Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῖς σῶσαι, ἀπολέσει αὐτήν. Ἀμφίβολος ἡ πρώτη λέξις· ἔστι γὰρ ἀπ᾿ αὐτῆς καθ᾿ ἕνα μὲν τρόπον ταῦτα νοῆσαι· εἴ τις ὡς φιλόζωος καὶ οἰόμενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος ἀποθανεῖν ὡς διὰ〈τούτου〉 τοῦ θανάτου ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐτήν, ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς μακαριότητος. εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωοῆς | μέχρι θανάτου ἀγωνίζεσθαι ὑπέρ ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν *** παραδιδοὺς αὐτὴν ὑπέρ

[*](17-128, 4 Vgl. C luc Nr. 24 Or. 17—128,13 Vgl. Β (Matthaei) I, 144, 15—145,2 An.)[*](3 ὁ χݲ ςݲ? M 7 αὑτοῦ verklext. M 21 〈τούτου〉 Diehl,vgl.lat. 22 οὕτως H 31 *** Diehl Kl Koe, vgl. lat.)[*](1/2 exuit . . . traducit μ exuet . . . traducet x 6f animam suamsalvam facere B 10 homini G c. r. 12f dabit homo commvitationem L 15 intelligere possumus B 19 optimam] + vitae B 20 *** Diehl, vgl. gr.)
v.10.p.128

εὐσεβείας τῷ κοινότερον ὀνομαζομένῳ θανάτῳ, οὗτος, ὡς δι᾿ ἐμὲ ἀπολέσας τὴν ψυχήν, σώσει αὐτὴν μᾶλλον καὶ περιποιήσεται ***. καὶ καθ᾿ ἕτερον δέ τρόπον οὕτως ἂν ἐκδεχοίμεθα τὸ ῥητόν· εἴ τις νοήσας, ὅ τι ποτέ ἐστιν ἡ σωτηρία, βούλεται κομίσασθαι τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, οὗτος ἀποτεξάμενος τούτῳ τῷ βίῳ καὶ ἀρνησάμενος αὑτὸν καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῶν μοι ἀπολλύτω τῷ κόσμῳ την ψυχην εαυτου· εμου γὰρ ἕνεκεν κοὶ πάσης μου τῆς διδασκαλίας ἀπολλὺς αὐτήν, τέλος τῆς τοιαύτης ἀπωλείας *** κομίσεται τὴν σωτηρίαν.

[*](1 ὀνομάζω Μ 2 δι᾿ ἐμὲ] διὰ Χριστὸν 2 iste x* Pasch sed ρ 111. per- Cluc Nr. 24, vgl. lat. 4 *** Kl Koe, dito? Diehl, vgl. gr. 22 enim vgl. lat. ἑαυτὸν M 16 *** Diehl, < B Pasch 24 ostendens vgl. lat.)
v.10.p.129

Ἅμα δέ καὶ τήρει ὅτι έν μέν τῇ ἀρχῇ τὸ ὃς ἂν θέλῃ ειρηται, ἑξῆε δέ τὸ ὃς ἂν ἀπολέσῃ αυτην. θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπολέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς ἔχοντες καύχημα τὸ »ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι οὗ ὁ κόσμος« ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς »τῷ κόσμῳ«, ἵνα κομισώμεθα »τὸ τέλος τὴν σωτηρίαν τῶν ψυχῶν« ἡμῶν, ἀρχομένην ἀπὸ τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ᾿ εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερόμενον ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν καὶ τοὺς παρ’ αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοίμιον ἐσομένη τῆς μακαρίας σωτηρίας. δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρνεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδο-

[*](14 Vgl. Gal. 2, 19 — 15ff Vgl. Gal. 6, 14 - 18 Vgl. I. Petr. 1, 9 — 23—130, 6 Vgl. Ciuc Nr. 24 Or.)[*](6 ὄν < Μ 17 ὁ <Μ 31—130,6 δοκεῖ—σωζομένην] stimmt nicht recht mit lat. Ζ. 31 — 130, 10)[*](12 salvari Diehl, vgl. gr.)
v.10.p.130

μένα, ἀπολλύναι δεῖν ἕκαστον τὴν ἑαυτοῦ ψυχήν. ἀπολλύτω οὖν ἕκαστος τὴν ἑαυτοῦ ἁμαρτάνουσαν ψυχήν, ἵνα ἀπολέσας τὴν ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδέν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ. κερδαίνει δ’ (oἶμαι) τὸν | ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ. δύο δὲ Προκειμένων, ἤτοι διὰ τὸ κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυχήν, Πολλῷ μᾶλλόν ἐστιν αἱρετώτερον ζημιωθῆναι μέν ἡμᾶς τὸν κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν ἐκ τοῦ διὰ Χριστὸν αὐτὴν ἀπολέσαι.

