Commentarium In Evangelium Matthaei (Lib. 12-17)
Origen
Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.
Ἐπεὶ δὲ ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι Χριστοῦ τοῦ υἱοῦ »τοῦ θεοῦ τοῦ ζῶντος«, ἥττονα δέ καὶ τοῦ ἀποκαλύψαντος αὐτῷ πατρὸς τὰ τηλικαῦτα περὶ αὐτοῦ οὐ γὰρ ἀποκεκάλυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι) διὰ τοῦτο προσλαβόμενος αὐτὸν κοὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας τοῦ Χριστοῦ, καὶ ὅτι ὁ υἱὸς τοῦ ζῶντος θεοῦ« οὐδέν ἐπιτιμήσεως λέγει ἢ πράττει ἄξιον, ἤρξατο ἐπιτιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλασμοῦ (οὐ γὰρ ἤδει πω ὅτι »προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι«) εἶπεν·
[*](8ff Vgl. Orig. hom. in I. Regn. 28 (III, 291, 19f): μεγάλα ᾔδει περὶ Χρισιοῦ, οὐκ ἠθέλησεν παραδέξασθαι τὸ ταπεινότερον περὶ αὐτοῦ. — 15. 24 Vgl. Matth. 16, 16 - 29 Rom. 3, 25)[*](30 ἑαυτοῦ Μ)[*](3 tibi esto B 4 qui] cui B L 4/5 sathanas B 12 dicens L 20 dei < G | eti] ac B 30 posuit Diehl | propitiatorem B (G) propitiationem L (Pasch))ἵλεώς σοι, κύριε. οὗ τὴν μέν πρόθεσιν ἀποδεξάμενος τῇ δέ ἀγνοίᾳ ἐπιτιμῶν, διὰ μέν τὴν πρόθεσιν οὖσαν δεξιὰν λέγει αὐτῷ· ὕΠαγε ὀπίσω μου, οἱονεὶ καταλιπόντι τὰ] δι᾿ ὧν ἠγνόει καὶ οὐκ ὀρθῶς ἔλεγεν <τὸ> ἀκολουθεῖν τῷ διὰ δὲ τὴν ἄγνοιαν, ὡς ἀντικείμενόν τι ἔχοντι τοῖς τοῦ θεοῦ, εἶπε· σατανᾶ, ὅπερ ἐστὶν Ἑβραϊκῶς ΑΝΤΙΚΕΙΜΕΝΟΣ. εἰ δέ μήτε ἀπὸ ἀγνοίας εἰρήκει μήτε ἐπιτετιμήκει τῷ υἱῷ »τοῦ ζῶντος θεοῦ«, λέγο)ν αὐτῷ τὸ ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο, οὔτ’ ἂν εἶπεν αὐτῷ τὸ ὕπαγε ὀπίσω μου, ὡς καταλιπόντι τὸ εἶναι αὐτοῦ ὀπίσω καὶ ἕπεσθαι αὐτῷ, οὔτ’ ἂν ὡς ἀντικείμενα εἰρηκότι τοῖς ὑπ᾿ αὐτοῦ λελεγμένοις ἔλεξεν ἂν τὸ σατανᾶ. νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ κοὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκολουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγχάνειν τοῦ υἱοῦ τοῦ θεοῦ ποιῆσαι αὐτόν, δι᾿ ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ὅτι δέ ὀπίσω πρότερον ἦν(πρὶν τοῦτο ἁμαρτεῖν)
[*](1–11 Vgl. Β (Matthaei) I, 139, 13–16 An. — 9f Vgl. Hieron. 126 D: satanas interpretatur adversarius sive contrarius — 10 Vgl. Wutz, Onom. sacra 747 — 13 Vgl. Matth. 16,16 –16 —118, 13 Vgl. Β (Cramer) I, 348, 1–8, (Matthaei) I, 139, 20—26)[*](6 [τὰ] Kl 7 <τὸ> + καὶ? Μ 12 ἐπετετιμήκει Μ 13 τοῦ θεοῦ τοῦ ζῶντος Μ 14 τὸ < 17 εἶναι] 1. ἰέναι Diehl Kl, vgl. lat. | ἀπίσω οὐτοῦ Koe)[*](3 xps y Pasch ihs L 10 interpretati sunt L 13 filio G 14 tibi esto B L 28 <antea> vgl. gr.)υἱοῦ τοῦ θεοῦ ὁ Πέτρος. δῆλον ἐκ τοῦ δεῦτε ὀπίσω μου, κοὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«.
Ἅμα δὲ συγκρινεῖς ὅτι πρὸς μὲν τὸν Πέτρον εἶπεν· ὕπαγε ὀπίσω μου, σατανᾶ, πρὸς δὲ τὸν διάβολον (εἰπόντα αὐτῷ· »πάντα ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι«) »ὕπαγε, σατανᾶ« χωρὶς τῆς ἀπίσω μου προσθήκης. τὸ γὰρ ὀπίσω τοῦ Ἰησοῦ εἶναι ἀγαθόν ἐστι· διὸ ἔρηται τὸ δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«. τοιοῦτον δέ ἐστι καὶ τὸ »ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος«. καὶ ἁπαξαπλῶς τήρει τὴν ὀπίσω λέξιν ὅτι ἀγαθὸν μέν ἐστι πρᾶγμα, ὅτε ὀπίσω κυρίου« τοῦ θεοῦ τις πορεύεται καὶ ὀπίσω τοῦ Χριστοῦ γίνεται· ἐναντίον δέ, ὅτε ῥίπτει τις τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω ἢ ὅτε παραβαίνει τὴν λέγουσαν ἐντολήν· ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου«. καὶ ὁ Ἠλίας δὲ ἐν τῇ τρίτη τῶν Βασι-
in principio vocationis eorum ita est dictum ad eos: »venite post me, et faciam vos piscatores hominum; et relictis omnibus secuti sunt eum«.
[*](3 Matth. 4, 19 — 5f Matth. 4, 20; 19, 27 — 7ff Vgl. Hieron. in Matth. 127 A: diabolo dicitiir: i-ade retro, Petrus audit: vade retro me, hoc est: sequere sententiam meam — 10 Matth. 4, 9f — 19 Matth. 4, 19 — 21 Matth. 10, 38 - 25 Vgl. Hos. 11, 10 ? - 27 Vgl. Esra ’ 19, 26? - 30 Sap. Sir. 18, 30)[*](3 ἡμᾶς Μ 10 εἰπόντα οὐτῶ < M 21 οὐχ αἵρει Μ)[*](11/12 tibi dabo L 15 iesum] ipH G 21 tollat G a 27 *** Kl Koe, vgl. gr. 31 concupiscentiam tuam y 32 ne] non L <B)λειῶν πρὸς τὸν λαόν φησιν· »ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δέ ἐστι κύριος ὁ Βάαλ, πορεύεσθε ὀπίσω αυτου«. καὶ λέγει τοῦτο τῷ Πέτρῳ ὁ Ἰησοῦς στραφείς, καὶ τοῦτο <γὰρ> ευεργετων ποιει. καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην. ἀρκεῖ δέ ἐπὶ τοῦ πορόντος παραθέσθαι
[*](1 III. Regn. 18, 21 - 9 Matth. 4, 10 — 26 Psal. 6, 5 - 28 Vgl. Luc. 22, 61 f)[*](1 φησὶ H 13 <γὰρ> Kl, vgl. lat.)[*](1 regnorum + libro B L 7 diximus y* dicens L 8 dictvim est y* divertebantur L | quia < 9 vade satana y* ipse sathanas L ipse est sathanas μ | post y* ante L 10 autem y* ait: sed L 29 ubi ad conversionem B)ἀπὸ τοῦ κατὰ Ἰωάννην »στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε;« ὅρα γὰρ ὅτι καὶ ἐν τούτοις τὸ »στραφεὶς« ἐπ᾿ εὐεργεσίᾳ γίνεται τῶν πρὸς οὓς ἐστράφη.
Μετὰ ταῦτα ζητητέον πῶς εἴρηκε τῷ Πέτρῳ τὸ σκάνδαλόν μου εἶ, μάλιστα ἐπεί φησιν ὁ Δαυίδ· »εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. φήσει γάρ τις· εἰ διὰ τὸ βέβαιον τῶν τὴν *** ἀγάπην ἐχόντων κοὶ ἀνεπιδέκτων ὄντων τοῦ σκανδαλίζεσθαι (ἡ ἀγάπη γὰρ »πάντα πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει«) εἴρηται τοῦτο ἐν τῷ προφήτῃ πῶς αὐτὸς ὁ κύριος, ὑποστηρίζων »πάντας τοὺς καταπίπτοντας« καὶ ἀνοφθῶν »πάντας τοὺς κατερραγμένους«, εἶπε τῷ Πέτρῳ· σκάνδαλόν μου εἶ; λεκτέον δὲ ὅτι ἀνεπίδεκτος μέν ἐστι τοῦ σκανδαλίζεσθαι οὐ μόνον ὁ σωτὴρ ἀλλὰ καὶ <πᾶς> ὁ ἐν ἀγάπῃ τετελειωμένος, τὸ
[*](4 Joh. 1, 38 –13 —121,9 Vgl. Β (Matthaei) I, 140, 3–10 — 16 Psal. 118, 165 ὄνομα hier wie XIII, 21 u. 29; lat.: legem = νόμον XII, 23 u. XIII, 17.29, dagegen: nomen [legem B] XIII, 21) - 21 I. Kor. 13, 7f — 21f (lat.) Vgl. I. Joh. 4, 18 - 25 Psal. 144, 14)[*](10 τὸ < H 13 i. m. ἀπορία H | μετὰ ταῦτα M 19 *** Diehl Kl Koe, vgl. lat. 27 κατηραγμένους Μ 29 i. m. λύσις H 32 <πᾶς> Diehl, vgl. lat.)[*](4 illos] eos L 5 eis < L 8 ei < 24 suffertDiehlKoe, vgl. gr. sustinet x 26 <omnia sustinet> Koe 29 dixit Diehl, vgl. gr.)ὅσον δέ ἐφ᾿ ἑαυτῷ ὁ τό τοιαῦτα λέγων ἢ πράττων, σκάνδαλόν ἐστι καὶ τοῦ μὴ σκανδαλισθησομένου· εἰ μὴ ἄρα πάντα τόν μαθητὴν Ἰησοῦς ἁμαρτάνοντα σκάνδαλον καὶ ἑαυτοῦ ἀποκαλεῖ, ὡς πολλῷ μᾶλλον παρὰ Παῦλον διὰ τὴν ἀγάπην λέξων ἄν· »τίς ἀσθενεῖ, κοὶ οὐκ ἀσθενῶ; τις σκανδαλίζεται, κοὶ οὐκ ἐγὼ πυροῦμαι;« παρ’ ὃ δυνατὸν ποιῆσαι· τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ σκανδαλίζομαι; εἰ δὲ Πέτρος τότε διὰ τὸ ἵλεώς σοι, κυριε, ου μη εσται σοι τοῦτο) σκάνδαλον εἴρηται ὑπὸ τοῦ Ἰησοῦ, ὡς οὐ τὰ τοῦ θεοῦ ἐν οἷς εἶπε φρονῶν, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τί λεκτέον Περὶ πάντων τῶν ἐπαγγελλομένων μαθητεύεσθαι τῷ Ἰησοῦ, μὴ φρονούντων δὲ τὰ τοῦ θεοῦ καὶ μὴ σκοπούντων τὰ μὴ βλεπόμενα καὶ αἰώνια, φρονούντων δὲ τὰ τῶν ἀνθρώπων καὶ σκοπούντων τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἢ ὅτι οἱ τοιοῦτοι ἔτι μᾶλλον ἂν ὑπὸ τοῦ Ἰησοῦ ἀποκαλοῖντο σκανδαλον οὐτοῦ καὶ διὰ τὸ σκάνδαλα αὐτοῦ εἶναι καὶ τῶν ἀδελφῶν; ἐφ’ οἷς ὡς λέγει τὸ »ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν« κοὶ τὰ ἑξῆς,
[*](7 II. Kor. 11, 29 — 23ff Vgl. II. Kor. 4, 18 — 31/32 Matth. 25, 42)[*](4 πάντα < H 15 ἵλεος H 22 δὲ < Ha 28 ιυ] θυ M)[*](7 <Iesus> Diehl, vgl. gr. 9 dicit] dicebat B < L 21 omnibvis Kl hominibus x 22 non < R G 25 et> Koe 29 Christi] a Diehl 33 non dedistis] dedisti GL)ουτως ειποι αν και το τρεχοντα ἐσκανδαλίσατέ με. μη νομισωμεν τοινυν το τυχον ειναι ἁμάρτημα τὸ φρονεῖν τὰ τῶν ἀνθρώπων, δέον ἐν πᾶσι φρονεῖν τὰ τοῦ θεοῦ. ἁρμόσει δέ λέγειν τοῦτο καὶ παντὶ τῷ ἀποπεπτωκότι μὲν δουμάτων θεοῦ καὶ λόγων ἐκκλησιαστικῶν καὶ φρονήματος ἀληθοῦς, φρονοῦντι δ’ ὡς ἀληθῆ (φέρε εἰπεῖν) τὰ Βασιλίδου ἢ Οὐαλεντίνου ἢ Μαρκίωνος ἤ τινος τῶν διδασκόντων τὰ ἀνθρώπινα ὡς θεῖα.
Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς οὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν καὶ τὰ ἑξῆς (16. 24–27).
[*](1 Vgl. Piov. 4, 12? — 30 Vgl. S. 118, 13)[*](7 τὸ < H 16 καὶ] + ἐν M 20 βασιλείδου? Μ 22 ὡς] κοὶ Μ 26 ἀκολουθεῖν] vgl. Hautsch TU. 34, 2a, 54)[*](7 ergo < B 24 tvmc iesus dixit] II secundum matheum. In iilo tempore dixit ihs L 25/26 post me venire B L 28 toUens y 29 me + omelia Origenis de eadem tc L)Διὰ τούτων δείκνυται, ὅτι τὸ θέλειν ὀπίσω τοῦ Ἰησοῦ ἐλθεῖν καὶ ἀκολουθεῖν εἶν αὐῷ οὐκ ἀπὸ τοῦ τυχόντος ἀνδραγαθήματος γίνεται, καὶ οὐδεὶς μὴ ἀρνησάμενος ἑαυτὸν ἥκοι ἂν ὀπίσω τοῦ Ἰησοῦ. ἀρνεῖται δὲ ἑαυτὸν ὁ τὸν ἑαυτοῦ πρότερον κατὰ κακίαν βίον γεγενημένον τῇ ἀξιολόγῳ μεταβολῇ ἀπαλείφων, οἶον ὡς ἐπὶ παραδείγματος) ὁ πάλαι ἀκόλαστος ἀρνεῖται αὑτὸν ἀκόλαστον σωφρονήσας καὶ καθεξῆς.
[*](15 — 124, 8 Vgl. C luc Nr. 24 Or. . . . οἶον ὁ πάλαι ἀκόλαστος ἀρνεῖται ἑαυτὸν ἀκόλαστον σωφρονήσας καὶ ὁ πάλαι ἄδικος ἀρνεῖται ἑαυτὸν ἄδικον δικαιοπραγἤσας, καὶ ἐπὶ τῶν ὁμοίων, vgl. TU. 47, 2, 82)[*](18 τῇ] Ἰησοῦ Cliic Nr. 24 18/19 lat. las ἀπολείπων? Diehl Kl 21 σωφρονίσας Μ 22 καὶ καθεξῆς] τα κὰτα καθεξῆς Μ)[*](4 tollens R 5 et < R G 15 seipsum] semetipsum B Pasch 17 conversatione B Pasch <L)ἀλλ᾿ εἰκὸς ἀντιπίπτειν τινά, εἰ ὥσπερ ἑαυτὸν ἠρνήσατο, οὕτως καὶ αὑτὸν ὁμολογεῖ, ἀρνησάμενος μέν ἑαυτὸν τὸν ἄδικον, ὁμολογῶν δέ ἑαυτὸν τὸν δίκαιον. ἀλλ᾿ εἴπερ Χριστός ἐστιν ἡ δικαιοσύνη, ὁ τὴν δικαιοσύνην ἀνειληφὼς οὐχ ἑαυτὸν ἀλλὰ Χριστὸν ὁμολογεῖ. οὕτως κοὶ ὁ τὴν σοφίαν εὑρὼν δι᾿ αὐτοῦ τοῦ ἔχειν σοφίαν Χριστὸν ὁμολογεῖ. καὶ ὁ τοιοῦτός γε, »καρδίᾳ« πιστεύων »εἰς δικαιοσύνην«, καὶ »στόματι« ὁμολογῶν »εἰς σωτηρίαν« καὶ τοῖς ἔργοις Χριστῷ μαρ- τυρῶν***, ὡς ὁμολογήσας διὰ πόντων τούτων τὸν Χριστὸν »ἔμπροσθεν τῶν ἀνθρώπων«, ὁμολογηθήσεται ὑπ᾿ αὐτοῦ »ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρός«. οὕτω δέ καὶ ὁ μὴ ἀρνησάμενος ἑαυτὸν <ὁμολογεῖ μὲν ἀρνεῖται δέ τὸν Χριστὸν καὶ ὡς> ἀρνησάμενος τὸν Χριστὸν πείσεται τὸ »κἀγὼ αὐτὸν ἀρνήσομαι«. διὰ τοῦτο πᾶς διαλογισμὸς ἡμῶν καὶ νόημα καὶ πᾶς λόγος κοὶ Πᾶσα πρᾶξις πνεέσθω τῆς ἡμῶν Περὶ ἑαυτῶν μέν ἀρνήσεως, περὶ δὲ Χριστοῦ καὶ ἐν Χριστῷ μαρτυρίας <καὶ ὁμολογίας>. πείθομαι γὰρ πᾶσαν τὴν τοῦ τελείου πρᾶξιν μαρτύριον εἶναι Χριστοῦ Ἰησοῦ, καὶ τὴν πάσης ὁμαρτίας ἀποχὴν ἄρνησιν εἶναι ἑαυτοῦ φέρουσαν ὀπίσω τοῦ
[*](5ff Vgl. I. Kor. 1, 30 - 11 Vgl. Rom. 10, 10 - 15 11 Vgl. Matth. 10, 32 - 22 Matth. 10, 33 –29 —125, 10 Vgl. C luc Nr. 24 Or.)[*](13 χριστῷ Kl χυ MH 14 *** Koe, vgl. lat. 17 τοῖς < 19/20 <ὁμολογεῖ — καὶ <ὡς lat. 24 πνεέσθω Kl, vgl. lat. γινέσθω MH 27 <καὶ <καὶ ὁμολογίας> lat.)[*](3 confitetur G 15 <merebitur> Kl 27 spiret ρ spirat x 31 est x#x772;p#x772;i#x772; G ~ L | omnis G L)Ἰησοῦ. ὁ δὲ τοιοῦτος Χριστῷ συνεσταύρωται, κοὶ ἄρας τὸν σταυρὸν ἑαυτοῦ ἀκολουθεῖ τῷ δι᾿ ἡμᾶς βαστάζοντι τὸν ἑαυτοῦ σταυρὸν κατὰ τὸ εἰρημένον οὕτω παρὰ τῷ Ἰωάννῃ »παραλαβόντες οὖν αὐτὸν ἐπέθηκαν αυτω« καὶ τὰ ἑξῆς εως του »οπου αυτον εσταυρωσαν«. ἀλλ᾿ ὁ μέν ἶν’ οὕτο)ς ὀνομάσω) κατὰ τὸν Ἰωάννην Ἰησοῦς »ἑαυτῷ« βαστάζει »τὸν σταυρὸν« καὶ »βαστάζων αὐτὸν ἐξῆλθεν«, ὁ δέ κατὰ τὸν Ματθαῖον κοὶ Μᾶρκον καὶ Λουκᾶν οὐχ ἑαυτῷ αὐτὸν αἴρει· Σίμων γὰρ ὁ Κυρηναῖος αὐτὸν βαστάζει. καὶ τάχα οὗτος μὲν εἰς ἡμᾶς ἀνοφέρεται, τοὺς διὰ τὸν Ἰησοῦν τὸν Ἰησοῦ σταυρὸν αἴροντος. αὐτὸς δὲ ὁ Ἰησοῦς εἰς ἑαυτόν· οἶον γὰρ δύο ἐπίνοιαι τοῦ σταυροῦ εἰσιν, ἑνὸς μὲν ὃν ὁ Σίμων ὁ Κυρηναῖος βαστάζει, ἑτέρου δέ ὃν αὐτὸς »ἑαυτῷ« ὁ Ἰησοῦς.
Ἔτι δέ εἰς τὸ ἀρνησάσθω ἑαυτὸν δοκεῖ μοι χρήσιμον εἶναι τὸ ὑπὸ τοῦ Παύλου ἀρνουμένου ἑαυτὸν εἰρημένον, οὕτο)ς ἔχον· »ζῶ δὲ οὐκ-
[*](1ff Vgl. Hieron. in Matth. 128 A: (qui) . . . tollitque crucem suam, et mundo crucifigitur. cui autem- mundus crucifixus est, sequitur dominum crucifixum — 1 Vgl. Gal. 2, 19 — 6 Joh. 19, 17–18 — 16f. 27 Vgl. Joh. 19, 17 — 21 Vgl. Matth. 27, 32 Parr. - 32 Gal. 2, 20)[*](3 ἑαυτοῦ] καὶ Μ 5 παρὰ τῶ ἐν M c, κατὰ τῶ ἐν M a 24 εἰς αὐτόν Μ 31 ἑαυτοῦ Μ 32 δὲ < Μ)[*](3 autem] enim G L 4 confixns] vgl. auch S. 126, 17. 29 <cruci> fixus Diehl, vgl. Itala)έτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός«· τὸ γὰρ »ζῶ οὐκέτι ἐγὼ« φο)νὴ ἦν ἑαυτὸν ἀρνουμένου, ὡς ἀποθεμένου μὲν τὴν ἑαυτοῦ ζωήν, ἀνειληφότος δὲ εἰς ἑαυτὸν τὸν Χριστόν, ἵνα αὐτὸς ἐν αὐτῷ ζήσῃ ὡς »δικαιοσύνη« καὶ ὡς »σοφία« καὶ ὡς »ἀγισαμὸς« καὶ ὡς »εἰρήνη ἡμῶν« καὶ ὡς δύναμις θεοῦ«, πάντα ἐν αὐτῷ ἐνεργῶν. ἔτι δὲ καὶ τούτῳ πρόσχες ὅτι, πολλῶν ὄντων τῶν τρόπων τοῦ ἀποθνῄσκειν, ἐπὶ ξύλου« κρεμασθεὶς ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα πάντες οἱ ἀποθνῄσκοντες »τῇ ἁμαρτίᾳ« μὴ ἄλλῳ τρόπῳ ἀποθάνωσιν αὐτῇ ἢ τῷ κατὰ τὸν σταυρόν· διὸ ἐροῦσι τὸ »Χριστῷ συνεσταύρωμαι« καὶ τὸ ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου <ἡμῶν Ἰησοῦ δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμω«. τάχα γὰρ καὶ ἔκαστος τῶν συσταυρουμένων ρουμένων Χριστῷ ἀπεκδύεται »τὰς
[*](6 Vgl. I. Kor. 1, 30 - 7 Vgl. Eph. 2, 14 - 8 Vgl. I. Kor. 1, 24 — 9–127, 4 Vgl. Β (Matthaei) I, 142, 15–23 An. - 11 Vgl. Gal. 3 — 14 Vgl. Rom. 6, 2 - 16 f Gal. 2, 19 - 17 Gal. 6, 14 - 30 Vgl. Gal. 2, 19 - 31 f Kol. 2, 15)[*](9 ἐν ἑαυτῷ M 19/20 <ἡμῶν Ἰησοῦ Χριστοῦ> KI, vgl. lat. 30 γὰρ] δὲ Koe, vgl. lat.)[*](1. 3 iam non L 2 autem] vero L 7 eo μ eum x 17. 29 crucifixus L 18 mihi autem absit L mihi absit G ~ B Pasch 25 xpi < dni B)ἀρχὰς καὶ τὰς ἐξουσίας« καὶ δειγματίζει αὐιὰς καὶ θριαμβεύει ἐν τῷ ξύλῳ, μᾶλλον δὲ Χριστὸς ἐν αὐτοῖς ταῦτα ποιεῖ.
Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῖς σῶσαι, ἀπολέσει αὐτήν. Ἀμφίβολος ἡ πρώτη λέξις· ἔστι γὰρ ἀπ᾿ αὐτῆς καθ᾿ ἕνα μὲν τρόπον ταῦτα νοῆσαι· εἴ τις ὡς φιλόζωος καὶ οἰόμενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος ἀποθανεῖν ὡς διὰ〈τούτου〉 τοῦ θανάτου ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐτήν, ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς μακαριότητος. εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωοῆς | μέχρι θανάτου ἀγωνίζεσθαι ὑπέρ ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν *** παραδιδοὺς αὐτὴν ὑπέρ
[*](17-128, 4 Vgl. C luc Nr. 24 Or. 17—128,13 Vgl. Β (Matthaei) I, 144, 15—145,2 An.)[*](3 ὁ χݲ ςݲ? M 7 αὑτοῦ verklext. M 21 〈τούτου〉 Diehl,vgl.lat. 22 οὕτως H 31 *** Diehl Kl Koe, vgl. lat.)[*](1/2 exuit . . . traducit μ exuet . . . traducet x 6f animam suamsalvam facere B 10 homini G c. r. 12f dabit homo commvitationem L 15 intelligere possumus B 19 optimam] + vitae B 20 *** Diehl, vgl. gr.)εὐσεβείας τῷ κοινότερον ὀνομαζομένῳ θανάτῳ, οὗτος, ὡς δι᾿ ἐμὲ ἀπολέσας τὴν ψυχήν, σώσει αὐτὴν μᾶλλον καὶ περιποιήσεται ***. καὶ καθ᾿ ἕτερον δέ τρόπον οὕτως ἂν ἐκδεχοίμεθα τὸ ῥητόν· εἴ τις νοήσας, ὅ τι ποτέ ἐστιν ἡ σωτηρία, βούλεται κομίσασθαι τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, οὗτος ἀποτεξάμενος τούτῳ τῷ βίῳ καὶ ἀρνησάμενος αὑτὸν καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῶν μοι ἀπολλύτω τῷ κόσμῳ την ψυχην εαυτου· εμου γὰρ ἕνεκεν κοὶ πάσης μου τῆς διδασκαλίας ἀπολλὺς αὐτήν, τέλος τῆς τοιαύτης ἀπωλείας *** κομίσεται τὴν σωτηρίαν.
[*](1 ὀνομάζω Μ 2 δι᾿ ἐμὲ] διὰ Χριστὸν 2 iste x* Pasch sed ρ 111. per- Cluc Nr. 24, vgl. lat. 4 *** Kl Koe, dito? Diehl, vgl. gr. 22 enim vgl. lat. ἑαυτὸν M 16 *** Diehl, < B Pasch 24 ostendens vgl. lat.)Ἅμα δέ καὶ τήρει ὅτι έν μέν τῇ ἀρχῇ τὸ ὃς ἂν θέλῃ ειρηται, ἑξῆε δέ τὸ ὃς ἂν ἀπολέσῃ αυτην. θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπολέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς ἔχοντες καύχημα τὸ »ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι οὗ ὁ κόσμος« ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς »τῷ κόσμῳ«, ἵνα κομισώμεθα »τὸ τέλος τὴν σωτηρίαν τῶν ψυχῶν« ἡμῶν, ἀρχομένην ἀπὸ τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ᾿ εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερόμενον ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν καὶ τοὺς παρ’ αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοίμιον ἐσομένη τῆς μακαρίας σωτηρίας. δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρνεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδο-
[*](14 Vgl. Gal. 2, 19 — 15ff Vgl. Gal. 6, 14 - 18 Vgl. I. Petr. 1, 9 — 23—130, 6 Vgl. Ciuc Nr. 24 Or.)[*](6 ὄν < Μ 17 ὁ <Μ 31—130,6 δοκεῖ—σωζομένην] stimmt nicht recht mit lat. Ζ. 31 — 130, 10)[*](12 salvari Diehl, vgl. gr.)μένα, ἀπολλύναι δεῖν ἕκαστον τὴν ἑαυτοῦ ψυχήν. ἀπολλύτω οὖν ἕκαστος τὴν ἑαυτοῦ ἁμαρτάνουσαν ψυχήν, ἵνα ἀπολέσας τὴν ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδέν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ. κερδαίνει δ’ (oἶμαι) τὸν | ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ. δύο δὲ Προκειμένων, ἤτοι διὰ τὸ κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυχήν, Πολλῷ μᾶλλόν ἐστιν αἱρετώτερον ζημιωθῆναι μέν ἡμᾶς τὸν κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν ἐκ τοῦ διὰ Χριστὸν αὐτὴν ἀπολέσαι.
[*](9–131, 20 Vgl. Β (Matthaei) I, 146, —20 An. - 21 Vgl. Gal. 6, 14)[*](4 ἴνα < H a | ἀπολέσας] + ψυ H a (Dittographie) 24 αὐτοῦ Μ)[*](4 perdit] perdet G 6 perdit] perdet G L 12 faciat] patiatur B lucretur L 14 abneget G a 24 animae suae B Pasch 26 mundum < G a 30 magis] + autem L)Τὸ δέ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; δόξειμὲν ἐΠαπορητικῶς εἰρημένον δύνασθαι δηλοῦν καὶ τὸ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀποδεδομένον τὴν οὐσία, ἵνα ψωμίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος. καὶ ἀποφαντικῶς δ’ οἶμαι δηλοῦν ὅτι οὐκ ἔστι τι τῷ ἀνθρώπῳ, ὅπερ δοὺς ὡς ἀντάλλαγμα τῆς ψυχῆς ἑαυτοῦ κεκρατημένης ὑΠὸ τοῦ θανάτου, λυτρώσεται αὐτὴν ἐκ χειρὸς αὐτοῦ. ἄνθρωπος μὲν οὖν οὐκ ἂν δῴη τι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, θεὸς δέ τῆς πάντων ἡμῶν ψυχῆς ἀντάλλαγμα ἔδωκε τὸ τίμιον αἷμα τοῦ Ἰησοῦ καθὸ τιμῆς« ἠγοράσθημεν, οὐ φθαρτοῖς, ἀργυρίαῳ ἢ χρυσίῳ« ἀπολυτρωθέντες, »ἀλλὰ τιμίῳ αἵματι ὡς αμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ«, καὶ ἐν Ἡσαΐᾳ λέλεκται τῷ Ἰσραήλ· ἔδωκά σου ἀντάλλαγμα Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Σοήνην ὑπὲρ σοῦ, ἀφ᾿ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης«· ἄλλαγμα γὰρ φέρ’ εἰπεῖν) ὑπὲρ τῶν πρωτοτόκων τοῦ Ἰσραὴλ τὰ Πρωτότοκα γέγονεν Αἰγυπτίων, κοὶ ὑπέρ τοῦ Ἰσραὴλ οἱ ἀποθανόντες Αἰγύπτιοι ἐν ταῖς λοιποῖς μάστιξι τοῖς ἐπεληλυθυίαις ἐπ᾿ Αἴγυπτον καὶ ἐν τῷ μετὰ τὰς μάστιγας καταποντισμῷ.
[*](7 Vgl. I. Kor. 13, 3 - 20 Vgl. I. Kor. 7,23 - I. Petr. 1, 18f - 25 Jes. 43, 3 f - 25 ff Vgl. Hieron. in Matth 128 A: 128 A: pro Israhel datur commutatio Aegyptus et Aethiopia et Soene)[*](7/8 ψωμίσῃ <ἄνθρωπος> Kl, vgl. lat. 30–32 τὰ–Ἰσραὴλ<H)[*](10 x* aliquis ρ 17 <nostrum> Diehl, vgl. gr.)ἀπὸ τούτων δὲ ὁ δυνάμενος ἐξεταζέτω εἰ τοῦ ἀληθινοῦ Ἰσραὴλ ἄλλαγμα δίδοται ὑπὸ τοῦ θεοῦ »ῥυομένου τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ« ἡ ἀληθινὴ Αἰθιοπία καὶ (ἵν' οὕτως ὀνομάσω) Αἴγυπτος, καὶ τῆς Αἰγύπτου ἡ Σοήνη. ἵνα δέ τολμηρότερον ζητήσω, τόχα Σοήνη μὲν ὑπέρ τῆς Ἱερουσαλήμ, Αἴγυπτος δὲ ὑπὲρ τῆς Ἰουδαίας, Αἰθιοπία δὲ ὑπέρ τῶν φοβουμένων, ἑτέρων ὄντων πορὰ τὸν Ἰσραὴλ καὶ τὸν οἶκον Λευῒ κοὶ τὸν οἶκον Ἀαρών.
Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. Νῦν μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλήλυθεν <ἀλλ'> οὐκ ἐν τῇ αὐτοῦ· »εἴδομεν« γὰρ αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδέ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον κοὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. καὶ ἔδει αὐτὸν τοιοῦτον ἐληλυθέναι, ἵνα »τὰς ἁμαρτίας ἡμῶν φέρῃ καὶ περὶ ἡμῶν« ὀδυνηθῇ· οὐδέ γὰρ ἔπρεπε τὸν ἐν δόξῃ φέρειν »τὰς ἁμαρτίας ἡμῶν καὶ« ὀδυνηθῆναι
[*](3 Psal. 129, 8 - 23 Jes. 53, 2f - 32 ff Vgl. Jes. 53, 4)[*](22 <ἀλλ'> οὐκ Hu, vgl. 31 1. <ἀλληθῶς> ἔδει Kl nach vgl. lat. 33 οὐ ycio H)[*](27 dolore x* dedecore ρ 28/29 adversa G a B 29 <et despecta> Koe 32/33 nobis + ipse B)»περὶ ἡμῶν«. ἀλλὰ καὶ ἔρχεται ἐν δόξῃ προευτρεπίσας τοὺς μαθητὰς διὰ τῆς μὴ ἐχούσης »εἶδος μηδέ κάλλος« ἐπιφανείας αὐτοῦ. καὶ γενόμενος ὡς αὐτοὶ Πρὸς τὸ γενέσθαι αὐτοὺς ὡς αὐτός, »συμμόρφους τῆς εἰκόνος« τῆς δόξης αὐτοῦ, ἐπεὶ πρότερον αὐτὸς γέγονε σύμμορφος »τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν«, ἡνίκα »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν« ἀποκαθίσταταί τε ἐΠὶ τὴν τοῦ θεοῦ μορφὴν καὶ ποιεῖ αὐτοὺς »συμμόρφους« αὐτῇ.
Ἐὰν δέ <τροπικῶς> κατανοῆσαι τὰς τοῦ λόγου διαφοράς, ἐν μωρίᾳ »κηρύγματος« καταγγελλομένου τοῖς πιστεύουσι καὶ ἐν σοφίᾳ λαλουμένου »τοῖς τελείοις«, ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει δούλου μορφήν«, ὥστ᾿ ἄν εἰπεῖν αὐτούς· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος«, τοῖς δέ τελείοις ἔρχεται »ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ«, λέξουσιν ἂν τὸ καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας«. καὶ γὰρ τοῖς τελείοις φαίνεται ἡ δόξα τοῦ λόγου καὶ τὸ μονογενές αὐτοῦ τῷ πατρὶ
[*](3 Jes. 53, 2 f — 5 Vgl. Gal. 4, 12 ? — 6. 13 Röm. 8, 29 - 9 Phil. 3, 21 — 10. 21 Phil. 2, 7 - 17 Vgl. I. Kor. 1, 21 - 19 Vgl. I. Kor. 2, 6 — 23 Jes. 53, 2 — 26 (vgl. 16ff) Joh. 1, 14)[*](2 προευτρεπίσας Kl, vgl. lat. προευτρεπίσαι MH 15 <τροπικῶς> Klnach Diehl Koe, vgl. lat. und S. 163, 5 26 λέγουσιν ν 31 τῷ πατρὶ θεῷ] 1. τὸ παρὰ θεοῦ ? Kl <ἐν> τῷ πατρὶ θεῷ)[*](10/11 accipiens G 12 formam y 12 ff hier f olgt in x cler Absatz quando ista — opera bona (S. 135, 18—136, 19). umgestellt von KI 19 <dicitur> nach Diehl Koe 29 enim] autem P.)θεῷ καὶ τὸ τῆς »χάριτος πλῆρες« ὁμοίως δὲ καὶ τῆς »ἀληθείας«· ὅπερ οὐ δύναται χωρῆσαι ὁ δεόμενος πρὸς τὸ πιστεύειν τῆς μωρίας »τοῦ κηρύγματος«. μέλλει δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ οὐ μόνος. ἀλλὰ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ εἰ δύνασαι νοῆσαι πάντας τοὺς συνεργοὺς τῆς δόξης τοῦ λόγου καὶ τῆς ἀποκαλύφεως τῆς σοφίας ἅπερ ἐστὶν ὁ Χριστὸς) | συνεπιδημοῦντας αὐτῷ, ὄφει τίνα τρόπον ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ πρόσχες, εἰ δύνασαι ἐν τούτοις τοὺς πρότερον παθόντας προφήτας ἀναλογίαν φάσκειν ἐσχηκέναι πρὸς τὸν μὴ ἐσχηκότα »εἶδος μηδὲ κάλλος« λόγον, τῷ μὴ ἔχειν τι »εἶδος μηδέ κάλλος« λόγων. ὥσπερ δέ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, οὕτως ἄγγελοι γινόμενοι οἱ ἐν τοῖς προφήτις λόγοι μετ’ αὐτοῦ παραγίνονται, τὴν ἀναλογίαν σώζοντες τῆς ἑαυτῶν δόξης.
