 3, 86 (Ο΄) — 32 Vgl Luc. 1, 17)[*]( 6 τῶν υἱῶν ιݲηݲλݲ πολλοὺς H 7 ἐπὶ κݲνݲ < H a 10ff hier ist bald gr., bald lat. vollständiger 25 ἡμῶν < H)[*](19 enim] δὲ gr. 25 <sine que- rella> Kl nach Diehl Koe, vgl. gr. 27 danihelem G c. r.)
v.10.p.179

καὶ τὴν δύναμιν, ἅτινα οὐδέν λυπεῖ τὸν ἐκκλησιαστικὸν λόγον, εἰ πρότερον μέν ἦν ἐν Ἠλίᾳ, ὕστερον δὲ γέγονεν ἐν Ἰωάννῃ· κοὶ πνεύμα τα« δὲ »προφητῶν προφήταις ὑποτάσσεται«, οὐχὶ δέ ψυχαὶ προφητῶν προφήταις ὑποτάσσονται· καὶ τὸ

[*](7 I. Kor. 14, 32 - 11 Vgl. Luc. 1, 17 — 14 IV. Regn. 2, 9f — 23 IV. Regn. 2, 10 - 26 IV. Regn. 2, 11f)[*](7 πνεῦμα las lat. 8f οὐχὶ—ὑπο- τάσσονται < Μ 9 ὑποτάσσονται Benz Diehl ὑποτάσσεται H)[*](15 1. transirent ? Kl, vgl. LXX 23 f fiet B (4 mal))
v.10.p.180

πνεῦμα Ἠλίου αναπεπαυται επι Ἐλισσαιέ«.

Ζητητέον δέ πότερον ταὐτόν ἐστι τό πνεῦμα τοῦ Ἠλίου τῷ ἐν Ἠλίᾳ πνεύματι θεοῦ, ἢ ἕτερα ταῦτ᾿ ἐστὶν ἀλλήλων, καὶ εἰ παράδοξόν τι τὸ πνεῦμα ἦν Ἠλίου τὸ ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου ἑκάστου τὸ ἐν αὐτῷ. καὶ γὰρ σαφῶς ὁ ἀπόστολος παρέστησεν ἕτερον εἶναι τὸ τοῦ θεοῦ πνεῦμα, κἂν ἐν ἡμῖν ᾖ, παρὰ τὸ πνεῦμα ἑκάστου ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπου μέν λέγων· »αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ«, ὅπου δέ· »οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ«. μὴ θαύμαζε δέ τὸ Περὶ τοῦ Ἠλίου, εἰ ὥσπερ ξένον τι ἀπήντησεν αὐτῷ παρὰ τοὺς ἀναγεγραμμένους πόντος ἁγίους διὰ τὸ ἀναληφθῆναι »ἐν συσσεισμῷ εἰς τὸν οὐρανόν«, οὕτως ἐξαίρετόν τι εἶχε τὸ πνεῦμα αὐτοῦ, ὡς οὐ μόνον ἐπαναπαύσασθαι τῷ Ἐλισ-

[*](1 IV. Regn. 2, 13ff — 6 IV. Regn. 2, 15 - 21 Rom. 8, 16 - 24 I. Kor, 2, 11 - 32 Vgl. IV. Regn. 2, 11 - 35 Vgl. IV. Regn. 2, 15)[*](27 εἶδεν H w. e. seh. 30 περὶ Μ 32 εἰς s. 1. Mcr.)[*](3 et2 < G L 5 et < y)
v.10.p.181

σαίῳ, ἀλλὰ καὶ τῷ Ἰωάννῃ συγκαταβῆναι εἰς τὴν γένεσιν, καὶ τὸν Ἰωάννην ἰδίᾳ μὲν πνεύματος ἁγίου« πεπληρῶσθαι »ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ«, ἰδίᾳ δὲ προεληλυθέναι ἐνώπιον τοῦ Χριστοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. καὶ γὰρ δυνατὸν πλείονα πνεύματα εἶναι ἐν τῷ αὐτῷ, οὐ μόνον χείρονα ἀλλὰ καὶ κρείττονα· αἰτεῖ γοῦν ὁ Δαυῒδ στηριχθῆναι μέν πνεύματι ἡγεμονικῷ«, ἐγκαινισθῆναι δὲ ἐν τοῖς ἐγκάτοις αὐτοῦ πνεῦμα εὐθές«. εἰ δέ, ἶνα μεταδῷ ἡμῖν ὁ σωτὴρ πνεύματος »σοφίας κοὶ συνέσεως«, πνεύματος βουλῆς καὶ ἰσχύος«, πνεύματος γνώσεως καὶ εὐσεβείας«, καὶ ἐνεπλήσθη πνεύματος »φόβου θεοῦ«, δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύματα.

Καὶ τοῦτο δὲ παρεθέμεθα διὰ τὸ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« προεληλυθέναι ἐνώπιον Χριστοῦ τὸν Ἰωάννην, ἔνα τὸ Ἠλίας ἤδη ἦλθεν ἐπὶ τὸ ἐν τῷ Ἰωάννη ἀναφέρηται πνεῦμα τοῦ Ἠλίου, ὡς καὶ συνῆκαν οἱ συναναβάντες τρεῖς μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἰπεν αὐτοῖς.

[*](3 Luc. 1. 15 — 4ff Luc. 1, 15. 17 - 11 Vgl. Psal. 50, 14 — 12f Vgl. Psal. 50, 12 - loff Vgl. Jes. 11, 2f - 23 Luc. 1, 17)[*](2 γέννεσιν H 4 κοιλίας] + τῆς Μ 5 προσεληλυθέναι M 8 πλείονα < > 14 ὁ < Μ 24 Χριστοῦ] ιݲυݲ 27 ἀναφέρεται Μ)
v.10.p.182

ἐπὶ μέν οὖν τὸν Ἐλισσαῖον μόνον »ἀναπέπαυται τὸ Ηλίου πνεῦμα«, ὁ δὲ Ἰωάννης <ἐνώπιον τοῦ Χριστοῦ> οὐκ ἐν | τῷ »πνεύματι«, ἀλλὰ καὶ ἐν δυνάμει Ἠλίου«, διὸ καὶ Ἐλισσαῖος μὲν οὐκ ἂν Ἠλίας εἴρητο, Ἰωάννης δὲ αὐτὸς ἦν Ἠλίας. εἰ δὲ δεῖ παραθέσθαι τὴν γραφήν, ὅθεν ἔλεγον οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον, ἄκουε τοῦ Μαλαχίου λέγοντος· »καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην« καὶ τὰ ἑξῆς ἕως τοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην«. καὶ ἔοικέ γε διὰ τούτων δηλοῦσθαι ὅτι προευτρεπίζει ὁ Ἠλίας τῇ ἐνδόξῳ Χριστοῦ ἐπιδημίᾳ διό τινων ἱερῶν λόγο)ν καὶ καταστάσεων ἐν τοῖς ψυχαῖς τοὺς εἰς τοῦτο ἐπιτηδείους γεγενημένους, ἣν οὐκ ἂν ἤνεγκαν οἱ ἐπὶ γῆς διὰ τὸ ὑπερβάλλον τῆς δόξης, εἰ μὴ ὑπὸ τοῦ Ἠλίου ἦσαν προευτρεπισθέντες. Ἠλίαν δὲ καὶ ἐν τούτοις οὐ τὴν ψυχὴν λαμβάνω τοῦ προφήτου ἐκείνου, ἀλλὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν αὐτοῦ· ταῦτα γάρ ἐστιν οἷς τὰ πάντα ἀποκαταστήσεται, ἵνα ἀποκαταστᾶσι καὶ ἐκ τῆς ἀποκαταστάσεως γενομένοις χωρητικοῖς τῆς δόξης τοῦ Χριστοῦ ἐπιδημήσῃ ὁ ἐν δόξῃ ὀφθησόμενος υἱὸς τοῦ θεοῦ.

[*](2 Vgl. IV. Regn. 2, 15 — 4f. 27 Luc. 1, 17 - 12 Mal. 3, 22f = 4, 4f 22f Vgl. II. Kor. 3, 10)[*](3 <ἐνώπιον τοῦ Χριστοῦ> Kl Koe, vgl. lat. 13 ἐγὼ < Μ 16 γε] τῶ Μ 17 Προευτρεπίσει υ | ὁ < 25 τὴν τὴν (so) Μ 30 ὑΠὸ καταστάσεως Μ 32 ἐπιδημήσει Μ)[*](6 <et> Diehl, vgl. gr. | Koe, vgl. gr. est x 7 lat. las: Ἰ. δὲ <λέλεκται> αὐτὸς εἶναι Ἠλίας Koe)
v.10.p.183

εἰ δέ καὶ λόγος τις ἐστιν ὁ Ἠλίας, ὑποδεέστερος λόγου τοῦ ἐν ἀρχῇ πρὸς τόν θεὸν« θεοῦ λόγου, καὶ οὗτος ἂν δύνοιτο ὡσπερεὶ προγύμνασμα ἐπιδημεῖν τῷ ἑτοιμαζομένῳ λαῳ υπ αυτου, ινα γενηται κατεσκευασμένος πρὸς ὑποδοχὴν τοῦ τε τελείου λόγου.

Ἀπορήσειε δ’ ὄν τις εἰ τὸ πνεῦμα Λ·οὶ ἡ δύναμις Ἠλίου τὰ ἐν Ἰωάννῃ πέπονθε κατὰ τὸ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ πρὸς τοῦτο λελέξεται ἁπλούστερον μὲν ὅτι οὐδὲν ἄτοπον, διὰ τὴν ἀγάπην συμπάσχειν τὰ βοηθοῦντα τοῖς βοηθουμένοις καὶ Ἰησοῦς γοῦν φησι διὰ τοὺς ἀσθενοῦτας »ἠσθένουν« καὶ διὰ τοὺς πεινῶντος »ἐπείνων« καὶ διὰ τοὺς διψῶντας »ἐδίψων«), βαθύτερον δὲ ὅτι οὐκ εἴρηται· ἀλλ᾿ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν <ἀλλ᾿ ὅσα ἠθέλησαν> αὐτῷ ἦν γὰρ ἐπερηρεισμένα τῷ »πνεύματι καὶ« τῇ »δυνάμει Ἠλίου« τὰ πεπονθότα, ἡ ψυχὴ Ἰωάννου οὐδαμῶς οὖνα Ἠλίας) τάχα δὲ κοὶ τὸ σῶμα. κατ’ ἄλλον γὰρ τρό-

[*](2 Vgl. Joh. 1, 2. 1 — 6ff Vgl. Luc. 1, 17 — 12 Matth. 11, 14 f — 17 f Vgl. Luc. 1, 17 — 25 ff Vgl. Matth. 25, 35 f. Vgl. Harnack TU 42, 4, 41 — 32 Vgl. Luc. 1, 17)[*](4 οὕτως Diehl Koe, vgl. lat. 30 <ἀλλ᾿ ὅσα ἠθέλησαν> Kl)[*](3 deum X* eum ρ)
v.10.p.184

πον ἐν σώματι ψυχη xαὶ πνεῦμα καὶ δύναμις, κατ᾿ ἄλλον δέ τὸ σῶμα τοῦ δικαίου ἐν τοῖς κρείττοσιν, ὥσπερ ἐρηρεισμένον αὐτοῖς καὶ αὐτῶν ἠρτημένον. »οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν«· ἡ γάρ ψυχὴ τοῦ μὲν ἁμαρτωλοῦ ἐν σαρκί ἐατι, τοῦ δὲ δικαίου ἐν πνεύματι. ἔτι δἐ καὶ τοῦτ᾿ ἂν ζητηθείη, τὸ ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσa ἠθέλησαν ἐπὶ τίνα ἀναφέρεται; ἆρα γάρ ἐπὶ τοὺς γραμματεῖς, περὶ ὧν πυνθανόμενοι οἱ μαθηταὶ ἔλεγον· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ἀλλ᾿ οὐ πάνυ γε φαίνεται ὑπὸ τῶν γραμμοτέων πεπονθέναι τι Ἰωάννης, εἰ μὴ ὅτι ἄρα οὐκ ἐπίστευσαν αὐτῷ), ἢ ὅτι (ὡς καὶ ἀνωτέρω εἴπομεν) συναίτιοι γεγόνασι τοῖς τετολμημένοις κατ᾿ αὐτοῦ ὑπὸ Ἡρώδου. ἄλλος δ᾿ ἂν εἴποι ὅτι τὸ ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὐκ ἐπὶ τοὺς γραμματεῖς, ἀλλ᾿ ἐπὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς καὶ τὸν Ἡρώδην ἀναφέρεται, ποιή-

[*](5 Röm. 8, 8f — 21f Vgl. Matth. 21, 25 u. ö. - 25ff Vgl. Hieron. in Matth, 132 E: quaeritur autem, cum Herodes et Herodias Iohannem interfecerint, quomodo ipsi Iesum quoque crucifixisse dicantur, cum legamus eum a scribis et Pharisaeis interfectum. et breviter respondendum, quod et in Iohannis nece Pharisaeorum factio consenserit, et in occisione domini Herodes iunxerit voluntatem suam)[*](4 ἐρηρεισμένων Μ a | ταυτῶν H (ex corr. ?) 19 γε Kl τι Μ H 21 ἄρα ὅτι υ 23 ἀνώτερον Μ 30 ἀνοφέρετοι] + τοὺς Μ)[*](17 *** Kl Koe, vgl. gr. 23 dicet Kl dicit x)
v.10.p.185

σαντας ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ τὸ ἑξῆς δέ διὰ τὸ οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν ἀναφέροιτ᾿ ἄν, εἰ μὲν τὸ πρότερον ἐπὶ τοὺς γραμματεῖς, <καὶ τοῦτο εἰ δὲ τὸ πρότερον ἐπὶ τὸν Ἡρώδην καὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς, κοὶ τὸ δεύτερον· καὶ γὰρ ἔοικε σύμψηφος γεγονέναι ὁ Ἡρώδης τῷ τὸν Ἰησοῦν ἀποθανεῖν, τάχα κοινωνούσης αὐτῷ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς καὶ τῆς γυναικος.

Κοὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ καὶ λέγων· κύριε, ἐλέησόν μου τὸν υἱόν (17. 14 [—20]).