[*](9–131, 20 Vgl. Β (Matthaei) I, 146, —20 An. - 21 Vgl. Gal. 6, 14)[*](4 ἴνα < H a | ἀπολέσας] + ψυ H a (Dittographie) 24 αὐτοῦ Μ)[*](4 perdit] perdet G 6 perdit] perdet G L 12 faciat] patiatur B lucretur L 14 abneget G a 24 animae suae B Pasch 26 mundum < G a 30 magis] + autem L)
v.10.p.131

Τὸ δέ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; δόξειμὲν ἐΠαπορητικῶς εἰρημένον δύνασθαι δηλοῦν καὶ τὸ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀποδεδομένον τὴν οὐσία, ἵνα ψωμίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος. καὶ ἀποφαντικῶς δ’ οἶμαι δηλοῦν ὅτι οὐκ ἔστι τι τῷ ἀνθρώπῳ, ὅπερ δοὺς ὡς ἀντάλλαγμα τῆς ψυχῆς ἑαυτοῦ κεκρατημένης ὑΠὸ τοῦ θανάτου, λυτρώσεται αὐτὴν ἐκ χειρὸς αὐτοῦ. ἄνθρωπος μὲν οὖν οὐκ ἂν δῴη τι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, θεὸς δέ τῆς πάντων ἡμῶν ψυχῆς ἀντάλλαγμα ἔδωκε τὸ τίμιον αἷμα τοῦ Ἰησοῦ καθὸ τιμῆς« ἠγοράσθημεν, οὐ φθαρτοῖς, ἀργυρίαῳ ἢ χρυσίῳ« ἀπολυτρωθέντες, »ἀλλὰ τιμίῳ αἵματι ὡς αμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ«, καὶ ἐν Ἡσαΐᾳ λέλεκται τῷ Ἰσραήλ· ἔδωκά σου ἀντάλλαγμα Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Σοήνην ὑπὲρ σοῦ, ἀφ᾿ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης«· ἄλλαγμα γὰρ φέρ’ εἰπεῖν) ὑπὲρ τῶν πρωτοτόκων τοῦ Ἰσραὴλ τὰ Πρωτότοκα γέγονεν Αἰγυπτίων, κοὶ ὑπέρ τοῦ Ἰσραὴλ οἱ ἀποθανόντες Αἰγύπτιοι ἐν ταῖς λοιποῖς μάστιξι τοῖς ἐπεληλυθυίαις ἐπ᾿ Αἴγυπτον καὶ ἐν τῷ μετὰ τὰς μάστιγας καταποντισμῷ.

[*](7 Vgl. I. Kor. 13, 3 - 20 Vgl. I. Kor. 7,23 - I. Petr. 1, 18f - 25 Jes. 43, 3 f - 25 ff Vgl. Hieron. in Matth 128 A: 128 A: pro Israhel datur commutatio Aegyptus et Aethiopia et Soene)[*](7/8 ψωμίσῃ <ἄνθρωπος> Kl, vgl. lat. 30–32 τὰ–Ἰσραὴλ<H)[*](10 x* aliquis ρ 17 <nostrum> Diehl, vgl. gr.)
v.10.p.132

ἀπὸ τούτων δὲ ὁ δυνάμενος ἐξεταζέτω εἰ τοῦ ἀληθινοῦ Ἰσραὴλ ἄλλαγμα δίδοται ὑπὸ τοῦ θεοῦ »ῥυομένου τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ« ἡ ἀληθινὴ Αἰθιοπία καὶ (ἵν' οὕτως ὀνομάσω) Αἴγυπτος, καὶ τῆς Αἰγύπτου ἡ Σοήνη. ἵνα δέ τολμηρότερον ζητήσω, τόχα Σοήνη μὲν ὑπέρ τῆς Ἱερουσαλήμ, Αἴγυπτος δὲ ὑπὲρ τῆς Ἰουδαίας, Αἰθιοπία δὲ ὑπέρ τῶν φοβουμένων, ἑτέρων ὄντων πορὰ τὸν Ἰσραὴλ καὶ τὸν οἶκον Λευῒ κοὶ τὸν οἶκον Ἀαρών.