[*](4 f Vgl. I. Kor. 1, 21 — 23 f Vgl. Jes. 53, 2)[*](9 νοῆσαι <H 24 ἔχειν τι Kl, vgl. lat. ἔχοντι Μ H 25 λόγων Kl, vgl. lat. λόγω Μ H 27 αὐτοῦ Μ)[*](2/3 <ad credendum> Diehl Koe, vgl. gr. 3/4 praedicatione G 7/8 operarios R G 8 <gloriae> nach Diehl Koe, vgl. gr.)ἐπὰν δὲ τοιοῦτος μετὰ τῶν ἀγγέλων αὐτοῦ ἐπιδημήσῃ <τῷ πιστεύοντος νῷ> ὁ λόγος, ἑκάστῳ τῆς δόξης ἑαυτοῦ καὶ τῆς λαμπρότητος τῶν ἀγγέλων ἑαυτοῦ κατὰ τὴν ἑκάστου πρᾶξιν. ταῦτα δὲ λέγομεν οὐκ ἀθετοῦντες καὶ τὴν ἁπλούστερον νοουμένην δευτέραν ἐπιδημίαν τοῦ υἱοῦ τοῦ θεοῦ. πότε δὲ ταῦτα ἀπαντήσεται ἢ ὅτε τὸ ἀποστολικὸν ἐκεῖνο πληροῦται λόγιον τὸ λέγον· τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἂ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«; εἰ δὲ ἑκάστῳ κατὰ τὴν πρᾶξιν ἀποδώσει, οὐ τὴν ἀστείαν μόνην <χωρὶς τῆς φαύλης> οὐδέ τὴν φαύλην χωρὶς τῆς ἀστείας, δῆλον ὅτι ἑκάστῳ ἀποδώσει κατὰ πᾶσαν φαύλην καὶ κατὰ πᾶσαν ἀστείαν πρᾶξιν. ὑπολαμβάνω δὲ ἐν τούτοις πειθόμενος καὶ τῷ ἀποστόλῳ, συβάλλων δὲ καὶ τὰ τοῦ Ἰεζεκιήλ,
[*](20 II. Kor. 5, 10)[*](6 <τῷ τοῦ πιστεύοντος νῷ> vgl. lat. 8 αὐτοῦ M 27 μόνην] ἐκείνην Μ | 〈χωρὶς τῆς φαύλης〉 Kl, vorl. lat.)[*](8 claritate B 11 melior quis y* magis melior L | fuerit <R 14 ipsius] eius B 19 impletur G L)ἐν οἱς τοῦ τελείως ἐπιστρέψαντος ἀπαλείφεται τὰ ἁμαρτήματα καὶ τοῦ πάντη ἐκπεσόντος οὐ λογίζεται τὰ πρότερον κατορθώματα) ὅτι τοῦ μὲν τελειωθέντος καὶ πόντη τὴν κακίαν ἀποθεμένου ἀπαλείφεται τὰ ἀμαρτήματα, τοῦ δὲ πόντη | ἀποστατήσαντος τῆς θεοσεβείας οὐ λογίζεται εἴ τι πρότερον χρηστὸν αὐτῷ πέπρακται, ἡμῖν δέ τοῖς μεταξὺ τοῦ τελείου καὶ τοῦ ἀποστάτου παραστασιν »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ« δίδοται ἃ ἐπράξαμεν, »εἴτε ἀγαθὸν εἴτε φαῦλον«· οὔτε γὰρ τοσοῦτον ἐκαθαρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλογισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα.
Ἀμὴν λέγω ὑμῖν, 〈ὅτι〉 εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου (16, 28).
Ταῦτα ἀναφέρουσί τινες ἐπὶ τὴν »μεθ᾿ ἡμέρας ἓκ» ἢ (ὡς ὁ
[*](1ff Vgl. Ez. 18, 21f. 24 — 12 Vgl. II. Kor. 5, 10 — 26—137, 9 Vgl. Nr. 25 Or. (vgl. Π 189, 17—19) — 26—137, 17 Vgl. Β (Matthaei) 15—26 An. — 26ff Vgl. Harnack TU. 42, 4, 22 — 27 Vgl. Matth. 17, 1)[*](20 μὴν H <ὅτι> Koe 22/23 γεύσονται Μ)[*](7 *** Diehl, vgl. gr. 18 qua y quae L 24 suo + III. secundum matthm L 24—25 et—sex y* str. Kl in illo tempore assumpsit lesus Petrum et lacobum et lohannem fratrem eius in montem excelsum seorsum et transfiguratus est ante eos. omeha Origenis de eadem levtione L)Λουκᾶς φησιν) ὀκτὼ ἀνάβασιν τῶν τριῶν ἀποστόλων εἰς τὸ »ἡψηλὸν« μετὰ τοῦ Ἰηαοῦ »κατ᾿ ἰδίαν ὄρος«. καί φασιν οἱ οὕτω διηγούμενοι ὅτι οὐκ ἐγεύσαντο θανάτου Πέτρος καὶ οἱ λοιποὶ δύο Πρὸ τοῦ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασοέίᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ. ἰδόντες γὰρ »ἔμπροσθεν αὐτῶν« μεταμορφωθέντα τὸν Ἰησοῦν, ὡς λάμψαι »τὸ πρόσωπον αὐτοῦ« κοὶ τὰ ἑξῆς, ἑωράκασι »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«. καὶ γὰρ ὡς περιεστήκασι βασιλέα δορυφόροι τινές, οὕτως »Μωσῆς καὶ Ἠλίας ὤφθησαν« τοῖς ἀναβεβηκόσιν εἰς τὸ ὄρος μετὰ τοῦ Ἰηοοῦ λαλοῦντες. ἄξιον δὲ ἐπιστῆσαι, εἰ ἐΠὶ τούτους ἀναφέρεται τὸ καθίσαι »ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ σωτῆρος »ἐν τῇ βασιλείᾳ« αὐτοῦ, ὡς τὸ »ἀλλ᾿ οἷς ἡτοίμασται« διὰ τούτους λελέχθαι. αὕτη δὲ ἡ διήγησις περὶ τοῦ μὴ γεύσασθαι θανάτου τοὺς τρεῖς ἀποστόλους, ἕως ἂν ἴδωσι τὸν Ἰησοῦν μεταμορφούμενον, ἁρμόζει τοῖς ὡς ὁ Πέτρος ὠνόμασε) γενομένοις »ὡς ἀρτιγέννητα βρέφη«, τὰ
[*](1 Vgl. Luc. 9, 28 — 2 Vgl. Matth. 17, 1 — 9f Vgl. Matth. 17, 2 — 14 Marc. 9, 1 — 17 Vgl. Matth. 17, 3 — 20ff Luc. 9,31 — 24—28 Vgl. C luc Nr. 26 Or. — 25ff Matth. 20, 21. 23 — 34f I. Petr. 2, 2)[*](9 δόξῃ] + τῆς μεταμορφώσεως C luc Nr. 24 34 τὰ < Μ)[*](14 venientem G 31 1. factis ? K l)ἐπιποθοῦντα »τὸ λογικὸν ἄδολον γάλα«. πρὸς οὓς ὁ Παῦλος λέγει· »γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα« καὶ τὰ ἑξῆς. καὶ πᾶσα δ’ οἶμαι) ἡ Πρὸς τὸ ῥητὸν οἰκοδομεῖν δυναμένη τοὺς μὴ χωροῦντας μείζονα διήγησις γάλα ἂν εὐλόγως ὀνομάζοιτο, τό ῥέον ἀπὸ τῆς ἁγίας τῶν γραφῶν γῆς, τῆς ῥεούσης »μέλι καὶ γάλα«. ἀλλ᾿ ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπογαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ Πάσῃ γραφῇ <στερεωτέραν τροφήν>, ἑτέραν οἶμαι) οὖσαν τοῦ βρώματος μέν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λαχάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἐσχυρῷ δέ, ἀλλ᾿ ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ »ὁ ἀσθενῶν λάχανα ἐσθίει«. ὁμοίως καὶ ὁ ὡς ὁ Σαμουὴλ ἀπογαλακτισθεὶς καὶ <προσαγόμενος ἀπὸ τῆς ἐνώπιον τοῦ θεοῦ καὶ> ἀνατιθέμενος ἀπὸ τῆς μητρὸς τῷ θεῷ αὕτη δὲ Ἄννα ἦν, ἥτις ἑρμηνεύεται ΧΑΡΙΣ)· καὶ εἴη ἂν τῆς χάριτος υἱὸς ὁ ζητῶν, ὡς ἐν ναῷ τρεφόμενος θεοῦ, κρέατα, ἁγίαν τροφὴν τελείων ἅμα καὶ ἱερέων.
[*](3 I. Kor. 3, 2 — 11 Vgl. Ex. 13, 5 — 11 ff Vgl. Gen. 21, 8 — 16ff Vgl. Hebr. 5, 14 — 22 Röm. 14, 2 — 24 Vgl. I. Regn. 1, 23ff — 27 Vgl. Wutz, Onom. sacra 740)[*](12 ἄξιος Kl, vgl. lat. ἀξίως M H 16/17 <στερεωτέραν τροφήν> ἑτέραν Kl mit Diehl Koe, vgl. lat. στερεὰν H ίαν Μ 23 ὁ < Μ 24 ὁ < H 25/26 <προσαγόμενος—καὶ> Kl nach Diehl Koe 31 κρέα H)[*](8 eos <G 10 fluet G 11 *** Kl Koe, vgl. gr. 20 ablactato lacte G 24 manducat Ga | et <qui ut>? Kl 29 fuerit] est R | ut <RG c)Τὰ οὖν εἰς τὸν προκείμενον τόπον βλεΠόμενα ἐπὶ τοῦ πορόντος ἡμῖν τοιαῦτά ἐστιν. ἦσάν τινες ἑστῶτες ὅπου ὁ Ἰησοῦς κοὶ ἐρηρεισμένας ἔχοντες τὰς τῆς ψυχῆς βάσεις παρὰ τῷ Ἰησοῦ, καὶ ἦν αὐτῶν ἡ τῶν ποδῶν στάσις συγγενὴς τῇ περὶ ἧς εἶπε Μωσῆς στάσει ἐν τῷ »κἀγὼ ἔστην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας«, ἀξιωθεὶς καὶ τοῦ »σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ«, λεγομένου πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἀξιοῦντος αὐτὸν στῆναι παρ’ αὐτῷ. οὗτοι δὴ οἱ ἑστῶτες παρὰ τῷ Ἰησοῦ, τουτέστι παρὰ τῷ λόγῳ τοῦ θεοῦ, οὐ πάντες ἐπίσης ἑστήκασιν. ἔστι γὰρ καὶ ἐν τοῖς ἑστηκόσι παρὰ τῷ Ἰησοῦ πρὸς ἀλλήλους διαφορά· διὸ οὐ πάντες οἱ ἐστῶες παρὰ τῷ σωτῆρι, ἀλλὰ τινὲς αὐτῶν ὡςβέτιον ἑστηκότες οὐ γευ<σόμενοι λέγ> θανάτου, ἕως ἂν ἴδωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα λόγον καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ· οὐ γὰρ ἀεί, ὅτε ἔρχεται ὁ λόγος, ἐν τῇ βασι-
[*](3—28 Vgl. Β (Matthaei) I, 148, 27–149, 10 (?) An. — 3—12 Vgl Clue Xr. 27 Or. — 3ff Vgl. Orig. tom. ΧΧ, 43 in Joh. (IV, 387, 7ff) - 9 Deut. 10, 10 - llff Vgl. Hier. in Marc. Aneed. Mareds. III, 2, 346ff - 12 Deut. 5, 31 — 19–140, 9 Vgl. C luc Xr. 27 Or.)[*](11 ἀξιωθεὶς Kl nach ’uc Nr. 27 (vgl. Hu) ἀξιωθέντι MH 13 αὐτῶ Μ 271 ἐν τῇ ἑαυτοῦ βασιλείᾳ Μ 23 γευ<σόμενοι λέγ> ονται Koe, vgl. lat. 29 λόγος Koe, vgl. lat. Ἰησοῦς MH)[*](2 *** Kl nach Diehl, vgl. gr. 5 lesum G Pasch xpm L (B vac.) 16 quidem R G (B vac.) ibidem L 17 apud y* < L 19 stant] L (B vac.) 24 gustare L (vgl. Pasch) 27/28 venire in regno suo refertur L)λείᾳ αὐτοῦ ἔρχεται· ἐπεὶ τοῖς εἰσαγομένοις τοιοῦτός ἐστιν, ὥστε εἰπεῖν ἂν οὐτοὺς βλέποντος αὐτόν, οὐκ ἔνδοξον οὐδὲ μέγαν, ἀλλ᾿ ὑποδεέστερον πολλῶν ἐν ἀνθρώποις λόγων· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων«. καὶ τοῦτα ἐροῦσιν οἱ ἰδόντες αὐτοῦ τὴν δόξαν Περὶ τῶν προτέρων ἑαυτῶν χρόνων, ὅτε κατὰ τὰς ἀρχὰς οὐκ εἶχεν«αὐτοῖς »εἶδος οὐδέ κάλλος« ὁ ἐν εἰσαγωγῇ νοούμενος λόγος. ἔστιν οὖν τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανερώτατα ἀνειληφότος λόγου, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανεφώσεως ὄρος. οὗ τινες τῶν ἐστώτων παρὰ τῷ Ἰησοῦ ἀξιοῦνται, ἐὰν ὦσιν ἤτοι Πέτρος, οὗ Πύλοι ᾅδου οὐ κατισχύουσιν«, ἢ τῆς βροντῆς υἱοὶ« καὶ γεννώμενοι ἀπὸ τῆς μεγαλοφωνίας τοῦ θεοῦ βροντῶντος κοὶ μεγάλα
[*](1 ff Vgl. Orig. c. Cels. VI, 77 (II, 147, Iff) - 6. 13 Jes. 53, 2f — 15–141, 3 Vgl. Ciuc Nr. 27 Or. - 30 Vgl. Matth. 16, 18 Par. - 31 Vgl. Marc. 3, 17)[*](6 λόγον H 14 συναγωγῇ H 20 τι | H 21 πᾶσιν] πᾶσι τοῖς Μ 31 ἢ + οἱ H | καὶ] οἱ Koe, vgl. lat.)[*](20 digniosior GL 26 *** Kl Koe, vgl. gr. 28. 33 tonitrus G a)οὐρανόθεν βοῶντος τοῖς ἔχουσιν »ὦτα« καὶ σοφοῖς. οἱ τοιοῦτοι γοῦν οὐ γεύονται θανάτου.