Οἱ πάσχοντες ἢ οἱ τῶν πασχόντων οἰκεῖοι μετὰ τῶν ὄχλων εἰσί· διόπερ, ἐπὰν τὰ ὑπέρ τοὺς ὄχλους ὁ Ἰησοῦς οἰκονομήσηται,

[*](24—187, 17 Vgl. Cluc Nr. 36 Οr.)[*](2 δὲ] i. m. add. ὁ υἱὸς τοῦ ανου Μ o μὲν] + γὰρ H | ἐΠὶ λ διὰ Μ H 6 <καὶ τοῦτο ἐπὶ τοὺς γραμματεῖς> vgl. lat. 7 πρότερον Hu, vgl. lat. δεύτερον Μ H 15 Καὶ] vorher: Περὶ τοῦ σεληνιαζομένου H 18 λέγον H 25 οἰκεῖον Μ)[*](15 et — turbam] ΙΙΙΙ secundum mathm. In illo tempore descendente Tesu de monte L 16/17 genibiis — eum] eius genibus provolutus L 23 et cetera] et reliqua B omelia Origenis de eadem tc L)
v.10.p.186

καταβαίνει πρὸς αὐτούς, ἵν’ οἱ μὴ δυνάμενοι ἀναβαίνειν διὰ τὰς κατεχούσας τὴν ψυχὴν νόσους ὠφεληθῶσι, καταβάντος πρὸς αὐτοὺς ἀπὸ τῶν ὑψηλοτέρων τοῦ λόγου. ἐξεταστέον δέ ἐπὶ τίνων μὲν νοσημάτων οἱ πάσχοντες πιστεύουσι καὶ ἀξιοῦσι περὶ τῆς ἰδίας θεραπείας <ἢ αὐτοῦ ἢ »τοῦ κρασπέδου ἱματίου« ἁψάμενοι> ***, ἐΠὶ τίνων δέ *** περὶ αὐτῶν ἕτεροι τοῦτοποιοῦσιν, οἷον ὁ ἑκατόνταρχος περὶ παιδὸς καὶ ὁ βασιλικὸς περὶ υἱοῦ καὶ ὁ

[*](9 II. Kor. 5, 16 — 26 Vgl. Matth. 9, 20 f Parr. — 29 ff Vgl. Matth. 8, 5 Parr.; Joh. 4, 46; Marc. 5, 22 Parr.; Matth. 15, 22 Parr.)[*](12 ἵν᾿ οἱ] ἵνα M 14 τὰς ψυχὰς αὐτῶν Cluc Nr. 36 16 καταβάντος] κοὶ ἀφέντος Μ 25 ἀξιοῦσιν Μ | Περὶ McH ὑπὲρ Μa 26/27 <ἣ — Kl nach Cluc Nr. 36, vgl. lat. 27/28 *** Kl, vgl. lat.)[*](1 consequentium L 13/14 sursum x (x* ?) rursum p 19 et <L 30 alii R G Pasch qui B L)
v.10.p.187

ἀρχισυνάγωγος περὶ θυγατρὸς καὶ ἡ Χαναναία περὶ δαιμονῶντος τέκονου θήλεος, καὶ νῦν ὁ γονυπετῶν αὐτῷ ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. τούτοις δὲ συνεξετάσεις, πότε ἀφ᾿ ἑαυτοῦ ὁ σωτὴρ καὶ ὑπὸ μηδενὸς ἀξιωθεὶς ἰᾶται, ὡς τὸ παραλυτικὸν <τὸν ἐπὶ τῇ προβατικῇ>. αὗται γὰρ ἐπὶ τὸ αὐτὸ συγκριθεῖσαι ἀλλήλαις αἱ θεραπεῖαι καὶ συνεξετασθεῖσαι πολλὰ τῷ ἀκούειν δυναμένῳ τῆς »ἐν μυστηρίῳ« ἀποκεκρυμμένης σοφίας θεοῦ παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν.

Ἐπεὶ δὲ νῦν οὐ περὶ πάντων, ἀλλὰ τοῦ ἐκκειμένου ῥητοῦ πρόκειται ἐξετάζειν, ἴδωμεν τροπολογοῦντες τίνα δυνάμεθα εἰπεῖν τὸν σεληνιαζόμενον εἶναι καὶ τὸν ἀξιοῦντα περὶ αὐτοῦ πατέρα αὐτοῦ, καὶ τί τὸ πίπτειν τὸ πάσχοντα οὐκ ἀεὶ ἀλλὰ πολλάκις, ὀτὲ μὲν εἰς πῦρ ἐνίοτε δὲ εἰς ὕδωρ, καὶ τί τὸ μὴ δεδυνῆσθαι αὐτὸν ὑπὸ τῶν μαθητῶν θεραπευθῆναι ἀλλ᾿ ὑπ᾿ αὐτοῦ τοῦ Ἰησοῦ. καὶ γὰρ εὔλογον· εἴπερ πᾶσα νόσος καὶ πᾶσα μαλακία, ἃς ἐθεράπευσεν ὁ σωτὴρ ἡμῶν centurio pro puero suo, regulus pro filio, archisynagogus pro filia, Chananaea pro filia sua vexata, et nunc qui genibus <pro>volvitur pro filio suo lunatico. cum his considerabis et illud, quando a semetipso salvator etiam a nullo rogatus sanat, sicut paralyticum eum qui triginta et octo annos in infirmitate habebat. ipsae enim salvationes ad alterutrum in idipsum conparatae et discussae multa eis, qui possunt audire absconditam »in mysterio« sapientiam dei, dogmata demonstrabunt de differentiis infirmitatum animae et de modo salvationis eius.

[*](8 Vgl. Joh. 5, 2 — 12 Vgl. I. Kor. 2, 7 — 03 ff Vgl. Matth. 4, 23 f— 30—190, 24 Vgl. Cluc Nr. 36 Or. 4 αὐτῷ ρ αὐτὸν M H Cluc Nr. 36 8/9 <τ[ον ἐπὶ τῇ προβατικῇ> Kl, vgl. Cluc Nr. 36 und lat. (der noch mehr hat) 26 πολάκις ὅτι Η 1 suo + et B 4 provolvitur μ volvitur x 23 possimus B 24 l. aestimamus? Kl 31 sed]nisi B 32 et ista] l. valida Koe, vgl. S. 177, 26)
v.10.p.188

τότε »ἐν τῷ λαῷ«, ἀναφέρεται ἐπὶ τὰ ἐν ψυχαῖς διάφορα συμπτώματα, ὡς τοὺς μὲν παρετοὺς τὴν ψυχὴν καὶ κειμένην αὐτὴν ἔχοντας ἐπὶ τοῦ σώματος παραλελυμένην δηλοῦσθαι διὰ τῶν παραλυτικῶν, τοὺς δὲ τυφλώττοντας περὶ τὰ τῇ ψυχῇ μόνῃ θεατὰ δηλοῦσθαι διὰ τῶν τυφλῶν καὶ εἶναι τυφλούς, τοὺς δὲ κεκωφωμένους πρὸς παραδοχὴν σωτηρίου λόγου σημαίνεσθαι διὰ τῶν κωφῶν, ἀνάλογον ἐκείνοις ἐξετασθῆναι δεήσει τὰ περὶ τοῦ σεληωιαζομένου. ἔστι δὲ τὸ πάθος τοῦτο ἐκ διαλειμμάτων ἀξιολόγων ἐπιτιθέμενον τοῖς πάσχουσιν. ἐν οἶς οὐδὲν διαφέρειν δοκεῖ ὑγιαίνοντος ὁ πεπονθὼς αὐτὸ παρὰ τὸν καιρὸν τοῦ μὴ ἐνεργεῖν <εἰς> αὐτὸν τὴν ἐπίληψιν. τοιαῦτα δέ τινα εὕροις ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς. εἶτ᾿ ἔσθ᾿ ὅτε ὡσπερεὶ ἐπιληψίᾳ [*](4 καὶ <Η 8 θεατὰ <δίκαια καὶ ἄδικα> Diehl, vgl. lat. 9 [καὶ εἶναι τυφλούς] Koe 14 δὲ] γὰρ C luc Nr. 35 lat. | τουτὶ C luc Nr. 36 15 f ἐκ—πάσχουσιν, ἐν οἷς] ἐπιτιθέμενον μὲν ἔν τισιν ὥραις, ἀφιστάμενον δὲ ἐν πλείοσιν, ἐν αἶς C luc Nr. 36 17 διαφέρει M 19 <εἰς > Koe, vgl. lat. und Orig. tom. XIII, 56 in Joh. (IV, 286, 22) | αὐτό H 25 f καὶ ταῖς ἄλλαις ἀρεταῖς] καὶ βιοῦν ὡς ὁ λόγος βούλεται C luc Nr. 36 vgl. lat. 27 εἶτα.... ὑπὸ C luc Nr. 36 2 quas Diehl, vgl. gr. quam x 4 spiritales <Pasch 15 ut + et y 18 qua Koe quia x | differre videtur y* differ L 21 talem] tabe R G tabet L | invenis] iuvenis R L 21/22 infirmitatem Y* infirmitas L 25 vel] in B)

v.10.p.189
Τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανομένας Καὶ καταπιττούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας. Τάχα οὖν Οὐκ ἂν άνμάρτοις λέγων τοὺς τοιούτους (ἵν᾿ οὕτως εἴπω) πνευματικῶς Σεληνιάζεσθαι. Καταβαλλομένους ὑπὸ Τῶν »ἐν τοῖς ἐπουρανίοις« πνευματικῶν »τῆς πονηρίας«, καὶ κακῶς ἔχειν πολλάκις παρὰ τὸν καιρὸν τῶν ἐπιλαμβανομένων τῆς ψυχῆς αὐτῶν παθῶν· πίπτοντας ποτὲ μὲν εἰς τὸ πῦρ τῶν πυρώσεων, ὅτε γίνονται (κατὰ τὰ λεγόμενα | ἐν τῷ Ὠσηὲ) »οἱ μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός«, ποτὲ δὲ εἰς <τὸ> ὕδωρ. ὅτε »ὁ Βασιλεὺς πάντων τῶν ἐν τοῖς ὔδασι« Δοάκων καταβάλλει αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν ἐπὶ τὸ εἰς <τὰ> βάθη τῶν κυμάτων τῆς θαλάσσης ἥκειν τοῦ τῶν ἀνθρώπων βίου. [*](3 vgl. I. 1. Kor. 10, 1z — 31 Vgl. Marc. 4. 19 — 3ff vgl. Hieron. In Matth. 133 B: mihi autem ridetur iuxta tropoiogiam lunatieus esse, qui per horarum Momenta mutatur ad vitia . . . et nune in ignem fertur, quo adulterantium corda Succeua sunt ete, — 9 f Vgl. Eph. 6, 12 — 16 Hos. 7, 4 —20 Job 41, 26 3 ἑστηκίναι <καλῶς> Koe, vgl. Lat, | σπομίνας Η 6 ἀμαρτήσαις M 13/14 ποτὲ μὲν πίπτοντας Η 15 γίγνονται H 20 <τὸ> Kl nach c1uc Nr. 36 22 δράκων Kl, vgl. Lat. Δρακόντων MH C1uc Nr. 36 24 <τὰ> Kl nach C1uc Nr. 36 1 arreptione B L 3 boni G a L B Bono G c ¾ rutabantur Elt putabuntur X 10/11 nequitiae Diehl, Vgl. Gr. Nequitiis x 16 sicut < B 16/17 clibanus + ignis L 22 quae (G c) B qui G a L Pasch)
v.10.p.190
συμβαλεῖται δὲ ἡμῖν τῇ τοιαύτῃ περὶ τοῦ σεληνιαζομένου διηγήσει ὁ λέγων ἐν τῇ Σοφίᾳ περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότος· »διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία«, περὶ δὲ τῶν ἀποδεδομένων· »ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται«. καὶ ὁρμὰς *** συναρπάσαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐπιστάντας αὐτῶν τῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἄν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς ἤ παρ᾿ ὀλίγον πανσέληνον. ἴδοις δ᾿ ἄν πάλιν μειούμενον τὸ δόξαν εἶαν ἐν αὐτοῖς φῶς, καὶ φῶς νυκτερινὸν τυγχάνον ἀλλὰ καὶ φῶς νυκτερινὸν <καὶ σεληνιακὸν> καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ <τὸ> δοκοῦν φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται. εἰ δὲ οἱ πρῶτοι θέμενοι τὰ ὀνόματα τοῖς πράγμασι διὰ τοιοῦτόν τι ὠνόμασαν τὸ τῆς ἐπιληψίας πάθος σεληνιασμὸν ἤ μή, καὶ αὐτὸς ἐπιστήσεις.

Πατὴρ δὲ τοῦ σεληνιαζομένου τάχα ὁ λαχὼν αὐτὸν ἄγγελος

[*](4. 6 Sir. 27, 11 — 29 — 192, 32 Vgl. C lue Nr. 36 Or.)[*](9 *** Kl, Koe ergänzt <τινας ὡσπερεὶ ἔργων ἀγαθῶν ὑφέρπειν> nach lat. 18 πάλιν <μειουμένους αὐτοὺς καὶ> Κoe nach lat. | μειούμενον Ηu, vgl. lat. μιμούμενον Μ Η C lue Nr. 36 21 <καὶ σεληνιακὸν> Κl nach Koe, vgl. lat. | καὶ2 <Η 22 <τὸ> Diehl Koe)[*](18 minui iterum L 22 minorari B)

v.10.p.191
(εἴγε πᾶσαν λεκτέον ἀνθρωπίνην ψυχὴν Χὴν ὑπὸ τινι τετάχθαι ἀγγέλῳ <ὡς ὑπό τινωι πατρί>), ἀξιῶν ὡς περὶ υἱοῦ τὸν ἰατρὸν τῶν ψθχῶν, ἵνα αὐτὸν ῥύσηται μὴ δυνηθέντα μὴ δυνηθέντα ἵνα τοῦ ὑποδεεστέρου λόγου τοῦ ἐν τοῖς Μαθηταῖς θεραπευθῆναι ἀπὸ τοῦ μάθους. Πνεῦμα δὲ »ἄλαλον καὶ κωφόν«<,εἰ> Τροπολογητέον, <λεκτέο> τὰςἀλόγους καὶ πρὸς τὸ δοκοῦν Καλὸν ὁρμάς, ὑπὸ τοῦ λόγου ἐκβαλλόμενον, ἴωα ἃ τέως τις ἐποίει ἀλόγῳ φορᾷ νομιζόμενα ὑπὸ τῶν βλεπόντων καλά, μηκέτι μὲν πράττῃ ἄλόγως κατὰ <τὸ λοιπόν, κατὰ> δὲ τὸν λόγον τῆς τοῦ Ἰησοῦ διδασκαλίας. <δυσίατον δὲ τοῦτο τὸ πάθος καὶ ἰσχυρόν, δοκοῦν καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς Τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, [*](8 Vgl. Marc. 9, 25 3 <ὡς — πατρί> Κοe, vgl. Lat. 4 τῶν ἰατρῶν Μa 5 1. ὑπό του ?Κl 9f <,εἰ> — <λεκτέον> Diehl Kl Koe, Vgl. Lat. 12 ἐκραλλόμεναι ἵνα ἄν τις (ἅ αὐτὸς?) C luc Nr. 36 25f <τὸ —Κατὰ> Kl nach Diehl, vgl. Lat. 28–192,11 <δυσίατον—σινάπεως> Kl mit C luc Nr. 36, vgl. Lat.)
v.10.p.192
ὥστε ταυτην ὄρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ τάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. ἔστι δὲ ἡ ππασα πίστις παραβαλλομέηνη κόκκῳ σινάπεως.> ἐκ τούτου καὶ ὁ Παῦλος ὡρμημένο εἶπεν· »ἐὰν ἔχω πάσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν«. οὐ γὰρ ἕν μόνον ὄρος, ἀλλὰ καὶ τά ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων πάσαν τὴν πίστιν· ἥτις ἐστὶν ὡς κόκκος σινάπεως. ἐπεὶ ἐξουθενεῖται μεν ἡ πίστις ὑπὸ τῶν ἀνθρώπων καὶ βραχύτατόν τι καὶ εὐτελὲς εἶναι φαίνεται, τυχοῦσα δὲ γῆς ἀγαθῆς (τουτέστι ψυκῆς τὸ , τοιοῦτον σπέρμα παραδέξασθαι καλῶς δυναμένης) »γίνεται δένδρον μέγα, ὥστε« οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς »πύνασθαι τοῦ οὐρανοῦ« κατασκηνοῦν δύνασθαι »ἐν τοῖς κλάδοις« τῆς τοιαύτης πίστεως.