Εἰ δέ παρὰ τὰ εἰρημένα σαφέστερον ἐκθέσθαι δεῖ, τί δηλοῦται ἐν τῷ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τι σημαίνεται ἐν τῷ ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυμάμει«, τὰ εἴτε ἐλλαμπόμενα ἐν ταῖς καρδίαις ἡμῶν εἴτε ζητοῦσιν εὑρισκόμενα εἴτε ὑπεισιόντα τοὺς λογισμοὺς ἡμῶν ἕκαστος δέ ὡς βούλεται κρινέτω) ἐκθησόμεθα. ὁ δὲ ὁρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχήν, λύοντος κοὶ διελέγχοντος πάσας πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν υἱὸν τοῦ ἀνθρώπου (κατὰ Ἰωάννου λόγον τὸν λόγον τοῦ θεοῦ) ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν λόγον οὐ μόνον λύοντα *** ndaav τὴν
[*](2 Vgl. Matth. 11, 15 usw. - 4. 9 (lat.). 11 Vgl.Marc.9, 1 — 8 — 142, 26 Vgl Ciuc Nr. 27 Or. — 24f Joh. 1, 1; Apoc. 19, 13)[*](2 οἶν Μ 6–142, 26 hier nach lat., hinter S. 150,14 MH 10 καὶ Kl mit C luc Nr. 27 lat. ἢ MH 13 ἐλαμπόμενα ἐν ταῖς Μ λαμπόμενα ταῖς H a, s. 1. add. ἐλ Hc 18 δὲ ὁρῶν Kl, vgl. lat. θεωρῶν M H 20 ὑΠὸ Kl mit C luc Nr. 27 lat. ὑπὲο Μ H 26 βλέπει Ciuo Nr. 27, vgl. lat. 27 λύοντα <καὶ διελέγχοντα> Koe, vgl. lat.)[*](2 videant B 15 1. exponeraus ? Kl 17 solvit Qc B Pasch solvet G a L I convincet L 24 dei < 25 f videt verbum tlei] verbum dei fihum videt L 27 f <omnes> Diehl, vgl. gr.)τῶν ἐναντίων πιθανότητα, ἀλλὰ καὶ τὰ ἴδια τρανότατα παριστάντα, βλέποι ἂν αὐτοῦ Πρὸς τῇ βασιλείᾳ καὶ τὴν δόξαν. καὶ ὁ τοιοῦτός γε ἐν αὑτῷ βλέΠοι ἂν »τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει«· καὶ τοῦτο βλέποι ἂν *** ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, βασιλευούσης ἐν τῷ θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ᾿ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μέν ἐντὸς ἡμῶν« ἐστιν, ἐνεργείᾳ δὲ καὶ ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, ἐντὸς« τῶν τελείων μόνων. ταῦτα μέν οὖν ἑστῶσι τοῖς μαθηταῖς ὁ Ἰησοῦς οὐ περὶ πόντων οὐτῶν, ἀλλὰ περί τινων προφητεύων ἐπηγγείλατο.
[*](5 12 Marc. 9, 1 — 19f Luc. 17, 21; Marc. 9, 1 - 27 I. Kor. 3, 1—3)[*](5 αὑτῷ Kl αὐτῶ Μ H 13***Diehl 7 non1] et non B 17 sed <sem- Kl, vgl. lat. 25/26 περί τινων] πε H per> Diehl, vgl.)33. Τί δέ τὸ γεύεσθαι θανά του κατανοητεον. καὶ ἔστιν ἡ μὲν ζωὴ ὁ εἰπὼν »ἐγώ εἰμι ἡ ζωή«. καὶ οὕτη γε ἡ ζωὴ« κέκρυΠται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ« καὶ ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε σὺν αὐτῷ« φανερωθήσονται οἱ ἄξιοι τοῦ »σὺν αὐτῷ« φανερωθῆναι »ἐν τῇ δόξῃ«. ὁ δὲ ἐχθρὸς ταύτης τῆς ζωῆς, ὃς καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται« πόντων τῶν ἐχθρῶν αὐτοῦ, »θάνατός ἐστιν, ὃν ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθηῄσκει, ἐναντίως διατιθεμένη τῷ γινομένῳ περὶ τὴν κατορθοῦσαν ψυχὴν καὶ ἐκ τοῦ κατορθοῦν ζῶσαν.
καὶ ἐπὰν λέγηται ἐν τῷ νόμῳ· δέδωκα πρὸ προσώπου σου τὴν ζο)ὴν κοὶ τὸν θάνατον«, »ἔκλεξαι τὴν ζωήν«, περὶ τοῦ εἰπόντος ἐγώ εἰμι ἡ ζωὴ« ταῦτά φησιν ἡ γραφὴ καὶ περὶ τοῦ ἐχθροῦ αὐτοῦ θανάτου, ὧν τὸ ἕτερον ἕκαστος ἡμῶν δι᾿ ὧν πράττει ἀεὶ ἐκλέγεται. καὶ ἐπὰν »πρὸ προσώπου« ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πληροῦται ἐφ’ ἡμᾶς ἡ λέγουσα ἀρά· »καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι ἀπέναντι« καὶ τὰ ἐξῆς ἕως τοῦ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ἃ ὄψει«. ὥσπερ οὖν ἡ ζωὴ κοὶ ὁ ζῶν ἄρτος ἐστὶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν δοὺς τῷ κόσμῳ«, οὕτως ὁ ἐχθρὸς αὐτῷ θάνατος ἄρτος νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ ἤτοι ζῶντι τρέφεται ἄρτῳ ἢ νεκρῷ, δι’ ὧν παραδέχεται <ἔργων ἤ> δογματων ἀστείων ἢ φαύλων. εἶθ᾿ ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μέν αὐτῶν γεύσασθαι μόνον, ποτὲ δὲ ἐΠὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ μέν τις ἐνδεεστέρως ἐσθίει γευό-
[*](2 Deut. 30, 15. 19–5 Joh. 11, 25; 14, 6–14 Deut. 28. 66 — 16 Deut. 28, 67 - 19 Joh. 6, 33 — —145, 6, Vgl. Β (Matthaei) I, 149, 20 bis S. 150, 2 An. - 25 ff Vgl. Orig. tom. ΧΧ, 43 in Joh. (IV, 387, 3): γεύεται de θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ κοὶ ἐμφορεῖται κτλ.)[*](1 λέγεται H 8 ἕκαστος < add. i. m. M c 11 πρὸ < H 20 διδοὺς 24 <ἔργων ἤ> Kl, vgl. lat. | δογμάτων] ῥημάτων M 27 μόνων M 28 πλείων H 30 ἐνδεέστερον H)[*](1 et si <L 25 et <G)μενος αὐτῶν, ὁ δὲ καὶ ἐμφορεῖται, ἀγαθὸς μέν ὢν ἢ ὁδεύων ἐπὶ τὸ ἀγθὸς εἶναι τοῦ ζῶντος ἄρτου κοὶ ἐξ οὐρανοῦ καταβεβηκότος, μοχθηρὸς δέ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος. καὶ τάχα οἱ μὲν σπανίως κοὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δέ <τελειότερον πνευματικὴν> ἀρετὴν οὐδὲ γεύονται αὐτοῦ, ἀλλ᾿ ἀεὶ ἄρτῳ τρέφονται ζῶντι. ἀκόλουθον οὖν ἦν τῷ Πέτρῳ, οὗ πύλαι ᾅδου οὐ κατισχύσουσι«, τὸ μηδὲ γεύσασθαι θανάτου, ἐπεὶ τότε γευέταί τις θανάτου καὶ ἐσθίει θανάτου, ὅτε πύλοι ᾅδου« κατισχύουσιν οὐτοῦ, καὶ ἀνάλογον ἐσθίει ἢ γεύεται θανάτου τῷ κατισχύειν αὐτοῦ ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ πλείονος ἢ ἐλάττονας ἅδου πύλας. ἀλλὰ καὶ τοῖς τῆς βροντῆς« υἱοῖς γεννηθεῖσιν ἀπὸ <μεγαλοφωνίας> ἀπὸ> βροντῆς, οὐρανίου ἀδύνατον ἦν γεύσασθαι θανάτου, τοῦ σφόδρα πόρρω τῆς μητρὸς οὐτῶν βροντῆς. ταῦτα δέ προφητεύει ὁ λόγος τοῖς
[*](3 Vgl. Joh. 6, 33 - 10 f Vgl. Joh, 6, 51 - 12. 16 Vgl. Matth. 16, 18 - 22 f Vgl. Marc. 3, 17)[*](8 <τελειότερον πνευματικὴν> Koe, vgl. lat. und Orig. Fragm. in Joh. (IV, 512,23; 519,21): ἀρετὴ διανοητική 10 οὐδὲ < Μ | γεύονται] + μὲν 11 τρέφονται] τῷ τρέφοντι M 13 κατισχύουσι M | μὴ M 16 κατισχύσουσιν H Ciuc Nr. 27 ? 23 <μεγαλοφωνίας — ἀπὸ> Diehl Koe, vgl. lat. u. S. 140, 31 ff 29 δὲ] 1. δὴ Koe, vgl. lat.)[*](9 susceperit L 13 f praevalebunt Kl praevalebant x 23 tonitro G a tonitru Qc L tonitruo B 29 perfectis ρ (in notis) perfectius R G L perfectus B)τελειωθησομένοις καὶ ἐκ τοῦ ἑστηκέναι παρὰ τῷ λόγῳ ἐπὶ τοσοῦτον Προκόψασιν. ὥστε αὐτοὺς μηδὲ γεύσασθαι θανάτου, ἕως ἂν ἴδωσι τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ᾿ ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ Περιέλκοντος λόγου φαντασίᾳ ἀληθείας τοὺς μὴ δυναμένους διαρρῆξαι τοὺς τοῦ περισπασμοῦ μοῦ δεσμοὺς καὶ ἀνλθεῖν ἐπὶ τὸ ὕφος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου.
Ἀλλ᾿ ἐπεὶ δόξοι ἄν τις τὴν τοῦ σωτῆρος ἐπαγγελίαν περιορίζειν χρόνῳ τὸ μὴ γεύσασθαι θανάτου, ὅτι οὐ γεύσονται μέν θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, μετὰ δὲ τοῦτο γεύσονται αὐτοῦ. παραστήσωμεν κατά τινα συνήθειαν τῆς γραφῆς τὸ ἔως δηλοῦν τὸν κατεπείγοντα Περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε πάντως μετὰ τὸ ἕως γενέσθαι τό ἐναντίον τῷ δηλουμένῳ. φησὶ δὲ ὁ σωτὴρ τοῖς ἕνδεκα μαθηταῖς, ἡνίκα ἀνέστη ἀπὸ τῶν νεκρῶν πρὸς ἑτέροις καὶ τὸ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«. ἆρα γὰρ εἰπὼν τοῦτο. »ἕως« μὲν τῆς συντε-
[*](9ff Vgl. Luc. 8, 29 — 23–148, 10 ? Vgl. CiucNr. 27 Or. - 30. 33 Matth. 28,20)[*](1/2 ἐκστῆναι Μ 3/4 γεύεσθαι M 4 ἴδωσιν Μ 14 τισ<ιν> Koe, vgl. 16 τοῦ μὴ Μ 21/22 παραστήσομεν Μ 22/23 τινα . . . δηλοῦν] τίαν . . . δηλοῖ Koe, vgl. lat. 33 μὲν < H a s. 1. H c)[*](11 <altitudinem> Diehl, vgl. gr. 17 f non quidem] quidam non B 26 f antea non fuerit B 27 vgl. gr. Ζ. 23f 29/30 resurrexisset v* surrexisset L)λείας τοῦ αἰῶνος« ἔμελλεν αὐτοῖς συνέσεσθαι, μετὰ δὲ τὴν συντέλειαν τοῦ αἰῶνος, ἐνισταμένου τοῦ ἑτέρου τοῦ καλουμένου μέλλοντος) οὐκέτι συνέσεσθαι αὐτοῖς ἐπηγγέλλετο, ὡς κατὰ τοῦτο κρεῖττον εἶναι ἂμ τοῖς μαθηταῖς τὸ »ἕως τῆς συντελείας τοῦ αἰῶνος« περὶ αὐτοῖς κατάστημα τοῦ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος; ἀλλ᾿ οὐκ ἂν οἶμαί τινα τολμῆσαι λέγειν ὅτι μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος οὐκέτι συνέσται τοῖς μαθηταῖς ὁ υἱὸς τοῦ θεοῦ, ἐπεὶ ἡ λέξις ἐπὶ τοσοῦτον ἔσεσθαι αὐτὸν μετ’ αὐτῶν φησιν, ἕως ἡ συντέλεια τοῦ αἰῶνος ἐνστῇ· σαφὲς γὰρ ὅτι τὸ ζητούμενον ἦν, εἰ πρὸ τοῦ μέλλοντος αἰῶνος καὶ τῶν ἐλπιζομένων ἀμοιβαίων ἐπαγγελιῶν τοῦ θεοῦ ἤδη συνέσεσθαι τοῖς μαθηταῖς ἔμελλεν ὁ υἱὸς τοῦ θεοῦ. ζητούμενον δ’ ἂν ἦν, διδομένου τοῦ συνέσεσθαι τοῖς ***, μήποτε ὁτὲ μὲν συνῆν αὐτοῖς ὁτὲ δὲ οὐ συνῆν. διόπερ ἀπολύων ἡμᾶς τῆς περὶ τοῦ διστάζειν ὑπονοίας, ἀπεφήνατο ὅτι ἤδη καὶ ἐπὶ πόσος τὰς ἡμέρας« συνεῖναι τοῖς μαθηταῖς ἤμελλεν, οὐ κατλέψων τοὺς μαθητευθέντας αὐτῷ »ἕως τῆς συντελείας τοῦ αἰῶνος«· οὐ μὴν κατὰ τὰς νύκτας (εἴ τινι ἔδυνεν ὁ ἥλιος) αὐτοῖς.
[*](7. 27. 30 Matth. 28, 20)[*](5 ἐπηγγέλετω Μ 8 αὐτοὺς M 9 τοῦ1 < H | μετὰ Diehl Koe Περὶ 10 τολμητ Μ, das Weitere ist zerstort 16 σαφῶς Μ 20 συνέσθαι H 23 τοῖς] αὐτοῖς H | *** Koe, vgl. lat. 25 ἀπολύειν H)[*](13 *** Diehl Kl, vgl. gr. 17 <mutuas> illas ? Diehl, vgl. 23 H hat lat. auch hier Lucken ? 32 et Χ* (+ in B))εἰ δὲ τοιοῦτόν ἐστι τὸ »ἕως τῆς συντελείας τοῦ αἰῶνος«. δῆλον ὅτι οὐκ ἀναγκασθησόμεθα παραδέξασθαι γεύσασθαι θανάτου τοὺς ἰδόντας τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ τὸ καταξιωθῆναι τοῦ τοιοῦτον αὐτὸν ἰδεῖν. ἀλλ᾿ ὥσπερ ἐφ’ οὗ παρεθέμεθα ῥητοῦ τὸ κατεπεῖγον ἦν ἡμᾶς μαθεῖν, ὅτι »ἕως τῆς συντελείας τοῦ αἰῶνος« οὐ καταλείψει ἡμᾶς, ἀλλ᾿ ἔσται μεθ’ ἡμῶν »πάσας τὰς ἡμέρας«, ουτως και επι τουτου σαφὲς μέν οἶμαι τοῖς βλέπειν εἰδόσιν ἀκολουθίαν πραγμάτων εἶναι, τὸν ἅπαξ ἰδόντα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχ·όμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἰδόντα αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ κοὶ ἰδόντα »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«, οὐκ ἂν μετὰ τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν θανάτου γεύσασθαι. τό] χωρὶς δέ τοῦ λόγου τῆς ἐπαγγελίας τοῦ Ἰησοῦ οὐκ ἀλόγως ἂν ὑπενοήσαμεν γεύσασθαι θανάτου, ὅσον οὐδέΠω κατηξιώθημεν ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει« καὶ τὸν υἱὸν τοῦ ἀν-
[*](3. 13. 15 Matth. 28, 20 - 25. 32 Marc. 9, 1)[*](3 τὸ] τω Μ 21 ἰδόντα τὸν] ἐρ- χόμενον Μ 28 γεύσεσθαι ? Koe, vgl. lat. | [τὸ] Kl, vgl. lat.)[*](5 illum] eum L 24 viderit Pasch 26 et <vidit> Koe, vgl. 29 gustabant G L)θρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ.
Ἐπεὶ δέ ένταῦθα μὲν γέγροπται παρὰ. τοῖς τρισὶν εὐαγγελισταῖς τὸ οὐ μὴ γεύσωνται θανάτου, ἐν δἐ ἄλλοις διάφορα περὶ θανάτου, οὐκ ἄτοπον κἀκεῖνα παραρέμενον συνεξετάσαι τῷ γεύσασθαι. ἐν μέν οὖν Ψαλμοἶς λέλεκται· »τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;« καὶ πάλιν ἐν ἄλλῳ τόπῳ· »ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες«, ἐν δέ τινι τῶν προφητῶν· »κατέπιεν ὁ θάνατος ἰσχύοος«, ἐν δέ τῇ Ἀποκαλύψει »ὁ θάνοτος καὶ ὁ ᾅδης ἀκολουθεῖ« τισιν. ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μέν εἶναι τὸ γεύσασθαι θανάτου, ἕτερον δέ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεαθαι πορά τά προειρημένα ἐκ τοῦ »κατέπιεν ὁ θάνατος ἰσχύσος«, καὶ πέμπτον τι παρά ταῦτα ἐκ τοῦ »ὁ θόνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς«. καὶ σύ δ᾿ ἀναλεξάμενος τόχ᾿ ἂν εὕροις καὶ ἑτέρας παρὰ ταύτας (ὧν ὑπεμνήσθημεν) διαφοράς, ἅστινος παρατιθεὶς ἀλλήλαις καὶ ὀρθῶς ζητῶν εὕροις ἂν τὰ καθ᾿ ἕκαστον τόπον σημαινόμενα πράγματα. ζητῶ δέ ἐν τούτοις, μήποτε ἔλαττον μὲν κακόν ἐστι τὸ ἰδεῖν θάνατον,
[*](9—150, 14 Vgl. C luc Nr. 27 Or. 10 Psal. 88, 49 — 12 Psal. 54, 16 — 15 Jes. 25, 8 — 16 Apoc. 6, 8 — 24 Jes. 25, 8 — 26 Apoc. 6, 8 — 34—150,9 Vgl. Β (Matthaei) I, 150 2—6 An.)[*](8/9 γεύσοσθαι 〈θονότου〉 Koe, vgl. lat. 19 μὲν<M 28 τάχ ἂν Diehl τάχα x)τούτου δὲ μεῖζον τὸ γεύσασθαι οὐτοῦ, τούτου δέ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ᾿ αὐτὸν καὶ καταλαβεῖν ἐκεῖνον ᾧ πρότερον ἠκολούθει. τὸ δὲ καταποθῆναι ὑπ’ αὐτοῦ πόντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. ἐπιστήσας δέ τοῖς εἰρημένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων οὐκ ὀκνήσεις (οἶμαι) τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ θεοῦ πνεύματι.
| 36. Μετὰ δὲ ἡμέρας ἓξ κατὰ τὸν Ματθαῖον κοὶ τὸν Μᾶρκον) παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, κοὶ ἀνάγει αὐτοὺς εἰς ὅρος ὑψηλὸν κατ’ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν (17. 1.2 [—9]).
Τοῦτο δέ καὶ πρὸ<ς τοῖς> τῆς κατὰ ταῦτα φαινομένης ἡμῖν διηγήσεως γεγονέτω πάλαι καὶ ὡς πρὸς τὴν λέξιν. δοκεῖ δέ μοι τοὺς ἀναγομένους ὑπὸ τοῦ Ἰησοῦ εἰς τό ὑψηλὸν ὄρος καὶ ἀξιουμένους τοῦ κατ᾿ ἰδίαν αὐτοῦ τὴν μεταμόρφωσιν θεωρῆσαι, μὴ μάτην μεθ’ ἓξ ἡμέρας ἀνάγεσθαι τῶν προειρημένων λόγων.
ἐπεὶ γὰρ ἐν ἓξ ἡμέραις, τελείῳ ἀριθμῷ, ὁ σύμπας γεγένηται κόσμος, τὸ τέλειον τοῦτο δημιούργημα, διὰ τοῦτ᾿ οἶμαι τὸν ὑπερβαίνοντα πάντα τὰ τοῦ κόσμου πράγματα ἐν τῷ ἐσκοπηκέναι, οὐκέτι μέν »τὰ βλεπόμενα« (»πρόσκαιρα« γὰρ ἤδη δέ τὰ μὴ βλεπόμενα« καὶ μόνα »τὰ μὴ βλεπόμενα« (διὰ τὸ εἶναι αὐτὰ »αἰώνια«), ἐν τῷ μεθ’ ἡμέρας ἔξ παραλαμβάνει ὁ Ἰησοῦς τούσδε τινός. εἴ τις οὖν ἡμῶν βούλεται τοῦ Ἰησοῦ παραλαμβάνοντος αὐτὸν ὑπ αὐτοῦ ἀναχθῆανι εἰς τό ὑψηλὸν ὄρος καὶ ἀξιωθῆναι κατ’ ἰδίαν θεωρῆσαι τὴν μεταμόρφωσιν αὐτοῦ, ὑπεραναβαινέτω τὰς ἓξ ἡμέρας, διὰ τὸ μὴ σκοπεῖν ἔτι »τὰ βλεπόμενα« μηδὲ ἀγαπᾶν ἔτι τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ«, μηδέ τινα κοσμικὴν ἐπιθυμίαν ἐπιθυμεῖν, ἥτις ἐστὶν ἐπιθυμία σωμάτων καὶ τοῦ ἐν σώματι πλούτου καὶ τῆς κατὰ σάρκα δόξης, καὶ ὅσα πέφυκε τὴν ψυχὴν περισπᾶν καὶ περιέλκειν ἀπὸ τῶν κρειττόνων καὶ θειοτέρων καὶ καταβιβάζειν καὶ ἐρείδειν τῇ ἀπάτῃ τοῦ αἰῶνος
[*](1–152, 14 Vgl. C luc Nr. 30 Or. — 1—152, 10 Vgl. Β (Matthaei) 11—19 An. - Iff Vgl. Harnack TU. 42, 4, 111 — 6ff Vgl. II. Kor. 4, 18 - 23 Vgl. II. Kor. 4,18 — 23f Vgl. I. Joh. 2, 15 - 26 Vgl. Tit. 2, 12 — 33ff Vgl. Marc. 4, 19)[*](3 gr. vollstandiger 2 <αἰσθητὸς> 10 *** Dielil Kl, vgl. gr. 17 ergo κόσμος Koe, vgl. lat. quis L 29 <animam> Koe)τούτου ἐν Πλούτῳ καὶ δόξῃ καὶ ταῖς λοιπαῖς ἐχθροῖς ἀληθείᾳ ἐπιθυμίαις. ἐπειδὰν γὰρ διέλθῃ τὰς ἓξ (ὡς εἰρήκαμεν) <ἡμέρας>, κοινὸν σάββατον, εὐφραινόμενος ἐν τῷ ὑψηλῷ ὄρει ἐκ τοῦ βλέπειν μεταμορφωθέντα τὸν Ἰησοῦν ἔμπροσθεν *** αὐτοῦ· διαφόρους γὰρ ἔχει ὁ λόγος *** μορφάς, φαινόμενος ἑκάστῳ ὡς συμφέρει τῷ βλέποντι, καὶ μηδενὶ ὑπὲρ ὃ χωρεῖ ὁ βλέπων φανερούμενος.