[*](17—23 Fast wörtlich = u. s. 29 Vglo. Matth. 13, 31 f 18 πᾶσαν τὴν πίστν] πίστιν πᾶσαν Η 23 ὡς] παραβαλομένη? Cluc Nr. 36, vgl. lat. 24 ὑπὸ] παρὰ Cluc Nr. 36 25 τι Ηu, vgl. Cluc Nr. 36 lat. τε ΜΗ 33 τῆς] τοῖς Ηu 198 4 — 18 Ι. Kor. 13, 2 — 8 noverit] voluerit y 29 recipientem Kl, vgl. gr. recti hominis x 31f pinnis ... pinati G)
v.10.p.193

Ἤδη οὖν παραστῶμεν καὶ τῇ λέξει καὶ ζητήσωμεν πρότερον. πῶς σεληνιάζεσθαι λέγεται ὁ ὑπό τινος πνεύματος ἀκαθάρτου καὶ κωφοῦ καὶ ἀλάλου σκοτούμενος ακὶ καταβαλλόμενος, καὶ διὰ τί παρώνυμόν ἐστι τὸ σεληνιάζεσθαι ἀπὸ τοῦ μεγάλου ἐν οὐρανῷ καὶ δευτέρου μετὰ τὸν ἥλιν φωστῆρος, ὃν ἔταξεν »ὁ θεὸς« »εἰς ἀρχὰς τῆς νυκτός«.

ἰατροί μὲν οὖν φυσιολογείτωσαν. ἅτε μηδὲ ἀκάθαρτον πνεῦμα εἶναι νομίζοντες κατὰ τὸν τόπον ἀλλὰ σωματικόν <τι> σύμπτωμα, καὶ φυσιολογοῦντες τὰ ὑγρὰ λεγέτωσαν κινεῖσθαι τὰ ἐν τῇ κεφαλῇ κατά τινα συμπάθειαν τὴν πρὸς τὸ σεληνιακὸν φῶς, ὑγρὰν ἔχον φύσιν. ἡμεῖς δὲ οἱ καὶ τῷ εὐαγγελίῳ πιστεύοντες ὅτι τὸ νόσημα τοῦτο ἀπὸ πνεύματος ἀκαθάρτου, ἀλάλου καὶ κωφοῦ ἐν τοῖς πάσχουσιν αὐτὸ θεωρεῖται ἐνεργούμενον, ὁρῶντες δὲ ὅτι καὶ οἱ εἰθισμένοι παραπλησίως τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων ἐπαγγέλλεσθαι τὴν κατὰ τοὺς τοιούτους θεραπείαν δοκοῦσί ποτε ἐπιτυγχάνειν ἐν αὐτοῖς, φήσομεν ὅτι μήποτε ὑπὲρ τοῦ διαβάλλειν τὰ κτίσματα τοῦ θεοῦ, ἵνα καὶ ἀδικία οὐρανὸν τὸ στόμα αὐτῶν«,

[*](8ff Vgl. Gen. , 16f – 12ff Vgl. Harnack TU. 42, 4, 103 – 31ff Vgl. Psal. 72, 8f 2 πότερον Μ 13 ἅτε] ἅ βού- λονται Koe, vgl. lat. 13 ἀκάθαρτον + τὸ Μ 15 <τι> Koe, vgl. lat. 4 * * * Κl Koe, vgl. gr. 5 et < G 15 dicant Koe. vgl. gr. dicant x 17/18 lumen luminare G 31 ὅτι <Μ)
v.10.p.194

τὸ ἀκάθαρτον τοῦτο πνεῦμα ἐπιτηρεῖ τινας σχηματισμοὺς τῆς σελήνης καὶ οὕτως ἐνεργεῖ, ἵν’ ἐκ τῆς τηρήσεως τοῦ κατὰ τὸν τοιόνδε τῆς σελήνης σχηματισμὸν πάσχειν τοὺς ἀνθρώπους τὴν αἰτίαν δόξῃ τοῦ τηλικούτου κακοῦ μὴ »τὸ ἄλαλον καὶ κωφὸν« λαμβάνειν δαιμόνιον, ἀλλὰ ὁ μέγας ἐν ουρανῷ φωστήρ, ὁ τεταγμένος »εἰς ἀρχὰς τῆς νυκτὸς« καὶ μηδεμίαν ἔχων ἀρχὴν τῆς τοιαύτης ἐν ἀνθρώποις νόσου. καὶ »ἀδικίαν γε εἰς τὸ ὕψος« λαλοῦσι πάντες ὅσοι παρὰ τὴν τῶν ἄστρων σχέσιν φασὶν εἶναι τὴν αἰτίαν πάντων τῶν ἐπὶ γῆς (εἴτε καθολικῶν μάτων· καὶ οἱ τοιοῦτοί γε ἀληθῶς »ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν«, κακοποιούς τινας λέγοντες εἶναι τῶν ἀστέρων καὶ ἄλλους ἀγθοποιούς, οὐδενὸς ἄστρου γενομένου ἑπὸ τοῦ θεοῦ τῶν ὅλων ἵνα κακοποιῇ, κατά γε τὸν ἱερεμίαν ὡς ἐν Θρήνοις γέγραπται· »ἐκ στόματος κυρίου <οὐκ> ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν«.

Εἰκὸς δὲ ὅτι, ὡσπερ τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον σεληνιασμὸν σμὸν πνεῦμαἀκάθαρτονἐπιτηρεῖ τοὺς

[*](1ff Vgl. II 195, 1 An.: ἀλλ’ ὁ δαίμων ἐπιτηρεὶ τινας τῆς σελήνης συνόδους καὶ ἐπιτίθεται τῷ κάμνοντι, ἵνα βλασφημῆται ὁ ποιήσας αὐτήν – Vgl. Marc. 9,25 – 10 Vgl. Gen. 1, 16 – Μ 24 γε] lat. 26 <οὐκ> Κl, vgl. lat. | κακὰ Kl, vgl. lat. καλλὰ Μ καλὰ Η 28 ὄτι <Μ 28f τοῦτο τὸ καλούμενον M a τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον καλούμενον M c (i. m. und s. l.) 1. 3. 30. schemata etc. ρ scisenim mata etc. x 1ff lat. übersetzt un- genau 13 sicut diximus] vgl. gr. 193,32 14 l. excelsum Kl 16 om- nem x < μ 19 et quosdam G a L)

v.10.p.195
γήσῃ εἰς τὸν διά τινας αἰτίας παραδιδόμενον αὐτῷ καὶ μὴ ποιήσαντα ἑαυτὸν ἄξιον φρουρᾶς ἀγγελικῆς, οὕτως καὶ ἄλλα πνεύματα καὶ δαιμόνια πρός τινας σχηματισμοὺς τῶν ἄλλων ἀστέρων, ἵνα μὴ μόνον σελήνη ἀλλὰ καὶ οἱ λοιποὶ λοιδορηθῶσιν ἀστέρες ὑπὸ τῶν »ἀδικίαν εἰς τὸ ὕψος« λαλούντων. ἔστι γοῦν ἀκοῦσαι τῶν γεωεθλιαλόγων, τὴν αἰτίαν πάσης μανίας καὶ παντὸς δαιμονισμοῦ ἀναφερόντων ἐπὶ τοὺς τῆς σελήνης σχηματισμούς. ὅτι μὲν οὖν οἱ τὸν καλούμενον σεληνιασμὸν πάσχοντες ἐνίοτε εἰς τὸ ὕδωρ πίπτουσι, δῆλόν ἐστιν· ὅτι δὲ καὶ εἰς τὸ πῦρ, σπανιώτερον μὲν πλὴν καὶ αὐτὸ συμβαῖνόν ἐστι. καὶ οὕτω δυσίατόν ἐστι τὸ νόσημα τοῦτο, ὡς καὶ τοὺς ἔχοντας χάριν θεραπεύειν δαιμονῶντας ὁτὲ μὲν ἀπαυδᾶν πρὸς τοῦτο, ὁτε δὲ μετὰ νηστειῶν καὶ προσευχῶν καὶ πλειόνων καμάτων ἐπιτυγχάνειν. ζητήσεις δὲ εἰ, ὥσπερ ἐν τοῖς ἀνθρώποις, οὕτω καὶ ἐν τοῖς πνεύμασι τοιαῦτά <ἐστι> συμπτώματα, ὡς τινὰ μὲν αὐτῶν λαλεῖν τινὰ δὲ ἄλαλα εἶναι, καὶ τινὰ μὲν ἀκούειν [*](9 Vgl. Psal. 72, 8 – 25 Vgl. Matth. 17, 20 var. lect. 3f καὶ – ἀγγελικῆς tilgt Koe hier und schiebt dafür nach lat. hinter ἀστέρων Ζ. 7 ein <ἐπιβουλεύουσι τῷ μὴ ποιήσαντι ἑαυτὸν ἔξιον φρουρᾶς ἀγγελιῆς< |μὴ s. l. M c 22 οὕτω Kl ὅτι ΜΗ 29 <ἐστι> Diehl Kl Koe 31 ἄλλαλα Η 2 <ei> Koe, vgl. gr. 3/4 <aliarum> Diehl, vgl. gr. 4 schemata ρ schemata x 7 sol ac luna L 12 caelum ρ (in notis) caelo x)
v.10.p.196
ἕτερα δὲ κεκωφῶσθαι. εὑρεθήσεται γὰρ ὥσπερ ἐν αὐτοῖς ἡ αἰτία τοῦ εἶναι ἀκάθαρτα, οὕτως καὶ διὰ τὸ αὐτεξοὐσιον αὐτῶν καταδεδικάσθαι αὐτὰ τὸ εἶναι ἄλαλα καὶ κωφά. καί γὰρ ἀνθρώπων τινὲς τὴν τοιαύτην καταδίκην πείσονται, εἴ γε ἡ τοῦ προφήτου εὐχὴ ὡς πνεύματι ἁγίῳ εἰρημένη ἐπακουσθήσεται, ἐν ᾗ λέλεκται ἐπί τινων ἁμαρτωλῶν· »ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια«. οὕτω δὲ τάχα καὶ οἱ κακῶς χρησάμενοι ταῖς ἀκοαῖς καὶ παραδεξάμενοι ἀκοὴν ματαίαν κωφωθήσονται ὑπὸ τοῦ εἰπόντος· »τίς ἐποίησε δύσκωφον καὶ κωφόν;« ἵνα μὴ πλεῖον παραδέχωνται ἀκοὴν ματαίαν.

Ἐπεὶ δὲ εἶπεν ὁ σωτήρ· ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἐμφαίνει ὅτι ἐκ διαστροφῆς ἡ κακία παρεισελήλυθε, παρὰ φύσιν γενομένη καὶ διαστρόφους ἡμᾶς πεποιηκυῖα. ὅλον δὲ (οἶμαι) τὸ τῶν ἐπὶ γῆς ἀν-

[*](10 Psal. 30, 19 – 15 Ex. 4, 11)[*](6 τὴν]μὲν λ)[*](18 quid B 22 quousque ρ, vgl. S. 197, 5 usquequo x 35 autem + quod G c. r.)

v.10.p.197
θρώπων γένος διά τὴν κακίαν βαρούμενος καὶ τὴν μετ’ αὐτῶν διατριβὴν ὁ σωτὴρ εἶπε τὸ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι: προείπομεν οὖν ἀπὸ μέρους εἰς τὸ ἐὰν ἔχητε πίστιν ὠς κόκκον σφινάπεως, ἐρεῖτε τῷ ὄρει τούσινάπεως, ἐρεῖτε τῷ ὅρει τούτῳ καὶ τὰ ἑξῆς. οὐδὲν δ’ ἧττον κατὰ τὸ φαινόμενον ἡμῖν τρανότερον καὶ ταῦτα εἰς τὸν τόπον λελέξεται. ὄρη ἐν τούτοις οἶμαι λέγεσθαι τὰς ἐν κακίᾳ κεχυμένῃ καὶο μεγάλῃ γεγενημένας ἀντικειμένῃ καὶ μεγάλῃ γεγενημένας ἀντικειμένας δυνάμεις, αἵτινες ὡσπερεὶ ἐρηρεισμέναι εἰσὶν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἐπὰν οὖν ἔχῃ τις »τὴν πᾶσαν πίστιν«, ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὡστε λογισθῆναι τὴν πίστιν αὐτοῦ »εἰς δικαιοσύνην«. ἔχει »τὴν πᾶσαν πίστιν« ὡς κόκκον σινάπεως. εἶθ’ ὁ τοιοῦτος ἐρεῖ τῷ ὄρει τούτῳ (δείκνυμι δὲ »τὸ ἄλαλον καὶ κωφὸν« ἐν τῷ λεγομένῳ σεληνιάζεσθαι πνεῦ- [*](6 Vgl. o. S. 192, 3ff – 7ff Vgl. Hieron. in Matth. 134 C: putant aliqui fidem grano sinapis comparatam paruam dici, quo regnum caelorum grano sinapis coferatur . . . quid enim ait »dicetis monti huic: transi hinc et transibit« — 11ff Vgl. Orig. hom. XII, 12 in Jer. (III 98, 14ff) : ποῖα δὲ ὄρη σκοτεινά; . . . ὁ διάβολος ὄρος σκοτεινόν ἐστιν, οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου οἱ καταργοώμενοι ὄρη εἰσὶ σκοτεινά, καὶ τὸ δαιμόνιον ὁ σεληνιασμὸς ὄρος ἦν κτλ. — 17. 23 Vgl. I. Kor. 13. 2 – 21ff Vgl. Gen. 15,6 (Röm. 4, 3) – 26 Vgl. Marc. 9, 25 4 ὑμῶν] ἡμῶν Μ 9 δὲ Μ 11 λελέξεται]τοῦ λέξεται Μ 15/16 ταῖς τῶν] τισιν Η 22 ὥστε] ὠς Η 2 malitiae x, corr. Koe 5 usquequo B)
v.10.p.198
μα)· μετάβα ἔνθεν (δηλονότι ἀπὸ τοῦ πάσχοντος ἀνθρωπου) <ἐκεῖ> (ἐπὶ τάχα τὴν ἄβυσσον) καὶ μεταβήσεται. ὁ δὲ ἀπόστολος ἐντεῦθεν (οἶμαι) τὴν ἀφορμὴν λαβὼν μετὰ ἀποστολικῆς εἶπεν ἐξουςίας τὸ »καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν«· οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων »πᾶσαν τὴν πίστιν«, ἥτις ἐστὶν ὡς κόκκος σινάπεως· καὶ οὐδέν γε τούτῳ τῷ ἐπὶ τοσοῦτον πιστεύοντι ἔσται ἀδύνατον. πρόσχωμεν δὲ καὶ τῷ τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ, ἵν᾿ εἴ ποτε δέοι περὶ θεραπείαν ἀσχολεῖσθαι ἡμᾶς τοιοῦτόν τι πεπονθότος τινός, μὴ ὁρκίζωμεν μηδὲ ἐπερωτῶμεν μηδὲ λαλῶμεν ὡς ἀκούοντι τῷ ἀκαθάρτῶ πνεύματι, ἀλλὰ »σχολάζοντες προσευχῇ καὶ νηστείᾳ« ἐπιτύχωμεν προσευχόμενοι περὶ τοῦ πεπονθότος <σωτηρίας τῆς ἀπὸ θεοῦ> και τῇ ἑαυτὼν νηστείᾳ ἀπώσωμεν ἀπ᾿ αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα.