Ζητήσεις δὲ εἰ, ὅτε μετεμορφώθη ἔμπροσθεν τῶν ὑπ αὐτοῦ ἀναχθέντων εἰς τὸ ὑψηλὸν ὄρος, ὤφθη αὐτοῖς »ἐν μορφῇ θεοῦ« ᾗ ὑπῆρχε πάλαι, ὡς τοῖς μέν κάτω ἔχων τὴν »δούλου μορφὴν« τοῖς δὲ ἀκολουθήσασιν αὐτῷ μετὰ ἔξ ἡμέρας εἰς τὸ ὑψηλὸν ὅρος οὐκ ἐκείνην, ἀλλὰ τὴν τοῦ θεοῦ. ἀλλ᾿ ἄκουε τούτων εἰ δύνασαι) πνευματικῶς, προσέχων ἅμα ὅτι οὐκ εἴρηται μὲν ἁπαξαπλῶς μετεμορφώθη, μετὰ δέ τινος ἀναγκαίας προσθήκης, ἣν ἀνεγραψε Ματθαῖος καὶ Μᾶρκος· κατὰ γὰρ ἀμφοτέρους μετεμορφώθη ἔμπροσ-
[*](15ff Vgl. Orig. e. Cels. VI, 77 (II, 147, 2ff) - 18. 20 Vgl. Phil. 2, 6f - 30 Marc. 9. 2)[*](2 ἀληθείᾳ Koe, vgl. S. 159, 10 161, 21 ἀληθείας MH 5 <ἡμέρας> λ vgl. C luc Nr. 28 lat. 7 ὑψηλῷ] + τῆς τῆς σοφίας C luc Xr. 28 9f Koe, vgl. lat. 24 ἀλλὰ H 28 ἀνέγραψεν ὁ μ. Μ)[*](6 sabbatizet G c (G a?) sabbatizat B L 25 quasi spiritalis = ὡς πνευματικος)θεν αὐτῶν. καὶ κατὰ τοῦτό τοῦτό γε ἐρεῖς δυνατὸν εἶναι τὸν Ἰησοῦν ἔμπροσθεν μέν τινων μεταμορφωθῆναι ταύτην τὴν μεταμόρφωσιν, ἔμπροσθεν δὲ ἑτέρων κατὰ τὸ αὐτὸ καιροῦ μὴ μεταμορφῶθῆναι. εἰ δὲ θέλεις τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ ἰδεῖν ἔμπροσθεν τῶν ἀνβάντων εἰς τὸ ὑψηλὸν ὄρος κατ’ ἰδίαν σὺν αὐτῷ, ἴδε μοι τὸν ἐν τοῖς εὐαγγελίοις Ἰησοῦν ἁπλούστερον μὲν νοούμενον καὶ ὡς ἂν ὀνομάσαι τις) »κατὰ σάρκα« γινωσκόμενον τοῖς μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, οὐκέτι« δὲ <τοῖς ἀναβαίνουσιν> »κατὰ σάρκα« γινωσκόμενον ἀλλὰ θεολογούμενον δι’ ὅλων τῶν εὐαγγελίων καὶ ἐν τῇ τοῦ θεοῦ μορφῇ« κατὰ τὴν γνῶσιν αὐτῶν θεωρούμενον· τούτων γὰρ ἔμπροσθεν μεταμορφοῦται ὁ Ἰησοῦς, καὶ ἐν οὐδενὶ τῶν κάτω ***. ἐπὰν δέ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις »τοῦ φωτὸς« ἐκδυσαμένοις »τὰ ἔργα τοῦ σκότους«
[*](14. 19 Vgl. II. Kor. 5, 16 - 21 Vgl. Phil. 2, 6 - 28 Vgl. Eph. 5, 8 - 29. f Vgl. Rom. 13, 12)[*](6 καιροῦ] τοῦτ’ ου M a τοῦτο οὐ M c w. e. sch. 15 μὴ] αὐτῶ ex corr. Μ 16 κοὶ <διὰ τῆς γυμνασίος Diehl Koe, vgl. lat. und hom. I, 7 in Jer. (III, 5, 31) 18 δὲ <τοῖς ἀναβαίνου> Kl, vgl. lat., auch C luc Xr. 29: τοῖς δὲ τελείοις 22 αὐτοῦ Μ 25 ἐν < H | *** Koe, vgl. lat. 27 Kl, vgl. lat. u. S. 154,6 λάμΠει MH)[*](10 super] in B 13 *** Kl Koe 20 verbum *** Koe, vgl. gr. 27 clarius B)καὶ ἐνδυσαμένοις »τὰ ὅπλα τοῦ φωτὸς« καὶ μηκέτι οὖσι τέκνοις »σκότους ἢ νυκτός«, ἀλλὰ γενομένοις υἱοῖς »ἡμέρας« καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως« περιπατοῦσι, καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος. ἀλλ᾿ ἐπιδεικνύμενος αὐτοῖς τὸ εἶναι »δικαιοσύνης ἥλιος«.
Καὶ οὐ μόνον αὐτὸς μεταμορφοῦται ἔμπροσθεν τῶν τοιούτων μαθητῶν οὐδέ προστίθησι μόνον τῇ μεταμορφώσει τὸ λάμψαι τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, ἀλλὰ γὰρ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος κατ᾿ ἰδίαν φαίνεται λευκὰ ὡς τὸ φῶς. ἱμάτια δὲ τοῦ Ἰησοῦ αἱ λέξεις καὶ ἃ ἐνεδύσατο τῶν εὐαγγελίων γράμματα. οἶμοι δ’ ὅτι καὶ τὰ παρὰ τοῖς ἀποστόλοις δηλούμενα περὶ αὐτοῦ ἱμάτιά ἐστιν Ἰησοῦ, γινόμενα τοῖς ἀναβαίνουσιν εἰς τὸ ὑψηλὸν ὄρος μετὰ τοῦ Ἰησοῦ λευκά. ἀλλ᾿ ἐπεὶ καὶ λευκῶν εἰσι διαφοραί, τὰ ἱμάτια αὐτοῦ γίνονται *** λευκὰ ὡς τὸ Πόντων λευκὸν λαμπρότατον καὶ
[*](3f Vgl. I. Thess. 5, 5f - 4 Rom. 13, 13 - S Vgl. Mal. 3, 20 = 4, 2 — 16—155, 29 Vgl. C luc Xr. 29 Or. (vgl. C 201 Or. ?) — 16–155, 5 Vgl. (Matthaei) I, 157, 19–23 An.)[*](1 ὅπλα H M c i. m. ἔργα M a 2 τέκνα Μ 15 ὁ < Μ 16 s. 1. Μ 19/20 ἱμάτια—Ἰησοῦ] ἄπερ ἐστὶν C luc Nr. 29, vgl. lat. 23 δηλούμενα Kl nach C luc Nr. 29 lat.. δηλοῦντα M δηλοῦντα τὰ H 28 *** Kl, vgl. lat. 29 λευκῶν Hu)[*](3 diei] dei G L 4/5 manifestius L 10 solus G a B solum Qc L 16 *** Diehl KI Koe, vgl. gr. 17 fiunt] lat. las γίνεται statt φαίνεται, vgl. Ζ. 22ff 27 *** KI, vgl. gr.)καθαρώτατον· τοῦτο δέ ἐστι τὸ φῶς. ἐπὰν οὖν ἴδῃς τινὰ οὐ μόνον τὴν περὶ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, ἀλλὰ καὶ τὴν λέξιν τῶν εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶνοι <ὡς τὸν> ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ Ἠλίας, συνεκδοχικῶς οὐχ εἶς μόνος ἀλλὰ πάντες οἱ προφῆται, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν· τοιοῦτον γάρ τί ἐστι τὸ δηλούμενον ἀπὸ τοῦ μετ’ αὐτοῦ συλλαλοῦντες, κατὰ δὲ τόν Λουκᾶν· »Μωσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ« καὶ τὰ ἑξῆς ἕως τοῦ ἐν Ἱερουσαλήμ«, εἴ τις δὲ εἶδε Μωσέως τὴν δόξαν, νοήσας τὸν πνευματικὸν νόμον ὡς ἔνα πρὸς τὸν Ἰησοῦ λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν«, εἶδε Μωσῆν καὶ Ἠλίαν »ἐν δόξῃ«, ὅτε εἶδεν αὐτοὺς μετὰ τοῦ Ἰησοῦ.
Εἶτ’, ἐπεὶ κατὰ τὸν Μᾶρκον δεήσει διηγήσασθαι τὸ »καὶ ἐν
[*](20 Luc. 9, 30f — 23–29 Vgl. C luc Nr. 32 Or. - 24 Vgl. Rom. 7, 14 — 26 Vgl. I. Kor. 2, 7 - 28 Vgl. Luc. 9, 31 - 31 ff Marc. 9, 2, vgl. Luc. 9, 29)[*](3 περὶ] + τοῦ C luc Xr. 29 11 <ὡς τὸν> Diehl Kl Koe mit lat. 14 καὶ τι ὁ H 15f συνεκδοχικῶς—προφῆται] ὁ προφητικὸς λόγος C luc Nr. 29 18 τί <H 19 ἀπὸ τοῦ < H 20 μωυσῆς M 25 Ἰησοῦ Kl nach C luc Nr. 29 (Hss.) und lat., Ἰησοῦν Μ H)[*](15 *** Kl, vgl. gr. 22 <videt — et> Diehl Kl Koe, vgl. gr. 28 vina Kl unura x)τῷ προσεύχεσθαι αὐτὸν μετεμορφώθη ἔμπροσθεν αὐτῶν«, λεκτέον ὅτι μήποτε μάλιστα ἔστιν ἰδεῖν τὸν λόγον ἔμπροσθεν ἡμῶν μεταμορφούμενον, ἐὰν τὰ προειρημένα ποιήσωμεν κοὶ ἀναβῶμεν εἰς τὸ ὄρος καὶ ἴδωμεν τὸν αὐτόλογον κοινολογούμενον πρὸς τὸν πατέρα καὶ εὐχόμενον οὐτῷ, ὑπὲρ ὧν εὔξαιτ ἂν ἀληθινὸς ἀρχιερεὺς ἀληθινῷ μόνῳ θεῷ. ἵνα δὲ οὕτω θεῷ ὁμιλῇ καὶ προσεύξηται τῷ πατρί, ἀναβαίνει εἰς τὸ ὄρος· τότε δὲ κατὰ τὸν Μᾶρκον γίνονται »τὰ ἱμάτια αὐτοῦ λευκὰ καὶ στίλβοντα ὡς τὸ φῶς, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι«. καὶ τάχα οἱ μὲν ἐπὶ τῆς γῆς« γναφεῖς οἱ ἐπιμελούμενοί εἰσι σοφοὶ τοῦ αἰῶνος τούτου« λέξεως, ἧς νομίζουσι λαμπρᾶς καὶ καθαρᾶς, ὡς κοσμεῖσθαι δοκεῖν καὶ τὰ αἰσχρὰ νοήματα καὶ τὰ ψευδῆ δόγματα ὑπὸ τῆς ἴν’ οὕτως ὀνομάσω) γναφικῆς οὐτῶν. ὁ δὲ στίλβοντα« τοῖς ἐπαναβεβηκόσιν ἐπιδεικνὺς »τὰ ἱμάτια αὐτοῦ« καὶ λαμπρότερα, ὧν
[*](2–11 Vgl. Ciuc Nr. 31 Or. - 10f Vgl. Joh. 17, 3 - 14. 21. 32 Marc. 9, 3 - 23 Vgl. I. Kor. 2, 6 — 28–157, 7 Vgl. Β (Matthaei) I, 157, 26 — 158, 5 An.)[*](29 αἰσχρὰ] ἄχρηστα Μ)[*](3 videamus μ 10 * * * Diehl Koe, vgl. gr. 15 nix] 1. lux Diehl)δύναται ποιεῖν ἡ ἐκείνων γναφική, ὁ λόγος ἐστίν, παριστὰς ἐν ταῖς ὑπὸ πολλῶν καταφρονουμέναις λέξεσι τῶν γραφῶν τὴν τῶν νοημάτων στίλψιν, ὅτε ὁ ἱματισμὸς« τοῦ Ἰησοῦ κατὰ τὸν Λουκᾶν »λευκὸς« καὶ »ἐξαστράπτων« γίνεται.