Σ<υσ> τρεφομένων δὲ αὐτῶνεἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων (17, 22 [23]).

[*](1ff Vgl. Orig. hom. XII, 12 in Jer. (III, 98, 23 f): »ἔνθεν« ἀπὸ τοῦ ἀνθρώπου, »ἐκεῖ« ἐπὶ τὸν τόπον τὸν οἰκεῖον αὐτοῦ. — 4—12 Fast wörtlich = o. S. 192, 17—23 — 2 <ἐκεῖ> Kl, vgl. hom. XII, 12 in Jer. (s. oben) 24f <σωτηρίας—θεοῦ> KI nach Diehl Koe, vgl. lat, 28 σ<υσ> τρεφομένων Hautsch TU. 34. 2a, 58 16 et + in G L | ut Kl et x | quando B 22 permanentes + in B 24f ieiuniis et] anders gr. 28 illis L)
v.10.p.199

Καὶ δόξει γε ἐκείνοις ταῦτα ἰσοδυναμεῖν ὅτι »ἤρξατο δεικνύειν τοῖς μαθηταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων«. τὸ δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ ταὐτόν ἐστι τὸ ὑποδείκνυσθαι »τοῖς μαθη ταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων« καὶ μετὰ τὸ παθεῖν »ἀποκτανθῆναι καὶ« μετὰ τὸ ἀποκτανθῆναι »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«, τῷ λελέχθαι αὐτοῖς οὖσιν ἐν τῇ Γαλιλαίᾳ (ὅπερ ἀνωτέρω οὐ μεμαθήκαμεν), ὡς ἄρα μέλλοι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι· τὸ γὰρ παραδίδοσθαι ἀνωτέρω μὲν οὐκ εἴρηται, νῦν δὲ καὶ ὅτι εἰς χεῖρας ἀνθρώπων. ἐφ᾿ ᾧ ζητήσωμεν ὑπὸ τίνος μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἢ τίνων. ἐκεῖ μὲν γὰρ ὑφ᾿ ὧν πείσεται διδασκόμεθα καὶ ἐν ᾧ τόπῳ πείσεται,

[*](2 Matth. 16, 21 — 13ff Matth. 16, 21 — 28—205, 30 Vgl. C luc Nr. 37 Or. 1 γε <M 2ff. 26 ff gr. kürzt 5/6 ἀρχιερέων] + καὶ γραμματέων λ 27 ᾧ] ἃ H 4 hierosolymam G c (B) 15 hierosolimam B | pati + et occidi Pasch (vgl. gr.) 22 didicimus y Pasch dicimus L 23 quia] quoniam L 24 tradi enim eum Kl nach Koe, vgl. gr. tradendum x)

v.10.p.200
ἐνταῦθα δὲ ἐπ’ ἐκείνοις μανθάνομεν ὅτι τὸ »πολλὰ παθεῖν« αὐτὸν ὑπὸ τῶν προειρημένων συμβαίνει, οὐκ ἐκείνων πρώτων αἰτίων γινομένων τοῦ »πολλὰ« αὐτὸν παθεῖν, ἀλλ’ ἢ τοῦ παραδιδόντος ἢ τῶν παραδιδόντων αὐτὸν εἰς χεῖρας ἀνθρώπων. ὁ μὲν οὖν φήσει ὅτι τοῦτο διηγούμενος ὁ ἀπόστολός φησι περὶ τοῦ θεοῦ· »ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἔδωκε δὲ καὶ ὁ υἱὸς »ὑπὲρ ἡμῶν ἑαυτὸν« εἰς θάνατον, ὥστε οὐ μόνον ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ὑθ’ ἑαυτοῦ παρεδόθη. ἕτερος δὲ οὐ μόνον ἐκεῖνο ἀλλὰ καὶ τὰ ἐκκείμενα ἐπὶ τὸ αὐτὸ συναγαγὼν φήσει παραδεδόσθαι πρῶτον ὑπὸ τοῦ θεοῦ τὸν υἱὸν εἶτα πειρασθηςόμενον, εἶτα ἀγωνιούμενον, εἶτα ὑπὲρ ἀνθρώπων πεισύμενον ἢ καὶ »ὅλου τοῦ κόσμου«, ἵνα αὐτοῦ ἄρῃ »τὴν ἁμαρτίαν«, τῷ ἄρχοντι »τοῦ αἰῶνος τούτου«καὶ τοῖς ἄλλοις ἄρχουσιν αὐτοῦ, εἶτα ὑπὸ τούτων εἰς χεῖρας ἀνθρώπων αὐτὸν παραδίδοσθαι τῶν ἀποκτενούντων αὐτόν. παράδειγμα δὲ παραληφθήσεται τὰ τοῦ Ἰώβ. [*](2 f Vgl. Matth. 16, 21–5 Vgl. Matth. 16, 21–7–12 Vgl. C luc Nr. 38 Or.–10 Röm. 8, 32–13 Vgl. Gal. 1, 4–23 Vgl. I. Joh. 2, 2– 24 Vgl. Joh. 1, 29–25 Vgl. Joh. 14, 30—Vgl. I. Kor. 2, 8 5 ἀλλ’ ἢ Kl, Vgl. lat. ἀλλὰ M H 9 θεοῦ] θεοῦ *** Koe, vgl. lat. 13–16 ἔδωκε—παρεδόθη <M, vgl. lat. 19 παραδιδόσθαι M 21 εἶτα 1] 1.<γεννηθηςόμενον>, εἶτα? KI | πειραθηςόμενον H 3 <primam> Diehl, vgl. gr. 19 dicet Kl dicit x | primum] ipsum L 29 accipiet] accipe et GL 31 a deo est L 32 manum μ manus Koe manu x)
v.10.p.201
»ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου· ἀλλὰ αὐτοῦ μὴ ἄψῃ«, εἶτα ὡσπερεὶ παραδοθέντος ὑπὸ τοῦ διαβόλου τοῖς ἄρχουσιν αὐτοῦ τοῖς αἰχμαλωτεύουσι, τοῖς ἱππεῦσι, τῷ καταβαίνοντι ὡς ἐξ οὐρανοῦ πυρί, τῷ ἐκ τῆς ἐρημίας ἐλθόντι μεγάλῳ πνεύματι καὶ τὴν οἰκίαν χαλάσαντι. ἐπιστήσεις δὲ εἰ, ὥσπερ τοῖς αἰχμαλωτεύουσι παραδέδωκε τὰ τοῦ Ἰὼβ καὶ τοῖς ἱππεῦσιν, * * * οὕτως καί τινι ἐνεργεί<τῶν> ὑπὸ »τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος νῦν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας«, ἵνα τὸ ἐκεῖθεν καταβαῖνον πῦρ ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ ἐξ οὐρανοῦ οφ θῇ καταβαῖνον τῷ ἀπαγγέλλοντι τῷ Ἰὼβ ὅτι »πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα αὐτοῦ, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως«. παραπλησίως δὲ τούτοις ζητήσεις, εἰ καὶ τὸ »ἐξαίφνης μέγα πνεῦμα ἀπὸ τῆς ἐρήμου« ἐλθὸν καὶ ἁφάμενον »τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας« ἕν τι τῶν ὑπὸ τὸν διάβολον ἦν, ᾦ παρέδωκεν ὁ διάβολος τὸ »τῶν υἱῶν« »καὶ τῶν θυγατέρων« τοῦ Ἰὼβ συμπόσιον, ἵνα συμπέσῃ »ἡ οἰκία ἐπὶ τὰ παιδία« τοῦ δικαίου καὶ τελευτήσωσιν.

[*](1 Job 1, 12 – 3 Job 2, 6 – 6 13f Vgl. Job 1, 15–19 –15 Eph. 2,2– 22 Job 1, 16 – 27 Job 1, 19 – 30ff Vgl. Job 1, 18f 4 εἶτα ὡσπερεὶ] εἰπομεν περεὶ Μ 14 *** Diehl Kl Koe, vgl. lat. 15 <τῶν> Kl, vgl. Z. 29 20 τὸν ἰῶβ Μ 29 τὸν] τῶν Η 30 παραδέδωκεν Μ 31 τοῦ Ἰὼβ] αῦτοῦ Μ 3 et iterum R G iterum B L 6 potestatem μ potestate x 14 <et equitumx003E; Diehl, vgl. gr.)
v.10.p.202

Ἔστω οὖν (ὡς ἐπὶ τοῦ Ἰὼβ) πρῶτον παραδιδοὺς ὁ πατὴρ τὸν υἱὸν ταῖς ἀντικειμέναις ἐνεργείαις, εἶθ' αὖται παραδιδότωσαν αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ἐν οἶς ἀνθρώποις καὶ Ἰούδας ἦν, εἰς ὃν »μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς«, ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. ἀλλ' ὅρα, μήποτε τὸ παραδίδοσθαι ταῖς ἀντικειμέναις ἐνεργείαις ὑπὸ τοῦ πατρὸς τὸν υἱὸν συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων τὸν σωτῆρα, νομίσῃς ἴσον εἶναι τὸ ἐπ' ἀμφοτέρων λεγόμενον παραδίδοσθαι. κατανόει γὰρ /?οτι ὁ μὲν πατὴρ <οὐχ ἁπλῶς, ἀλλ'> »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν« ἀπὸ φιλανθρωπίας· αἱ δὲ ἀντικείμεναι δυνάμεις παραδοῦσαι τὸν σωτῆρα εῖς χεῖρας ἀνθρώπων οὐκ ἐσκόπουν τὸν ὑπέρ τινων σωτηρίας παραδιδόναι αὐτόν, ἀλλἂ (τὸ ὅσον ἐπ' αὐταῖς, ἐπεὶ οὐδεὶς αὐτῶν ἐγίνωνσκε τὴν τοῦ »θεοῦ σοφίαν τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην«) παρεδίδουν αὐτὸν ἀποθανούμενον, ἵνα ὁ »ἐχθρὸς« αὐτοῦ »θάνατος« ὑποχείριον αὐτὸν λάβῃ ὁμοίως τοῖς »ἐν τῷ Ἀδὰμ« ἀποθνᾐσκουσι. καὶ οἱ ἀπ- [*](7 Vgl. Joh. 13, 27 – 21 Röm. 8,32 – 28 Vgl. I. Kor. 2, 7f – 31 Vgl. I. Kor. 15, 26 – 32 Vgl. I. Kor. 15, 22 3/4 εἶτ' αὐταὶ Η 14 συνεξετάzontew par. M 20 <οὐχ ἁπλῶς,ἀλλ'> Koe, vgl. lat. 27 αὐτὸν Η 33 ἀποκτίναντες Η 29/30 <moriturum> Koe, vgl. gr.)

v.10.p.203
κτείναντες δὲ αὐτὸν ἄνθρωποι <οὐχὶ θελήματι τοῦ θεοῦ ἤδη καθεστηκότι, ἀλλὰ δυνάμεων> θελήματι τυπούμενοι τῶν βουλομένων τὸν Ἰησοῦν ὑποχείριον γενέσθαι θανάτῳ τοῦτο ἐποίουν. οἶμαι δὲ ἀναγκαίως ἐξητάσθαι καὶ ταῦτα διὰ τὸ τὸν παραδιδόμενον εἰς χεῖρας ἀνθρώπων Ἰησοῦν μὴ ὑπὸ ἀνθρώπων εἰς χεῖρας ἀνθρώπων παραδίδοσθαι, ἀλλ' ὑπὸ δυνάμεων αἶς »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν« ὁ πατὴρ τὸν υἱόν, ἐν αὐτῷ τῷ παραδεδόσθαι καὶ γίνεσθαι ὑπὸ τοὺς οἶς παρεδόθη καταλύοντα »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«· »διὰ« γὰρ »τοῦ θανάτου« κατήργησε »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου« (τουτέστι τὸν διάβολον) καὶ« ἀπήλλαξε »τούτους, ὅσοι φόβῳ θανάτου« διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας«.

»Κράτος« δὲ »θανάτου« νομιστέον ἔχειν τὸν διάβολον οὐ τοῦ μέσου καὶ <ἀ> διαφόρου, καθ' ὃν ἀποθνᾐσκουσιν οἱ σύνθετοι ἐκ ψυχῆς καὶ σώματος χωριζομένης αὐτῶν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τοῦ ἐναντίου καὶ ἐχθροῦ τοῦ εἰπόντος· »ἐγώ εἰμι ἡ ζωή«, καθ' ὃν »ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται«. ἐμφαίνει δὲ ὅτι οὐχ ὁ θεὸς εἰς χεῖρας ἀνθρώπων παρέδωκεν αὐτόν, ὁ σωτὴρ λέγων· »εἰ ἦν ἐκ τοῦ

[*](12 Röm. 8, 32 – 16ff Hebr. 2 14f – 30 Joh. 11, 25; 14, 6 – Ez. 18,4 – 34 Joh. 18, 36 1ff <οὐχὶ—δυνάμεων> Kl Koe vgl. lat. 5 γενέσθαι] ποιεῖσθαι Μ 25 <ἀ>διαφόρου Hu 1 eum Pasch vgl. gr. eum + voluntatem habebant x 3 id fecerunt asch (vgl. gr.) <x 5 quae Kl qua x qui Pasch)

v.10.p.204
κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις«. παραδιδόμενος γὰρ Ἰουδαίοις εἰς χεῖρας ἀνθρώπων παρεδόθη, οὐχ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν, ἀλλ' ὑπὸ τοῦ ἄρχοντος » τοῦ αἰῶνος τούτου« εἰπόντος περὶ τῶν ἐν ἀοράτοις δυνάμεσι κατὰ ἀνθρώπων ἱσταμένων βασιλειῶν· »ταῦτά σοι πάντα δώσωἐὰν πεσὼν προσκυνήσῃς μοι«. διὸ καὶ περὶ ἐκείνων λελέχθαι νομιστέον τὸ »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἹ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ το[ου κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. κἀκεῖνοι μὲν »οἱ βασιλεῖς« καὶ »οἱ ἄρχοντες« »παρέστησαν« καὶ »συνήχθησαν κατὰ τοῦ κυρίου καὶ ματὰ τοῦ Χριστοῦ αὐτοῦ«· ἡμεῖς δὲ ἐκ τοῦ παραδεδόσθαι αὐτὸν ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων καὶ ἀπεκτάνθαι ὠφεληθέντες, φαμὲν τὸ »διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν« ***. [*](11 Vgl. Joh. 14, 30 – 15 Matth. 4,9 – 18ff Psal. 2,2 – 23 Vgl. Aet. 4, 26f – 29 Psal. 2, 3 2 οἱ <Μ 13/14 δυνάμεων Η 16 προσκυνήσεις Η 21–25 κἀκεῖνοι — αὐτοῦ] hier ist bald gr., bald lat. vollständiger 31 * * * KI Koe, vgl. lat. 6 autem] γὰρ gr. 10 in regno y* < L 27 hominum <et occisus> Koe, vgl. gr.)
v.10.p.205
ὅτε γὰρ »σύμμορφοι« γινόμεθα τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν (ὡς ἀποδεδώκαμεν) βασιλέων »τῆς γῆς«, οὐδ' ὑπὸ τὸν ζυγὸν τῶν κατὰ τοῦ κυρίους συναχθέντων ἀρχόντων »τοῦ αἰῶνος τούτου«· καὶ καὶ διὰ τοῦτο ὁ πατὴρ »τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἵν' οἱ <ἄρχοντες οἱ> παραλαβόντες αὐτὸν καὶ παραδόντες αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ὑπὸ τοῦ κατοικήσαντος »ἐν τοῖς οὐρανοῖς« ἐγγελασθῶσιν καὶ ὑπὸ τοῦ κυρίου ἐκμυκτηρισθῶσιν, εἰς κατάλυσιν τῆς ἰδίας βασιλείας καὶ ἀρχῆς παρὰ προσδοκίαν παραλαβόντες ἀπὸ τοῦ παρᾳ ἠγέρθη τῷ τὸν ἐχθρὸν αὐτοῦ θάντον κατηρηκέναι καὶ ἡμᾶς πεποιηκέναι »συμμόρφους«, οὐ μόνον »τοῦ θανάτου αὐτοῦ« ἀλλὰ καὶ »τῆς ἀναστάσεως«, δι' ὃν »ἐν καινότητι ζωῆς« περιπατοῦμεν, οὐκέτι καθεζόμενοι »ἐν χώρᾳ καὶ σκιᾷ θανάτου«, διὰ τὸ ἀνατεῖλαν ἐφ' ἡμᾶς »φῶς« τοῦ θεοῦ. εἰπόντος δὲ τοῦ σωτῆρος μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παρα- [*](4 Vgl. Röm. 6, 5 (8. 29) – 7 Psal. 2,2 – 9 Vgl. I. Kor. 2,8 – 10 Röm. 8,32 –16ff Vgl. Psal. 2,3 –22f Vgl. I. Kor. 15,26 –24f Vgl. Röm. 8,29 (6.5) – 27 Vgl. Röm. 6,4 – 28 Vgl. Matth. 4, 16 4 γινώμεθα Μ 8 χυ Μ 13 <ἄρχοντες οἱ> Kl nach Koe, vgl. lat. 16/17 ἐγγελασθῶσι Η ἐκγελῶνται Cluc Nr. 37? 18 ea y* <L)
v.10.p.206
δίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσι αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, οἱ μαθηταὶ σφόδρα ἐλυπήθησαν, τῷ μὲν πραραδίδοσθαι μέλλειν αὐτὸν εἰς χεῖρας ἀνθρώπων καὶ τῷ ἀποκτίννυσθαι αὐτόν, ὡς σκυθρωποῖς καὶ ἀξίοις λύπης ἐπιστήσαντες, μὴ προσχόντες δὲ τῷ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι αὐτὸν δεηθέντα οὐδὲ χρόνου παλείονος, »ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«.

Ἐλθόντων δὲ εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίσραχμα λαμβάνοντες τῷ Πέτρῳ (17, 24 [–27]).

Εἰσί τινες βασιλεῖς τῆς γῆς καὶ τούτων υἱοί, μὴ διδόντες τέλη

[*](12 Hebr. 2, 14 4 οἰ μαθηταὶ <Η 15 Ἐλθόντων] vorher: Περὶ τῶν αἰτούντων τὰ διδραχμα Η 15/16 Καπερναοὺμ] diese Form nur hier, sonst Kαφαρναούμ M H 17 δίδραγμα durchweg M, H meist δίδραχμα 15 venisset ρ 16 usw. didrachma usw. ρ didragma usw. x 24 aut] an L)

v.10.p.207
ἤ κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλών τῆς γῆς, ἀφ’ ὧν λαμβάνουσιν οἱ βασιλεῖς τῆς γῆς γῆς τέλη ἤ κῆνσον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν <υἱοί>· οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ καταδουλουμένους (ὡς »κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ. καὶ κατωδύνων αὐτῶν τὴν ζωήν«, καὶ »κατεδουλοῦντο αὐτοὺς μετὰ βίας») δοῦλοι. δι’ οὕς δουλεύοντας ἀνάλογον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον »μορφὴν« τοῦ »δούλου« ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ »δούλου« ἐκείνου »μορφήν«, τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ· ὁ γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ τὸ ἕν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὅν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημμένον, γενομένου ἁλιέως »ἀνθρώπων«, ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε- [*](11 Εx. 1, 13f – 17. 20 Vgl. Phil. Marc. 1, 17 Parr. 7 <νἱοί> Κl, vgl. lat. 15 δουλεύοντες Μ 20 τέλος] ὡς δοῦλος Μ 25 τοῦ <Μ 27 τοῦ <20 τοῦ <Η 28 ἐτύγχανε Η 33 οἶς Ηu, vgl. lat. ὧ Μ Η 2, 7 – 18f Vgl. Ex. 1, 14 – 32 Vgl. 21 alium G L Pasch 29 adiuvatum R G L adiutum B salvatum Koe, vgl. S. 211, 34)
v.10.p.208
νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ’ αὐτοῦ <τὸ> ἔχον τὴν εἰκόνα »Καίσαρος« νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν. ὁ μὲν οὖν ἔχων »τὰ Καίσαρος« ἀποδιδότω αὐτὰ τῷ »Καίσαρι«, ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ »τὰ τοῦ θεοῦ τῷ θεῷ«. ἐπεὶ δὲ Ἰησοῦς, εἰκὼν ὤν »τοῦ θεοῦ τοῦ ἀοράτου«, οὐκ εἶχε τὴν εἰκόνα τοῦ »Καίσαρος« (ὁ γὰρ »ἄρχων τοῦ αἰῶνος τούτου οὐδὲν« εἶχεν ἐν αὐτῷ), διὰ τοὺτο <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> ἀπὸ οἰκείου τόπου | τῆς θαλάσσης τὴν εἰκόνα »Καίσαρος« λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ, ἵνα μηδὲ ὑπολαμβάνωσιν οἱ τὰ διδραχμα λαμβάνοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν· ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀναλαβὼν αὐτὴν οὐδὲ κεκτημένος οὐδὲ πορίσας οὐδὲ ἴδιόν ποτε ποιήσας αὐτὴν κτῆμα, ἵνα μηδέποτε ἡ »Καίσαρος« εἰκὼν ᾖ πραὰ τῇ εἰκόνι »τοῦ

[*](2–27 Vgl. Matth. 22, 19–21 Parr. – 11ff Vgl. Orig. hom. XIII, 2 in Ez. (VIII, 445, 19ff): quia non habebat eam »imaginem«, quam petebatur, . . . docet, ubi valeat reppreiri »imago«, quae quaeritur: »uade« inquit »ad mare« etc. – 11. 27f Vgl. Kol. 1, 15 – 13f Vgl. Joh. 14, 30 2 <τὸ> Koe 7/8 ἀποδότω Μ 14f <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> Kl Koe, vgl. lat. 10 sunt dei L | <autem> Koe, vgl. gr. 21 <eorum et> Diehl Koe, vgl. gr. 22 debitum x* Pasch debitam ρ 26f imaginem–dei] invisibilem deum L)
v.10.p.209

Καὶ κατ’ ἄλλον δὲ τρόπον λεχθείη <ἄν>· εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ <τινὲς> οὐχ υἱοὶ αὐτῶν, πλὴν υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εῑναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδενὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ ἤ τοῦ υἱοῦ αὐτοῦ ἤ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν ὁ σωτὴρ πυνθάνηται τοῦ Πέτρου λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἤ κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν ἤ ἀπὸ τὼν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀλλοτρίων αὐτῶν, φησὶν ὁ Ἰησοῦς περὶ τούτων, οἵτινες ἀλλότριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύδεροι υἱοὶ τυγχάνοθσι. τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, οὐκ ἐλεύδεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν«, ἐλεύθεροι δὲ οἱ μείναιντες <ἐν> τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλή- [*](28 Joh. 8, 34 – 30ff Vgl. Joh. 8, 31f 2 <ἄν> Kl + <τῶν υἱῶν> Κoe, vgl. lat. 3 υἱοὶ <Μ 4 <τινὲς> Κl 15 ἀπὸ <Μ 7 ἀλλὰ Μ 18 φησὶ ιݲςݲ Η 20 εἰσὶ Η 31 <ἐν> Κl 10 <id ipsum filii> Kl nach Diehl Koe, vgl. gr. 15 aut] an L 17 quod y* tale aliquid existima dictum L 25 tale aliquid aestima dictum y* <L 27 autem] 1. enim ? Kl, vgl. gr. 31 <veritate> verbi[s] Diehl, vgl. gr.)

v.10.p.210
θειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ’ αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὤν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς διδραχμα λαμβάνοντας· διό φησι· μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ’ ἄν τῶν χαιρόντων τῇ περὶ φύσεων μυθοποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱο ὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμβάνοντες, οὕς μὴ βούλεται σκανδαλίζειν ὁ σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ ἐπαινετῆς εἰσι φύσεως, καὶ ὅμως πεφρόντικε τοῦ μὴ σκανδαλισθῆναι αὐτούς, καὶ ὅμως κωλύει σκόνδαλόν τι αὐτοῖς γενέσθαι, ἵν’ [*](13 ἐστιν + ὁ Η 17f καὶ . . . καὶ . . . καὶ] l. ἤ . . . ἤ . . . ἤ ? Κl, vgl. lat. 24 ἑξῆς] ἐν αὐτῶ Μ 32 φύσεως] φρενῶς Μ 1 liberabit Kl liberavit x 5f didragma Caes. habentia μ didragemas Caes. habentes x 35 huiusmodi] lat. las τοιούτοις für τι αὐτοῖς (Koe))
v.10.p.211
ἤτοι μὴ χεῖρον ἁραρτάνοιεν, ἥ πρὸς τὸ (εἰ βούλονται) σωθῆναι ἥκοιεν ἐκ τοῦ ἀποδέξαθαι τὸν φεισάμενον αὐτῶν ἴνα μὴ σκανδαλισθῶσι. καὶ ὠς ἐκ ΧΨΡΙΨΙ γε ΠΑΡΑΚΛΗΣΕΨΣ (οὔτω γὰρ ἐρμηνεύσταιἡ Καφαρναού) παρακαλῶν <ελασ> τον μαθητὴν καὶ ἐλεύθερον αὐτὸν εἶναι καὶ υἱὸν <ἀπαγγέλων>, δίδωσιν αὐτῷ δύναμιν τοῦ ἀλιεῦσαι ἰχθὴν πρῶτον, ἴνα ἀναβάντος αὐτοῦ παρακληθῇ ὁ Πέτρος ἐπὶ τῷ ἀναβάντι καὶ ἀλιευθέντι, καὶ ἀπὸ τοῦ <ἐξ ἐνοιχθέντος αὐτοῦ τοῦ> στόματος εἰλῆφθαι τὸν στατῆρα ἀποσοθησόμενον τοῖς οἰκείοις τοῦ στατήσρος καὶ ἀπαιτοῦσιν ὡς ἴδιον τὸ τοιοῦτον νόμισμα.

Χαριέντως δ’ ἄν ποτε χρήσαιο τῷ ῥητῷ ἐπὶ φιλαφηύρῳ, μηδὲν ἀνὰ στόμα ἔκοντι ἤ τὰ περὶ τοῦ ἀργυρίου, ἐπὰν ἴδηας αὐτὸν ὐπό τινος Πέτρου τεθεραπευμένον, ἀφλόντος αὐτοῦ οὐ μένον ἐκ τοῦ στόματος καὶ τῶν λόγων, ἀλλὰ καὶ ἀπὸ ὄπὸ ὅλως διαθέσεως τὰν στατῆρα, σύμβολον ἄντα πάσης αὐτοῦ φιλαργυρίας. ἐρεῖς γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γεγονέναι καὶ τοπῖς ἀλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδδων καὶ μεριμνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν στατῆρα ὄτε ἄπιστος ην καὶ φιλάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς

[*](5 Vgl. Wutz, Onom. sacra 40 1 ἁμαρτάνοιευ ἀμαρτάνειν Μ Η | ἥ Κl. Vgl. lat. καὶ Μ Η 3 ἥκοιεν Κoe, vgl. lat. καὶ 8 <ἔσασ> τον Diehl Koe, vgl. lat. 9 <ἀπαυγέλλων> Κl, vgl. lat. 14 <ἐξ—τοῦ> Κl mit Diehl Koe, vgl. lat. 4 sicut x* sic ρ 16 <qui> Koe)

v.10.p.212
θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημένον καὶ κεὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πἐτρου τἠν ἀλήθειαν) μηκέτι ἔχειν ἔν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ’ ἐκείνου τὰ ἔκοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ.

Ἔτι εἰς τὸ προσῆλθον οἰ τὰ δίδρακμα λαμβάνοντες τῷ Πέτρῳ παραθήσῃ ἀπὸ τῶν Ἀριθμῶν ὅτι ὐπὲρ μὲν τῶν ἁγίων κατὰ τὸν τοῦ θεοῦ νόμον οὐχ ἀπλῶς δίδραχμον δίδοται, ἀλλὰ δίδραχμον ἄγιον. γέγραπται γάρ· »καὶ λήψῃ πέντε σίκλους κλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἄγιον«. ἀλλὰ καὶ ὑπὲρ »πάντων τῶν υἱῶν Ἰσραὴλ« κατὰ κεφαλὴν δίδοται δίδραχμον ἄγιον. ἐπεὶ οὖν οὐχ οἶόν τε μετὰ τῶν ἁγίων διδοάχμων ἔχειν καὶ δίδραχμα (ἴν’ οὔτως οὐνομάσω) βέβηλα τὸν ἄγιον τοῦ θεοῦ, διὰ τοῦτο τοῖς λαμβάνουσι τὰ οὐχ ἄγια δίδραχμα καὶ ἐρωτήσασι τὸν πέτρον καὶ εἰποῦσιν· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδρακμα; προστάσσεει δοθῆναι στατῆρα (ἐν ᾦ ᾖν <δύο> δίδραχμα) ὁ σωτὴρ εὐρισκόμενον ἐν τῷ στόματι τοῦ πρώτου ἀναβάντος ἰχθύος, ἴνα δοθῇ ἀντὶ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ.