Ἰδωμεν οὖν μετὰ ταῦτα, τί νοήσας ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ Ἰησοῦ· κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν τρεῖς σκηνὰς καὶ τὰ ἑξῆς. διὰ τοῦτο δέ μάλιστα ταῦτα ζητητέον, ἐπεὶ ὁ μέν Μᾶρκος ἐπήγαγεν οὐτοῖς ὡς ἐκ τοῦ ἰδίου προσώπου τὸ οὐ γὰρ ᾔδει τι ἀπεκρίθη«, ὁ δὲ Λουκᾶς μὴ εἰδὼς« φησὶν »ὃ λέγει«. ἐπιστήσεις οὖν εἰ κατ᾿ ἔκστασιν ταῦτα ἐλάλει, πεοληρωμένος του κινοῦντος αὐτὸν πνεύματος πρὸς τὸ εἰπεῖν ταῦτα, ὅπερ ἄγιον μὲν εἶναι οὐ δύναται· ἐδίδαΞε γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος μηδένα πνεῦμα ἅγιον ἐσχηκέναι εἰπών· »οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη«. εἰ δὲ οὔπω ἦν πνεῦμα«, καὶ ὁ μὴ εἰδὼς« τί ἐλάλει ὑπό τινος κινούμενος πνεύματος ἐλάλει, ἕν τι τῶν πνευμάτων ἦν τό ταῦτα λέγεσθαι ἐνεργοῦν, ὃ μηδέπω τεθριάμβευτο ἐν τῷ ξύλῳ« μηδὲ δεδειγμάτιστο
[*](5ff Luc. 9, 29 - 16 Marc. 9, 6 — 17. 28 Luc. 9, 33 - 26. 28 Joh. 7, 39 - 32 ff Vgl. Kol. 2, 15)[*](2 ἐστῒ H 8 οὖν] δὲ H 13 ταῦτα] τοῦτ’ <οἶμαι> Koe, vgl. lat. 18 kürzt 20 του Kl τοῦ Μ H <ἀλλοτοίου τινὸς> τοῦ Diehl Koe, vgl. lat. 33 Kl Koe ἐδειγμάτιστο Μ H)[*](1 fullonica B 12 tibi unum, moysi unum et helyae unum B 25 <eum> Diehl 28 *** Kl Diehl Koe, vgl. gr. 24 Πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος 32 quid ρ quod x)μετ εγεινων περὶ ὧν γέγραπται τὸ »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας ἐν τῷ εύλῳ«. τοῦτο δὲ ἦν τάχα τὸ κληθὲν σκάνδαλον ὑπὸ τοῦ Ἰησοῦ καὶ ὁ εἰρημένος σατανᾶς ἐν τῷ »ὕπαγε ὀπίσω μου, σκάνδαλόν μου εὖ οἶδα δ’ ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰομένοις οὐ κατὰ τὸ εὔλογον δυσφημεῖσθαι τὸν πρὸ μικροῦ μακαρισθέντα ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ <οὐ σάρκα καὶ αἷμα, ἀλλὰ> τοῖς οὐρανοῖς« πατέρα ἀποκεκαλυφέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος, ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ »ὁ Χριστὸς« καὶ »ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«. ἀλλ᾿ ὁ τοιοῦτος ἐπιστησάτω τῇ τοῦ Πέτρου κοὶ τῶν λοιπῶν ἀποστόλων ἀκριβείᾳ, καὶ αὐτῶν δεηθέντων (ὡς ἀλλοτρίων ἔτι) τοῦ αὐτοὺς ἀπὸ τοῦ ἐχθροῦ καὶ ὠνησομένου αὐτοὺς τῷ τιμίῳ« αὐτοῦ »αἵματι«. ἢ λεγέτωσαν ἡμῖν οἱ θέλοντες καὶ πρὸ τοῦ πάθους Ἰησοῦ τελείους γεγονέναι τοὺς ἀποστόλους, πόθεν »ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ« κατὰ τὸν καιρὸν τῆς Ἰησοῦ μεταμορφώσεως »ἦσαν βεβαρημένοι ὕπνῳ«.
[*](3 Kol. 2, 15 - 9 Matth. 16, 23 — 16ff Vgl. Matth. 16, 16f — 25f Vgl. Gal. 3, 13 ? — 27f Vgl. I. Petr. 1, 19 — 32. 34 Luc. 9, 32)[*](11 δ’ < M 16 <οὐ— ἀλλὰ> Kl Koe 17 τοῖς < H 21 τοῦ θεοῦ < 25 ἀλλοτρίων] 1. ἁμαρτωλῶν ? Kl | ἐξαγοράσαντος Μ)[*](1 et1] vel B 7 spiritus forsitan B 15 blasphemium G c L 22–34 lat. übersetzt ungenau)Ἵνα δὲ προλαβών τι καὶ τῶν ἑξῆς εἰς τὸ προκείμενον παραλάβω, ἐπαπορήσαιμ᾿ ἂν τοιαῦτα· ἆρα ἔστι τινὰ σκανδαλισθῆναι ἐν τῷ Ἰησοῦ χωρὶς τῆς τοῦ σκανδαλίζοντος διαβόλου ἐνεργείας; ἔστι δὲ ἀρνήσασθαι τὸν Ἰησοῦν, καὶ ταῦτα ἐπὶ παιδισκαρίου καὶ θυρωροῦ καὶ ἀνθρώπων εὐτελεστάτων, μὴ συνόντος τῷ ἀρνουμένῳ πνεύματος ἐχθροῦ τῷ διδομένῳ πνεύματι καὶ σοφίᾳ τοῖς πρὸς τὸ ὁμολογεῖν κατά τινα ἀξίαν αὐτῶν ὑπὸ θεοῦ βοηθουμένοις; ἀλλ᾿ οὐ φήσει ὅ γε τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀναφέρειν μεμαθηκὼς ἐπὶ τὸν πατέρα τῆς ἁμαρτίας διόβολον, χωρὶς ἐκείνου ἢ τοὺς ἀποστόλους ἐσκανδαλίσθαι ἢ τὸν Πέτρον ἠρνῆσθαι πρὸ τῆς ἀλεκτοροφωνίας ἐκείνης τρίς. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, μήποτε ὁ ὑπὲρ τοῦ ακανδαλίσαι τὸ ὅσον ἐφ’ ἑαυτῷ) τὸν Ἰησοῦν καὶ τοῦ ἀποστῆσαι τῆς κατὰ τὸ πάθος σωτηρίου ἀνθρώποις μετὰ πολλῆς προθυμίας οἰκονομίας, τὰ εἰς ταῦτα φέρειν δοκοῦντα ἐνεργῶν αὐτὸς κοὶ ἐνταῦθα οἱονεὶ ἀπατηλῶς περισπάσαι βούλεται τὸν Ἰησοῦν, ὡς ἐπὶ καλὸν τὸ μηκέτι συγκαταβαίνειν τοῖς ἀνθρώποις καὶ ἥκειν πρὸς αὐτοὺς καὶ τὸν ὑπὲρ
[*](6ff Vgl. Matth. 26, 75 — 11 Vgl. Luc. 6, 10 ? - 12 Vgl. Act. 6, 3 ? - 17 Vgl. Joh. 8. 44)[*](1 προλαβόντι H o χωρὶς < M a 10 τοῦ ἀρνουμένου Diehl, vgl. lat. 15 φύσει H 21 ἐκεῖνον Μ 24 κοὶ < Μ | τοῦ < H 27 αὐτὰ Μ)[*](2 praeterita] dagegen ἑξῆς 5 est] et potest aliquis L 8 hominum] omnium L 26 etiam operans L)αὐτῶν ἀναδέξασθαι θάνατον, ἀπομεῖναι δέ ἐν τῷ ὑψηλῷ ὄρει μετὰ Μωσέως κοὶ Ἠλίου. ἐπηγγέλλετο δὲ καὶ ποιῆσαι τρεῖς σκηνάς, μίαν μὲν ἰδίαν τῷ Ἰησοῦ, ἑτέραν δὲ τῷ Μωσεῖ καὶ ἄλλην τῷ Ἠλίᾳ, ὡς μὴ χωρούσης εἰ καὶ ἐν σκηναῖς αὐτοὺς ἔδει εἶναι καὶ ἐν τῷ ὑψηλῷ ὄρει) μιᾶς σκηνῆς τοὺς τρεῖς. τάχα δέ καὶ ἐν τούτῳ ἐκακούργει ὁ τὸν μὴ εἰδότα »τί λέγει« ἐνεργῶν, βουλόμενος μὴ ἅμα εἶναι Ἰησοῦν καὶ Μωσέα κοὶ Ἠλίαν, ἀλλὰ χωρίσαι αὐτοὺς ἀπ᾿ ἀλλήλων, προφάσει τῶν τριῶν σκηνῶν
[*](10ff Vgl. Hieron. in Matth. 130 C: noli tria tabernacula quaerere, cum unum sit tabernaculum evangelii, in quo lex et prophetae recapitulandae sunt; vgL Hieron. Tract. in Marc. 8, 1 — 7 (Anecdota Maredsolana III, 2, 32ff) — 11 Luc. 9, 33)[*](3 μωϋσέ Μ μωυσέως H | λ ἐπηγγέλετο H 6 μωσῆ Μ 7 καὶ < s. 1. H c 15 σκηνῶν Hu, vgl. lat. ἐκείνων Μ H)[*](7 debent y 12 volens non esse] nolens esse L 24 de] in G Pasch 26 prophetaverunt B L (-rint Pasch) 29 christus + xps G)ψεῦδος δέ ἦν καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. εἰ γὰρ ἦν καλον, κἂν ἔμειναν ἐκεῖ· εἰ δέ ψεῦδος, ζητήσεις τίς ἐνήργησε λαληθῆναι τὸ ψεῦδος, καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Ἰωάννην »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ«, καὶ ὥσπερ οὐκ ἔστιν ἀλήθεια χωρὶς ἐνεργείας τοῦ εἰπόντος· ἐγώ εἰμι ἡ ἀλήθεια«, οὕτως οὐδὲ τὸ ψεῦδος χωρὶς τοῦ ἐχθροῦ τῇ ἀληθείᾳ.
Τὰ ἐναντία τοίνυν ἔτι ἐν τῶ Πέτρῳ ἦν, ἀλήθεια καὶ ψεῦδος. καὶ ἀπὸ ἀληθείας μέν ἔλεγε τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ«,
ἀπὸ δέ τοῦ ψεύδους τὸ »ἵλεώς σοι, κυριε, ου μη εσται σοι τουτο«,
[*](15 Joh. 8, 44 - 20 Joh. 14, 6 - 26 Matth. 16, 16 - 30 Matth. 16, 22)[*](21 <ἔστι λαλεῖν> τὸ ψεῦδος Koe, ygl. lat.)[*](7 hic nos L 9 nec] non L 10 facere y* Pasch < L 23 ad- sibi G 2)ἀλλὰ καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ὁ δέ μὴ θέλων ἀπό τινος ἐνεργείας <πνεύματος> χείρονος Πέτρον εἰρηκέναι τοῦτο, ἀλλὰ ψιλῆς εἶναι τῆς προαιρέσεως αὐτοῦ τοὺς λόγους, ἀπαιτούμενος πῶς ἂν παραστήσαι τὸ μὴ εἰδ(ὸς ὃ ἐλάλει« καὶ τὸ οὐ γὰρ ᾔδει τί ἀπεκρίθη«, φήσει ὅτι κἀκεῖ ὡς δύσφημον ἐνόμισε καὶ ἀνάξιον τοῦ Ἰησοῦ τὸ παραδέξασθαι ἀποκτανθῆναι τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, τὸν Χριστὸν ὃν ἤδη ἀποκαλύψας ἦν αὐτῷ ὁ πατήρ· καὶ ἐνταῦθα ὡς τὰς δύο μορφὰς τοῦ Ἰησοῦ ἰδών, καὶ πολὺ διαφέρουσαν τὴν κατὰ τὴν μεταμόρφωσιν, | ταύτῃ εὐαρεστούμενος καλὸν εἶπεν εἶναι τὰς διατριβὰς ἐν τῷ ὄρει ἐκείνῳ ποιήσασθαι, ἶνα αὐτός τε καὶ οἱ σὺν αὐτῷ εὐφραίνωνται θεωροῦντες τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ καὶ τὸ λάμπον πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ τὰ λευκὰ ὡς τὸ φῶς ἱμάτια αὐτοῦ καὶ πρὸς τούτοις τοὺς ἅπαξ ὀφθέντας »ἐν δόξῃ« ἀεὶ θεωρῶσιν ἐν δόξῃ Μωσῆν καὶ Ἠλίαν, εὐφραίνωνται δέ ἐφ’ οἷς ἂν ἀκούσωσιν αὐτῶν συλλαλούντων ἀλλήλοις καὶ
[*](7 Luc. 9, 33 - 8 Marc. 9, 6 — 11 f Vgl. Matth. 16, 16 - 28 Vgl Luc. 9, 31)[*](2–7 εἶναι—τὸ] lat. ist ausfüthrlicher 3 <πενύματος> Diehl, vgl. lat. und S. 164, 15 gr. 9 ἐνόμισε Kl, vgl. lat. ἐποίησε Μ w. e. sch. περιεποίησε H 12 τοῦ ζῶντος θεοῦ Μ)[*](9 loqueretur B loquebatur *** Koe, vgl. gr. 11 indignum *** Koe, vgl. gr. 14 tibi < y 20 hic esse] ausfiihrlicher gr.)κοινολογουμένων, Μωσέως μέν καὶ Ἠλίου πρὸς τὸν Ἰησοῦν τοῦ δέ· Ἰησοῦ πρὸς αὐτούς.