[*](15 Num. 3, 47 — 17 Vgl. num. 3, 25? — 32ff Vgl. Hieron. in Matth. 137 A: quod saepe monui, etiam nuhc observandum est: causae querendae sunt signulorum domini dictorum atque factorum etc. 6. τὰ λόγια Η 21 ἵνα Μ 28 <> Kl, vgl. lat. 17 <caput, escundum> Kl Koe, vgl.gr. 26 solvet Gl 28/29 (duae) digragmae Gc L (duo) didragmata pasch)
v.10.p.213

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν (18, 1 [—6]);

Δυνάμενος ὁ Ματθαῖος ὑπ[ερ τοῦ διδαχθῆναι ἡμᾶς, τί τε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ ἠξίους οἱ μαθηταὶ τῷ Ἰησοῦ ἡμίουν παρ’ αὐτοῦ μαθεῖν πῶς τε ἀπελρίνατο πρὸς τὸ πύσμα αὐτῶν, αὐτὸ τοῦτο μόνον διηγήσασθαι, ὁ δὲ προσέθηκε κατὰ μέν τινα τῶν ἀντιγράφων· ἐν ἐκείνῆ τῇ ὤρᾶ προσῆλθον οἰ μαθηταὶ τῷ Ἰησοῦ, κατὰ δὲ ἄλλα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ. διάπεερ ἐπιστήσαντες τοῖς πρὸ τοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἤ ὥς ρᾳ,

[*](29 ff Vgl. Hieron. in Matth. 137 A: quia viderant pro Petro et domino idem tributum reditum, ex aequalitate pretii arbitrati sunt omnibus apostlis Petrum esse praelatum aui in redditione tributi domino fuerat comparatus, ideo interrogant, quis maior sit in regno caelorum — 29ff Vgl. Hautsch, TU. 34, 2 a, 58 3 Ἐν] vorher: Περὶ τῶν λεγόντων »τίς μείζων« καὶ περὶ τοῦ προσκληθέντος παιδίου ὑπὸ τοῦ Ἰησοῦ Η 5/6 μεῖξον Η 24 τῷ ΜcH αὐτῶ Μα 3 in illa hora] V secundum mathm. In illo tempore L 7 eum <Β 15 recipit + Omelia Origenis de eadem lectione L 16 posset ρ possit x 18 quod Gc B 23 hora x* 29 hora vel in illa die L)

v.10.p.214
σκοπήσωμεν εἰ οἶόν τέ ἐστιν ἀπ’ ἐκείνων ὀδὸν λαβεῖν πρὸς τὸ θεωρῆσαι ὠς ἀναγκίαν τῆν ἐν ἐκείηῃ τῇ ἡμέρᾳ ἤ ὥρᾳ προσθήκην. ἐληλύθεισαν τοίνυν εἰς τὴν »Καφαρναοὺμ« ὁ Ἰησοῦς ἄμα τοῖς μαθηταῖς ἔνθα »οἱ τὰ δίραχμα λαμβάνοντες τῷ Πέτρῳ προσῃλθον καῖ« ἐρωτῶντες »εἶπον« τὸ »ὁ διδάσκαλος ὑμμῶν οὐ τελεῖ τὰ δίδρακμα; «εῖτα ἀποκριναμένου πρὸς αὐτοὺς τοῦ Πέτρου καὶ εἰπόντος »ναί«, ὁ »Ἰησοῦς« προαπολογησάμενος περὶ τῆς δόσες τῶν διδράχμων πέμπει τὸν Πέτρον τῷ ἀγκίστρῳ ἀνασπάσοντα »ἰχθύν«, οὖ ἐν τῷ στόματι ἔφασκεν εὑρεθήσεσθαι »στατῆρ« τὸν δοθησόμενον ὐπὲρ ἑαυτοῦ καὶ Πέτρου. δοκεῖ οἶν μοι ὅτι μεγίστην νομίσαντες ταύτην εἴναι ὑπὸ τοῦ Ἰησοῦ πρὸς τὸν Πέτρον τιμὴν *(**καρίναντος αὐτὸν μείξον τῶν λοιπῶν γνωρρίμων) ἐβούλοντο, ὅπερ ὑπενόουν, ἀκριβῶσαι διὰ τοῦ πυθόμενοι τοῦ Ἰησοῦ ἀκοῦσαι παρ’ αὐτοῦ εἰ (ὡς ὐπελάμβανον) μείξονα κέκρικε τὸν Πέτρον αὐτῶν. ἄμα δὲ ἤλπιζον καὶ τὴν αἰτίαν εἴσεσθαι τοῦ προκεκρίσθαι τὸν Πέτρον τῶν λοιπῶν μαθητῶν. ταῦτ’ οὖν (οἶμαι) δηλῶσαι ὁ Ματθαῖος βουλόμενος ἐπήγαγε τῷ »ἐκεῖνον κα- [*](5—18 Vgl. Matth. 17, 24—27 — Matth. 17, 27 1 εἰ <Η 5 ἐληλύθεσαν Μc 10 τελεῖ] δίδώ Μ 12/13 ABBREV ἀπλολογησάμενος Μ 16 εὑρήσεσθαι Μ 21 *** Κl Koe, vgl, vgl. lat. 29 ταῦτα Μ 5 1. venerant? Keo, vgl. gr. 10 respondente Petro ~ L 11 et <dicente> etiam Diehl Kl Koe, vgl. gr. etiam et x 16 se] ihu GL 16/17 ego arbitro L 28 Petri elationis Koe, vgl. gr., revelationis x 29 discerent Diehl indicerent y indicarent L 30/31 adicit L)
v.10.p.215
βῶν (δηλον΄τι τὸν »στατῆρα«) δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ« τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ <ἥ ὥρᾳ> προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείξων ἐστὶν; τάχα δὲ βασιλείᾳ τῶν οὐρανῶν; τάχα δὲ καὶ ἀμφέβαλλον δια τὸ τρεῖς προκεκρίσθαι κατὰ τὴν μεταμόρφωσιν, ἀμφέβαλλον δὲ περὶ τοῦ τίς τῶν τριῶν μείξων εἶναι κέκριται παρὰ τῷ κυρίῳ. ὁ μὲν γὰρ Ἰωάννης ἀνέπεσεν »ἐπὶ τὸ στῆθος« αὐτοῦ δι’ ἀγάπην, καὶ ἀκόλουθον πρὸ τοῦ δείπνου τιμῆς ἐξαιρέτου σύμβολα πολλὰ αὐτοὺς ἐωρακέναι πρὸς τὸν Ἱωάννην ἀπὸ τοῦ Ἰησοῦ. ὁ δὲ Πέτρος ἐν τῇ ὁμολογίᾳ ἤκουσε μακάριος διὰ τὸ »σῦ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ὁ υἰὸς τοῦ θεοῦ τοῦ ζῶντος«· [*](15 Vgl. Joh. 13, 25 — 23 Vgl. Math. 17, 27 – 27 Matth. 16, 16 (—18) 3 <ἤ ὥρᾳ> Κl, vgl. lat. 8 κατὰ τὴν μεταμόρφωσιν] gekürzter Ausdruck gegenüber lat. 9 δὲ<Μ 15—216, 10 gr. voller Kürzungen 4 putas <G 18 in cena] unrichtige Wiedergabe von δι’ ἀγάπην (Κοe) 18/19 secreta consilia aus ἐξαιρέτου u. σύμβολα mißverstanden? Elt 33 dico tibi L | quia <y)
v.10.p.216
πάλιν δὲ διὰ τὸ »ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων« περιεσπῶντο μήποτε οὐχ οὗτος εἴη ὁ μείζων, ἅτερος δὲ τῶν Ζεβεδαίου υἱῶν. τοσαῦτα μὲν διὰ τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ, ἐν ᾗ γεγόνει τὰ περὶ τὸν »στατῆρα«.

Ἑξῆς δὲ κατανοητέον τὸ προσῆλθον αὐτῷ οἱ μαθηταί, ὡς μαθηταὶ διδασκάλῳ προβλήματα προτείνοντες καὶ ἐξετάζοντες, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ μιμητέον γε ἐν τούτοις τοὺς τοῦ Ἰησοῦ μαθητάς· εἴ ποτε ζητούμενόν τι ἐν ἡμῖν μὴ εὑρίσκοιτο, μετὰ πάσης ὁμονοίας περὶ τοῦ ζητουμένου προσέλωμεν τῷ Ἰησοῦ, παρόντι ὅπου »δύο ἢ τρεῖς συνηγμένοι« ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ ἑτοίμῳ ἐν τῇ κατὰ δύναμιν παρουσίᾳ φωτίζειν τὰς καρδίας τῶν γνησίως αὐτῷ μαθη-

[*](11 Matth. 16, 23 — 18 Vgl. Matth. 17, 27 — 30 Vgl. Matth. 18, 20 — 31f Vgl. I. Kor. 4, 5?)[*](17 ἐγεγόνει McH, last. las ἐγεγώνει (Diehl) 21 διδασκάλῳ] τοῦ σݲρݲςݲM 30ὅπου <εἰσὶν> Koe | ἢ Kl, vgl. lat. καὶ M H)[*](8 propterea ρ 11 post] retro y Pasch 16 propterea L)

v.10.p.217
τεύεσθαι θελόντων πρὸς κατάληψιν τῶν ζητουμένων. οὐκ ἄτοπον δὲ καί τινι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων ἐν τῇ ἐκκλησίᾳ διδασκάλων προσελθόντας ἡμᾶς προτείνειν ἀνάλογόν τι πρόβλημα τῷ τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. τί μὲν οὖν ἤδη ἔγνωστο τοῖς μαθηταῖς τῶν κατὰ τὸ πύσμα τοῦτο; τί ἰσότησς τῶν ἀζιουμένων τῆς βασιλείας τῶν οὔρανῶν, κατειλήφεισαν, καὶ ὅτι (μὴ οὔσης ἴσότητος) ἔστι τις ὁ μείζων καὶ οὕτω καθεξῆς μέχρι τοῦ ἐλαχίστου. ὑποδαπὸς δὲ ὁ μείζων, καὶ ὅπως βιώσας ὁ ἐλάχιστος καὶ τίνες οἱ μεταξύ, ἔτι ἐξήτουν. εἰ μὴ ἄρα ἀκριβέστερον ἔστιν εἰπεῖν ὅτι, τίς μὲν ὁ ἐλάχιστος ιᾔδεισαν ἐκ τοῦ »ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«, τίς δὲ ὁ πάντων μείζων οὐκ ἐγίνωσκον, εἰ καὶ κατελάμβανον τὸ »ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«· μεγάλων μείζων (ὡς [*](6 ff Vgl. Harnack TU. 42, 4. 135 — 24 Matth. 5, 19 — 30 Matth. 5, 19 9 τι < Μ 18 — 21 gr. voll- ständiger als lat. 19 ὁποταπὸς Hu, vgl. S. 219, 7 22 ἔστιν < Μ 3 omnium] hominum G 6/7 doctorum x* doctorem ρ 20 minimus *** Diehl, vgl. gr. 23 qui GL 29 — 34 et quis — manifestum] lat. kürzt)
v.10.p.218
ἐν ἀνθρώποις) οὐκ ἦν αὐτοῖς σαφές. καὶ ὅτι μεγάλοι μὲν πλείους, οὐκ ἐπίσης δὲ μεγάλοι οἱ μεγάλοι, δηλώσει τὸ μέγας ὄνομα κείμενον ἐπὶ τοῦ Ἰσαάκ, »ὃς προβαίνων μείζων ἐγίνετο < ἕως οὗ μέγας ἐγένετο> σφόδρα σφόδρα«, εἰρημένον δὲ καὶ ἐπὶ Μψσέως καὶ ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ πᾶε γε ὁμολογήσει ὅτι <εἰ> καὶ πάντες οὗτοι μεγάλοι ἦσαν κατὰ τὴν γραφήν, ἀλλὰ μείζων αὐτῶν ἦν σωτήρ. εἰ δὲ καθεξῆςι Ἰωάννης τοῦ Ἰσαὰκ καὶ τοῦ Μωσέως μείζων ἦν, οὗ »μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν« ἦν, ἢ οὐ μείζων μὲν ἴσος δὲ ἀμφοτέροις ἤ τινι αὐτῶν, οὐκ ἀκίνδυνον ἀποφήνασθαι. καὶ ἰκ τοῦ Ἰσαὰκ δὲ »προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο«, οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης τῆς »σφόδρα« δὶς κατειλεγμένης, ἔστι μαθεῖν ὅτι διαφορά ἐστι μεγάλων, τινὸς μὲν ὄντος μεγάλου, ἑτέρου δὲ σφόδρα μεγάλου καὶ ἀλλου σφόδρα σφόδρα μεγάλου. ἐζήτουν τοίνυν οἱ μαθηταὶ προσελθόντες τῲ Ἰησοῦ μαθεῖν, τίς ἄρα μείζων [*](5 Gen. 26, 13 — 7 f vgl. Ex. 2, 11 (Hebr. 11, 24) — 9 Vgl. Luc. 1, 15 — 16 Luc. 7, 28 — 21 Gen. 26, 13 6 <ἕως—ἐγένετο> Kl, vgl. lat. 7 ἐπὶ] + τοῦ Η 10 <εἰ> KL, vgl. lat. | πάντες] οἱ ἄνδρες Μ 27 καὶ < Μ 2 quoniam x* quod μ 4 magni1 <sunt magni> Diehl, vgl. gr. 4,5 inpositum R G 21 positum x* propositum μ 22 <proficiens magnus fiebat> Kl Koe 23 valde2 < G 27 differentiae sunt L 29 <valde — alius> Kl, vgl. gr.)
v.10.p.219
ἐστὶν ἐκ τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ τάχα ἐκεῖνοι μὲν ἐβούλοντο μαθεῖν ἀκούσαντες ἀπ᾿ αὐτοῦ τὺ τοιοῦτον· ὁ δεῖνα μ είζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁ δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγει τὸν λόγον, δεικνὺς ὀποδαπὸς τῇ ποιίτητιμείζων οὐρανῶν, ὅντινα κατὰ τὰ δύναμιν ἐκ τῶν γεγραμμένων κατανοήσωμεν. <16.> Προσκαλεσάμενος γὰρ ὁ Ἰησοῦς παιδίου καὶ τὰ ἑξῆς.

Ἔστι δὲ πρότερον ἁπλῶςφ διηγήσασθαι. εἴποι δ᾿ ἂν ὁ κατὰ τὸ ἁπλοῦν διηγούμενος τὸν τοῦ σωτῆρος ἐν τούτοις λόγον. ὅτι, ἐὰν ἀνήρ τις ὢν ἐπὶ τοσοῦτον γεκρώσῃ τὰς ἀνδρικὰς επιθυμίας, »πνεύματι τὰς πράξεις τοῦ σώματος« θανατῶν καὶ »πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι« περιφέρων, ὥστε παιδίου ἀγεύστου ἀφροδισίων καὶ ἀνεννοήτου ἀνδρικῶν κι

[*](23 — 222, 25 Vgl. Cluc Nr. 39 Or. – 30 Vgl. Röm. 8, 13 – 31 II. Kor. 4, 10 7 ὁποταπὸς M H, vgl. S. 217, 19 7/8 τῆς ποιόητος Μ 10/11 l. κατανοήσομεν? Koe 25 κατὰ τὸν ἁπλοῦν ἠγούμενος Μ 19 puer] parvulus L 21 unum < L)

v.10.p.220
νημάτων ἔχειν κατάστασιν, ὁ τοιοῦτος ἐστράφη καὶ γέγονεν ὡς τὰ παιδία. καὶ ὅσον γε προσέθηκε τῇ τῶν παιδίων περὶ τῶν τοιούτων κινημάτων καταστάσει, τοσούτῳ μᾶλλον <ἄλλων> τῶν ἀσκούντων καὶ ἐπὶ ἐπὶ τοσοῦτον <οὐκ> ἐλησακότων σωφροσύηνς [τὸ] μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέγεκται περὶ τῶν παιδίων, τοῦτ᾿ ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν καὶ ἀρρωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς ἃ μὴ πέφυκε τπαιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν· οἷον ἵνα στραφῇ τις καὶ ὁποῖόν ἐστι τὸ βραχὺ παιδίου πρὸς ἀργὴν τοιοῦτος γένηται ὢν ἀνήρ, καὶ ἁποῖόν ἐστι τὸ παιδίον πρὸς λύπην (ἔνθ᾿ ὅτε παρὰ τὸν καιρὸν τοῦ τεθνηκότος πατρὸς ἢ μητρὸς ἤ τινος φίλου, ὡς γελᾶν καὶ παίζειν κατ᾿ ἐκεῖνον τὸν χρόνον), τοιοῦτος ἂν γένοιτο ὁ στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύπης ἀπαράδεκτον,ὥστε ὁπῖόν ἐστι πρὸς λύπην τὸ βραχὺ παιδίον αὐτὸν γενέσθαι. τὸ δ᾿ ὅνμοιον φήσεις περὶ τῆς καλουμένης ἡδονῆς, καθ᾿ ἣν ἀλόγως ἐπαίρονται οἱ φαῦλοι, ἣν οὐ πάσχει τὰ παιδία οὐδ᾿ οἱ στραφέντες καὶ γενόμενοι | ὡς τὰ παιδία.

[*](3 ὅσον Hu, vgl. lat. ὁσηρ M H 6 <ἄλλων> ΚL mit Diehl Koe, vgl. lat. 7 <οὐκ> Hu, vgl. lat. | [τὸ] Hu τί<πον> Keo 8 μεῖζον Η 10 δὲ] δὴ καὶ M 11 τοῦτο Μ 14 πεδΐα Η 16 ἵνα] + καὶ Η 17 βραχὺ < Η 22 φίλου Kl, vgl. lat. ἀδελφοῦ M H 8 praevalentibus y 11 dictum de parvulis L 14 et x* Pasch et ceteris μ 21/22 tempore y* in tempore L 24 ff gr. z. T. abdicas 27 dicas G 31 facti <L)
v.10.p.221

Ὠς μὲν οὖν πρὸς τὸ ἀκριβές, ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέπω συμπεπληρωκότα τὸν λόγον παιδία εἰ δ’ οὐδέν, δηλονότι οὐδὲ φόβος, ἀλλ’ εἰ ἄρα ἀνάλογόν τι τοῖς <ἄλλοις> πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίος, ὡς ἀγαπητὸν εἶναι ἐπὶ τοῦτο φθάσαι τὸν στραφέντα ὡς τὰ παιδία ὅσον ἔχει τῆς οἱονεὶ ὑποβολῆς τῶν παθῶν ὡς τὰ παιδία. καὶ περὶ φόβου τοίνυν τὰ ὅμοια τοῖς ἀποδεδομένοις νοήσεις ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι ὃ οἱ μὴ ἀκριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκείνων λέγουσιν εἶναι φόβον, οἷον δὴ καὶ τὸ τῶν παιδίων ἀμνηςίκακον παρ’ αὐτοὺς τοὺς τῶν δακρύων καὶροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νομιζομένοις λελυπηκέναι καὶ πεφοβηκέναι, ἀλλ’ οὐ κατὰ <τὴν> ἀλήθειαν ταῦτα ἐνηργηκόσιν.

[*](1 πρὸς τὸ] τουτο Μ 5 οὔδὲ Koe, vgl. lat. καὶ ὁ ΜΗ 7 <ἄλλοις> Diehl, vgl. lat. 13/14 ὑπερβολῆς C luc Nr. 39 15/16 ἀποδεδειγμένοις Μ 16 νοήσεις Κ Ι νοηθεῖεν Hu νοήσειεν M H 23 μὴ ἀκριβοῦντες Κ Ι nach C luc Nr. 39 διακριβοῦντες M H 26 δὴ K I Koe δὲ ΜΗ 31 τὴν < Μ 16 mal<or>um Koe, vgl. lat. 18–27 entspricht dies noch gr. 22 –28? 26 sicut] sic G 27 firme in pueris L)

v.10.p.222
οὕτω δὲ καὶ ταπεινώσει ἑαυτόν τις ὠς ὃ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον· οὐ γὰρ πίπτει ὐψηλοφροςήνη καὶ οἴησις εὐγενείας ἢ πλούτου ἤ τινος τῶν νομιζομένων μὲν οὐκ ὄντων δὲ ἀγαθῶν εἰς παιδίον. διόπερ ἔστιν ἰδεῖν τὰ κομιδῇ νήπια μέχρι τριῶν καὶ τεττάρων ἐτῶν ὅμοια τοῖς ἀγενέσι, κἂν εὐγενῆ εῖναι δοκῇ, καὶ μὴ μᾶλλον πάντως φιλεῖν δοκοῦντα τὰ πλούσια παιδία παρὰ τὰ πενιχρά. ἐὰν οὖν ὅπερ παρὰ τὴν ἡλικίαν πάσχει τὰ παιδία πρὸς τὰ τοὺς ἀνοή τους ἐπαίροντα τοιαῦτα πάθη, ἀπὸ λόγου ὁ τοῦ Ἰησοῦ μαθητὴς <ἀναλάβῃ>, ἐταπείωσεν ἑαυτὸν ὡς ὃ ἔδειξεν ὁ Ἰησοῦς παιδίον, οὐκ ἐπαιρόμενος ἐπὶ δοξαρίῳ οὐδὲ φυσιούμενος ἐπὶ πλούτῳ οὐδ’ ἐπὶ περιβλῇ οὐδὲ ὀγκούμενος ἐπὶ εὐγενείᾳ. μάλιστα δὲ τοὺς <τοιούτους>, οὓς ὁ λόγος ἀπέδειξε στραφέντας ὡς ὃ προσελάβετο ὁ Ἰησοῦς παιδίον, ἀποδεκτέον καὶ τιμητέον ἐπὶ τῷ Ἰησοῦ ὀνόματι, ἐπεὶ μάλιστα ἐν | τούτοις ἐστὶν ὁ Χριστός. καὶ διὰ τοῦτο λέγει τὸ καὶ ὃς ἂν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.

[*](23 ff (μάλιστα—ἀποδεκτέον) C luc Nr. 39 ὁ τοιοῦτος γέγονεν ὡς τὰ παιδία (vgl. lat. Z. 26) 2 παρεκαλέσατο Μ 7 τὰ + μὴ λ 8 1. τεσςάρων? 13 παιδεία Η 15/16 <ἀνλάβῃ> Diehl Kl Koe, vgl. lat. 20 οὐδ’ ἐπὶ περιβολῇ < C luc Nr. 39 lat. 21 ἐυγενία Η 23 <τοιούτους> Kl, vgl. C luc Nr. 39 lat. | οὓς Kl ὡς MH 26 τιμητέον Kl, vgl. lat. μιμητέον ΜΗ 30 τοιοῦτον M 1 si<c> Kl 2 *** Diehl Kl Koe, vgl. gr. 6 f [cadit in puerum] Diehl, vgl. gr. 7 f <quia nimis> Kl 17 <humilis> Koe, vgl. gr. 19 offerens G 21 in <GL)
v.10.p.223

Τὸ δὲ ἑξῆς ἐργῶδες κατὰ ἀκολουθίαν τῶν προαποδεδομένων διηγήσασθαι. εἴποι γὰρ ἄν τις, πῶς ὁ στραφεὶς καὶ γενόμενος ὡς τὰ παιδία μικρός ἐστι τῶν πιστευότων εἰς τὸν Ἰησοῦν καὶ ἐπιδεκτικὸς τοῦ σκανδαλισθῆναι; πειραςώμεθα δὲ καὶ τοῦτο ἀκολούθως σαφηνίσαι. πᾶς ὁ τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆς περὶ αὐτοῦ ἱστορίαν καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγγέλιον πράξεων εἰς τὸ βιῶσαι κατ’ ἀρετήν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. <ὁ δὲ μὴ στραφεὶς πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία τοῦτον ἀμἠχανον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν

[*](19 Psal. 118, 165 23 πᾶς Hu, vgl. lat. αῶς MH 28/29 πρὸς τὸ γενέσθαι ὡς τὰ] εἰς τὰ βιῶσαι κατὰ Μ 30 τοῦτο Η 32–224, 1 <ὁ—οὐρανῶν> Kl. vgl. lat. 2 istis <GL> 6 haec y 8 dicit GL 10 quasi] sicut L 30/31 <hone—caelorum> Kl, vgl. gr.)

v.10.p.224
οὐρανῶν.> πολλοὶ οὖν οἰ τοιοῦτοι, ἀλλ’ οὐ πάντες οἱ στραφέντες πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, ἐφθάκασιν ὡς ἐπὶ τὸ ἐξομοιωθῆναι τοῖς παιδίοις· ἀλλ’ ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία ὁμιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. ἐν παντὶ οὖν τῷ πλήθει τῶν πιστευόντων εἰσὶ καὶ οἱ ὡσπερεὶ ἄρτι στραφέντες περὶ τὸ γενέσθαι ὡς τὰ παιδία, οἵτινες κατ’ αὐτὸ τὸ ἐστράφθαι ἵνα γένωνται ὡς τὰ παιδία μικροὶ χρηματίζουσι, καὶ τούτων οἱ στραφέντες μὲν ἵνα γένωνται ὡς τὰ παιδία, πολὺ δὲ ἀπολειπόμενοι τοῦ γενέσθαι ἀκριβῶς ὡς τὰ παιδία, <μικροί εἰσι καὶ> ἐπιδέχονται τὸ σκανδαλισθῆναι· ὧν ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς αὐτὰ ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. οἷς οὐ δέον ἀφορμὰς παρέχειν τοῦ σκανδαλισθῆναι· εἰ δὲ μή γε, ὁ σκανσαλίσας [*](19–22 Vgl. C v Nr. 19 Or.: ἐπεὶ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα αὐτῶν μὴ καταφρονῶμεν μηδὲ μαρ’ ἡμῶν ἀπόληταί τις τῶν μικρῶν – 19 Vgl. I.Kor. 3, 1? 22 ἄκρως Η 23 <μικροί εἰσι καὶ> Kl Koe, vgl. lat. 2/3 quemadmodum puer< y 7–9 tanto . . . quanto B Pasch)
v.10.p.225
δεήσεται ὡς συμφέροντος αὐτῷ ἐπὶ θεραπείᾳ <ὁμαρτίας> τοῦ κρεμασθῆναι μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης. οὕτω γὰρ τίσας τὴν αὐτάρκη δίκην ἐν τῇ θαλάσσῃ (ὅπου ὁ »δράκων« ὅ »ἔπλασεν ὁ θεὸς ἐμπαίζεις αὐτῷ«) καὶ οὕτω τὸ συμφέρον πρὸς τὸ τέλος ὁ κολασθεὶς παθών, ἐν τοῖς ἑξῆς <ἔξω> ἔσται τῶν κατὰ τὸ πέλαγος τῆς θαλάσσης πόνων, οὕς ὑπέμεινε καθελκόμενος ὑπὸ τοῦ ὀνικοῦ μύλου. εἰσὶ γὰρ καὶ μύλων διαφοραὶ ὡς εἶναι τὸν μέν τινα αὐτῶν (ἵν’ οὕτως ὀνομάσω) ἀνθρωπικόν, ἄλλον δὲ ὀνικόν· καὶ ἀνθρωπικὸς μέν ἐστιν ἐκεῖνος, περὶ οὗ γέγραπται· »δύο« ἔσονται »ἀλήθουσαι ἐν« ἑνὶ »μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται«, ὀνικὸς δὲ ὁ περιτεθηςόμενος τῷ σκανδαλίσαντι. εἴποι δ’ ἂν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἢ ἐσφαλμένως λέγων, ὀνικὸν εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές , ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει <πᾶς ἁμαρτωλός>, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγομένῃ πελάγει θαλασσίῳ, [*](7 Psal. 103, 26 — 18 Math. 24, 41 9 qui < Β 13 enim] autem μ (vgl. Pasch) 14 eorum G L 17 duo G 21 inponetur Diehl inponitur x 23 istis < G L Pasch | in Christum Pasch 24. 31 dimergatur G)
v.10.p.226
ὅπου ὁ »δράκων« ὅν »ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ«. ἄλλος δὲ τὸ σκανδαλίζειν ἕνα τῶν μικρῶν ἀνοίσει ἐπὶ τὰς ἀοράτους ἀνθρώποις δυνάμεις· πολλὰ γὰρ καὶ ἀπὸ τούτων σκάνδαλα εἰς τοὺς δεικνυμένους ὐπὸ τοῦ Ἰησοῦ μικροὺς γίνεται. ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πιστευόντων εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πράγματα τραχήλου, ἵνα διὰ τούτων 15 καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τίσαντες δίκην ἐν τῷ συμφέροντι αὐτοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.

Καὶ ἄλλη δὲ διήγησις παρὰ τὴν ἁπλούστερον λεγομένην λελέχθω, εἴτε ὡς δόγμα<τος> εἴτε ὡς γυμναςίου ἕνεκεν. καὶ ζητήσωμεν ποῖον προσκαλεςάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ σταθὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὅ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴτε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ-

[*](1 Psal. 103, 26 — 24—29 Vgl. Π 201, 7 An.: ὅπερ εἰ ἀναφέρεται εἰς τὸ ἅγιον πνεῦμα ζητήσεις. Vgl. Hieron. in Matth. 137 C: alii paruolum interpretantur spiritum sanctum, quem posuerit in cordibus discipulorum, utsuperbiam humilitate mutarent 8 σκανδαλίαωσι H | δεικνυομένων M 9 ἔνα <τῶν> ? Kl 13 ἐαυτὸν H 17 μύλου <τόπῳ> Diehl 20 δόγμα- <τος> Kl, vgl. lat. 25 ἑαυτὸν M 27 accepit] lat. las προσληφθὲν st. προσκληθὲν Koe 31 <subiectum> Diehl, vgl. gr.)

v.10.p.227
λόμενα πνεύματος,ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθεντα τῷ ἁγίῳ πνεύματι· ἅτινα παιδία ἔδωκεν ὁ θεὸς τῷ σωτῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον· »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοιἔδωκεν ὁ θεός«. καὶ οὐκ ἔστι γε εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιωθέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πεφορηκόσι παιδίοις· ὅπερ πνεὔμα ἅγιον προσκαλεσύμενος ὁ Ἰησοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος καταβεβηκὸς πρὸς ἀνθρώπους, ὡςπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳτῶν μαθητῶν. δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν, οὐχ ἁπλῶς ὡς τὸ παιδίον, ἀλλὰ κατὰ τὸ γεγραμμένον ὡς τὸ παιδίον τοῦτο. ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο <τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ> τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἄγιον. ὅτι δὲ ὁ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπεστάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ [*](10 Jes. 8, 18 2/3 τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, Kl nach Koe, vgl. lat. 24 αὐτόν M 27 αὐτὸν M 28/29 <τὸ— καὶ> Kl nach Diehl Koe, vgl. lat. 34 δεδήλωκεν Μ 11 mih i dedit B (L))
v.10.p.228
Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι· »καὶ νῦν κύριος ἀπέστειλέ μεκαὶ τὸ πνεῦμα αὐτοῦ«. ἰστέον μέντοι ὅτι ἀμφίβολός ἐστιν ἡ λέξις· ἢ γὰρ ὁ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, ἢ (ὡς ἐξειλήφαμιεν) ἀμφότερα ἀπέστειλεν ὁ πατήρ, τὸν σωτῆρα καὶ τὸ ἅγιον πνεῦμα. [*](2. 14. 27 Jes. 48, 16 — 19 ff vgl. Orig. c. Cels. I, 46 (I,96, 22ff) — 31 ff Vgl. Matth.4, 1 Par.; vgl. Phil. 2,7; vgl. Röm. 8, 14 1 σωτῆρος]πρς Μ 2 λέγοντι Koe, vgl. lat. λέγοντος MH 22 ἣ] ἄρ᾿ M 4 me misit L 5—18 [quoniam—suum] Glosse des Übersetzers der damit die parallele Ausführung des gr.für Leser des lat. Textes passend macht Kl 8/9 habet similes L 13 gradu] casu G c. r. 18 suum] sanctum Leser)
v.10.p.229
μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁ ταπεινώσας ἑαυτὸν παρὰ πάντας τοὺς ταπεινοῦντας ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παιδίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παιδίον ἐκεῖνο, ὁ δὲ πάντη παραπλήσιος γενόμενος τῷ ταπεινώσαντι ἑαυτὸν παιδιῳ, ἐκεῖνος ἂν εὑρεθείη ὁ χρηματίαων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. <δεῖ οὖν δέχεσθαι ἕν παιδίον τοιοῦτο> ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰησοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται, ὅς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ, οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ ἐκβάλλει ὁ μὴ βουλόμενος δέξασθαι ἕν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. εἰ δὲ καὶ τῶν τοῦ ἁγίου πνεύματος ἀξιουμένων ἐστὶ διαφορά, πλεῖον ἢ ἔλαττον λαμβανόντων τοῦ ἁγίου πνεύματος τῶν πιστευόντων, εἶεν ἄν τινες οἱ μικροὶ τῶν εἰς θεὸν πιστεύοντων σκανδαλίζεσθαι δυνάμενοι, οὕς ἐκδικῶν σκανδαλισθέντας ὁ λόγος φησὶ περὶ τῶν σκανδα- [*](7 μεῖζον H 12 αὐτοὺς M 13 πάντα M 18/19 <δεῖ—τοιοῦτο> Kl, vgl. lat. 20 ὄντος M, vgl. lat. ὄντως H 21/22 δέχετε ὅς H 22 ἕν τῶν παιδίων H 24 οὗτος M 33/34 δυνάμενοι *** Koe, vgl. lat.) [*](7 est ergo B 11 volunt x* nolunt μ 16 ipse] ille L 18. 24 suscipere <unum> Koe, vgl. gr. 24<ex>pellit Diehl)
v.10.p.230
λισάντων αὐτοὺς τὸ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. ταῦτα λελέχθω κατὰ τὰ ἐκκείμενα τοῦ Ματθαίου ῥητά.

Ἴδωμεν δὲ καὶ τὰ παραπλήσια ἀπὸ τὰ παραπλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι »διελέχθησαν ἐν τῇ ὁδῷ« οἱ δώδεκα, »τίς« αὐτῶν »μείζων« ἐστί· διὸ καὶ »καθίσας ἐφώνησεν« αὐτοὺς καὶ διδάσκει τίς ὁ μείζων, λέγων πρωτείων ὡς μείζονα τεύξεσθαι τὸν γενόμενον »πάντων« διὰ τῆς μετριότητος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀναδέξασθαι τόπον τὸν δὲ τοῦ διακονοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ᾿ οὔ, ἀλλὰ πρὸς πάντας ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ »εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος«. καὶ ἑξῆς τούτοις φησὶν ὅτι »λαβὼν παιδίον (δηλονότι ὁ Ἰησοῦς) ἔστησεν ἐν μέσῳ« τῶν μαθητῶν αὐτοῦ, »καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὅς ἐὰν ἕν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ ἐμῷ ὀνόματι,

[*](15 ff Marc. 9,34f — 26 Marc. 9, 35 — 30 ff Marc. 9,36f — Vgl. Cluc Nr. 40 Or. 9 ἀπὸ] ἐπὶ Koe 14. 29 φησὶ H 15 διελέγχθησαν M 27 ἔστω M 29 καὶ] τῆ M 34 τοιούτων Kl Koe, vgl. lat. τούτων M<H | ἐπὶ]ἐν M 32 dicit B)

v.10.p.231
ἐμὲ δέχεται«. ποῖον δὲ ἄλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἤ τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ ὧν εἶπε τὸ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. κατὰ μέντοι τὸν Λουκᾶν »διαλογισμὸς« εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ᾿ »εἰσῆλθε« περὶ τοῦ »τίς αὐτῶν εἴη μείζων«. καὶ »ἰδὼν ὁ Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρίας αὐτῶν« (ἅτε ἔχων ὀφθαλμοὺς διαλογισμοὺς καρδιῶν βλέποντας »ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν« οὐδὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ »ἔστησεν«, οὐ μόνον ἐν μέσῳ αὐτῶν, ὡς ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος εἰρήκασιν, ἀλλ᾿ ἤδη καὶ »παρ᾿ ἑαυτῷ καὶ εἶπε« τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δύξηται ἓν παδίον τοιοῦτο ἢ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματίμου, ἐμὲ δέχται«, ἀλλ᾿ ἤδη καὶ ἐπναβεβηκότως τὸ »ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. [*](6 Marc. 9, 97 — 9 Luc. 9, 46 — 12 Luc. 9, 47 — 17 Vgl. Luc. 9 , 47f — 18 Marc. 9, 36 — 23f. 33 Marc. 9, 37 — 25. 35ff Luc. 9, 48) [*](6f τῶν παιδίων τούτων Μ 7 παιδίον H | τῶν ἐμῶ ὀνόματι M 11 μεῖζον H 17 ἔλαβεν] ἔλαβε τὸ H) [*](21 — 25 non ita — meo] lat. kürzt 31 illum y* < L 33 unum < ρ)
v.10.p.232
χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἀκεῖνο τὸ παιδίον, αὗ λαβόμενος ὁ Ἰησοῦς »ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ«, δέξασθαι «ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. Καὰ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολυγῆσαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ἀνόματαί μου«. χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, ὅ τότε »ἔστησεν« ὁ Ἰησοῦς »παρ’ ἑαυ- τῷ λαβόμενος« αὐτοῦ, δέξασθαι ἕκα- στον ἡμῶν »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ <κατασταθὲν παρὰ τῷ Ἰησοῦ> δέξασθαι »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ, οἷ μὴ χωριζό- μενος ὁ Ἰησοῦς γίωεται παρὰ τῷ δε- χομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό- ματί μου, ἐμὲ δέχεται«. εἶτ’ ἐπεὶ ἀχώρστός ἐστι τοῦ υἱοῦ ὁ πατήρ, <ὁμοῦ καὶ ὁ πατῆρ> γίνε- ται παρὰ τῷ δεξεμένῳ τὸν υἱόν· [*](4ff Vgl. Luc. 9, 47f — 11. 25 Luc. 9, 48 — 14ff Vgl. Luc. 9, 47f — 28—233, 9 Vgl. Clue Nr. 40 Or., mit der Schlubemerkung: ἔοικεν οὗτος εἰς τὸ πνεῦμα τὸ ἅγιον τροπολογεῖν τὸ ταπεινὸν καὶ ἀπόνηρον παιδίον 19—20 <κατασταθὲν — Ἰησοῦ> Κoe, vgl. lat. 25—27 ὡς—δέχεται] lat. kürzt 29 <ὁμοῦ—πατὴρ> Diehl Koe, vgl. lat. 29 receperit L recipit y)
v.10.p.233
διὸ λέλεκται· »καὶ ὅς ἐὰν ἐμὲ δέξη- ται, δέχεται τὸν ἀποστείλαντά με«. ὁ δὲ δεξάμενος τὰ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαβτα αὐτόν, »μικρότερός« ἐστιν »ἐν πᾶσι« τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων· ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται »μέγας« <ὑπ’> αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὐτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγε- θος· πρόσχες γὰρ τῷ »ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας«. ἀνέγνωμεν δὲ καὶ ἐν ἄλ- λοις »καὶ ἔσται μέγας«. κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις »δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτύν«· καὶ ἔστιν ἀμφίβλος ἡ λέξις, ἤ γὰρ ἵνα ὁ δεχόμενος τὴν τοῦ θεοῦ βασι- λείαν γένηται ὡς παιδίον, ἤ ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξη- ται γενομένην αὐτῷ ὡς παιδίον. καὶ τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αὐῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέ- γεθος τῆς τελειότητος ἐν τῇ (ἵν’ οὕ- τως ὀνομάσω) πνεματικῇ Ἠλικίᾳ [*](1 Luc. 9. 48 — 5.8 Vgl. Luc. 9, 48 — 12 Lue. 9,48 — 15 Vgl. Luc. 1, 15. 32 — 16 Luc. 18, 17 — 19ff Vgl. Luc. 18, 17 5 πᾶσι τοῖς] τοῦ|τοῖς Μ 8 <ὑπ’> Koe <ἀπ’> Diehl, vgl. lat. 9 ἐπι- τέλλοντος Κl nach Koe, vgl. lat. ἐπι- πλεῖον ΜΗ | αὐτὸν ΜΗ ἑαυτὸν ποι- οῦντος Cluc Nr. 40 13 πᾶσι Μ 27 κατὰ Koe καὶ ΜΗ 8 tanto μ < x)
v.10.p.234
ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον.

Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων (18, 7[—14]). Καθ’ αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται ἡ τοῦ κόσμος φωνὴ <ἐν τῷ> »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐ- τὸν οὐκ ἔγνω«. κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπι- πλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμα- σται ἐν τῷ »μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλαβηθεὶς προσκυνήςῃς αὐ- τοῖς καὶ λατρεύςῃς αὐτοῖς«. τὸ δ’ ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέ- χθαι περὶ αὐτῆς, ὅτε γέγραπται πε- ριελομένη »πάντα τὸν κόσμον αὐτῆς«. οὐ γὰρ ταὐτόν ε’στιν ἁπλῶς ὁ κόσμος καὶ ὁ κόσμος τοῦ οὐρανοῦ ἤ ὁ κό-

[*](18 Joh.1, 10—22 Deut. 4, 19 — 26ff Vgl. Hieron. hom. in Matth. 18, 7ff (Anecdota Maredsolana III, 2, 373, 13ff): mundum istum terrenum locum dicit, τὸν περισςὸν (l. περίγειον) τόπον λέγει: neque vero de caelo et terra intellegere debemus mundum etc. — 29 Esther 4, 17 (14, 2) und Judith 10, 4! 1 ἐπιδεικνυμένης Ηu ἐπιδεικνυ- μένοις Μ Η 16 καθ’ αὐτὴν Μ 17 τοῦ < Η | <ἐν τῷ> Ηu 30 ὁ < Μ 9 res est B)

v.10.p.235
σμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο. νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα ὁ κόσμος, ἀλλ’ ὁ περίγειος μόνος τόπος, καὶ οὗτος οὐ καθ’ὅλην νοούμενος τὴν γῆν, ἀλλ’ ὁ κατὰ τὴν ἡμετέραν οἰκουμένην· »ἐν τῷ κόσμῳ« γὰρ »ἦν τὸ ἀληθινὸν φῶς«, τῷ περιγείῳ τόπῳ τῷ κατὰ τὴν ἡμετέραν <οἰκουμένην> νοουμένῳ, »καὶ ὁ κόσος αὐτὸν οὐκ ἔγνω«, οἰ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού- τῳ δυνάμεις. ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ’ εἐπεῖν ἄν ὅτι ἥλοις καὶ σελήνη καὶ ὁ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγ- γελοι οὐκ ἔγνωσαν »τὸ ἀληθινὸν φῶς« καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόηῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί«, [*](13ff Vgl. Joh. 1, 9f — 18 Joh. 1, 10 — 30 Joh. 1, 9 — 35 Joh. 17, 5f 3 οὐ τὸ] ἐν τῶ Μ 15 <οἰκου- μένην> Kl Keo, vgl. lat. 32/33 a deo Diehl Koe, vgl. gr. ab eo x)
v.10.p.236
χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ' ἡμᾶς ἐπὶ γῆς οἰκουμένην· ἀλλὰ καὶ ὁ σωτὴρ λέγων· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ«, τὸν ἐπίγειον τὰ ἀντικείμενα αὐτὸν λέγειν φάσκοντα· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί«. ἀλλὰ καὶ ἐν τῷ2 »καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ« τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ ὁ ἀνθρώπους, περὶ ὧν ὁ σωτὴρ ῤρωτᾷ τὸν πατέρα μόνων, καὶ »οὐ περὶ τοῦ κόσμου« ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ τοῦ »καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, [*](6 Joh. 17, 9 — 11. 17 Joh. 17, 11 (vgl. var. lect.) — 20 Joh. 17, 13f — 29f Vgl. Joh. 17, 9 — 32 I. Joh. 5, 19 — 35 Joh. 17, 14 13 ἐν τῷ] ἔγνω Η 20 καὶ < Μ 24 τοῦτον < Η 26—30 ἀπὸ—ἀνθρώπων] hier mit Diehl nach lat., hinter Z. 5 in M H)
v.10.p.237
ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου«· ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν »τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα«) διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνεστηκὼς πᾶς, ἀλλ' οἱ ἐπὶ γῆς μεθ' ἡμῶν ἄνθρωποι. τὸ »οὐκ εἰσὶν ἐκ τοῦ κόσμου« ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου· οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ »ἐκ τοῦ κόσμου οὐκ εἰσὶν« ὡς οὐδ' αὐτὸς »ἐκ τοῦ κόσμου« ἦν. ἔτι δὲ καὶ τὸ »ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας« (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέστειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ »ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ«.