Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός (16. 20 [—23]).

[*](1–11 I. Tim. 3, 2—4 — 18ff Vgl. Harnack TU. 42, 4, 138 A. 3 — 23f Vgl. I. Tim. 6, 4 - 25 I. Tim. 3, 6)[*](19 ἐνταῦθα ὡς Πρὸς Πέτρον Koe, vgl. lat. 26 κρίμα Kl, vgl. lat. πτῶμα Μ H)[*](1 episcopus < R 2 alterum + aut R 3 dignus sit G c in ras. dignus B L ut inveniatur dignus R 10 habens + sibi R 12. 14. 16f terra G a 14 super terram y* < L 18 <non> Kl 27 praecepit] + ihs L 29 Christus < L | et exinde Ga)
v.10.p.101

Ἀνωτέρω μὲν γέγραπται ὅτι »τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς λέγων αὐτοῖς· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε« καὶ ὅσα ἑξῆς ἀναγέγραπται εἰρηκέναι οὐτοῖς, πέμπων αὐτοὺς ἐπὶ τὴν ἀποστολήν. ἆρα οὖν τὸ τῶν ἀποστόλων ἤδη Ποιοῦντας ἔργον αὐτοὺς ἐβούλετο <καὶ> κηρύσσειν οὐτὸς εἴη ὁ Χριστός; εἴτε γὰρ ἐβούλετο, ἄξιον ζητῆσαι τί δήποτε νῦν διαστέλλεται τοῖς μαθηταῖς ἵνα μὴ εἴπωσιν ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἴτε μὴ ἐβούλετο, πῶς δύναται σώζεσθαι τὰ τῆς ἀποστολῆς;

[*](5 Matth. 10, 5 — 22 Matth. 10, 17f — 27 Matth. 10, 19 — 31 Matth. 10, 23)[*](14 <καὶ> Deihl 15 γὰρ < Ηa 19 i. m. ἀπορία H)[*](1–3 a—resurgere <y 71. civitate<m>? Kl 19/20 salventur G solventur L dissolventur B 23 concilio G Pasch consilio L | in2 B Pasch < G L | suis Χ Pasch + et 30 dieatis] loquamini L Pasch)
v.10.p.102

καὶ ταῦτα δ’ ἄν τις ζητήσαι κατὰ τὸν τόπον· ἆρα ἀποστέλλων τοὺς δώδεκα οὐκ ἀπέστελλεν αὐτοὺς φρονοῦντας ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἰ δὲ τοῦτο ἐφρόνουν οἱ δώδεκα, δηλονότι καὶ ὁ Πέτρος· πῶς οὖν μακαρίζεται νῦν ἐμφαίνει γὰρ ἡ λέξις διὰ τούτων ὅτι νῦν πρῶτον αὐτὸν ὡμολόγησεν ὁ Πέτρος Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«.

[*](6 Matth. 10, 22 — 14ff Vgl. Act. 11, 26 — 24ff Matth. 16, 15—17 — 32 ff Vgl. Matth. 16, 15—17)[*](32 ἐνφαίνει Μ)[*](21 si cognoscebant iara L 22 et Pasch < x 25 esse L Pasch 30 f non caro et sanguis G)
v.10.p.103

ὁ μὲν οἶν Ματθαῖος πεποίηκε κατά τινα τῶν ἀντιγράφων τὸ τότε διεστείλατο τοῖς μαθηταῖς ἴνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, ὁ δὲ Μᾶρκος »ἐπετίμησεν αὐτοῖς« φησιν ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ«, ὁ δὲ Λουκᾶς »ἐπιτιμήσας« φησὶν »αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο« — τί δὲ »τοῦτο« ἢ ὅτι καὶ κατ’ αὐτὸν ἀποκριθεὶς ὁ Πέτρος εἶπε (πρὸς »τίνα με λέγετε εἶναι«;)· »τὸν Χριστὸν τοῦ θεοῦ«. ἰστέον μέντοι ὅτι τινὰ τῶν ἀντιγράφων τοῦ κατὰ Ματθαῖον ἔχει τὸ ἐπετίμησεν. ἡ μὲν οὖν ἐπαπάρησις δοκεῖ μοι εἶναι γενναιοτάτη· λύσις δὲ αὐτῆς ἀναντίρρητος ζητηθήτω, ἣν ὁ εὑρίσκων, ἐὰν ᾖ πιστικωτέρα τῶν ὑφ’ ἡμῶν λεχθησομένων ὡς ὑπὸ μετρίων, εἰς μέσον φερετω.

Πρόσχες οὖν εἰ δύνασαι λέγειν ὅτι τὸ πιστεύεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι τὸ πεπιστευμένον· τάχα δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐ παντὸς τοῦ γινώσκοντος ὁμοίως οὐτὸν γινώσκοντος. ὅτι μέν οὖν τὸ πιστεύεσθαι χωρὶς γνώσεως ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι, δῆλον ἐκ τοῦ κατὰ Ἰωάννην · »*** ἐὰν μείνητε ἐν τῲ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς«.

[*](6 Marc. 8, 30 - 8 Luc. 9, 21 — 12 Matth. 16, 15f — Luc. 9, 20 — 28. 32 Joh. 8, 31 f)[*](3 μαθηταῖς + <αὐτοῦ> λ 8,9 H 16 ἀπόρησις M a 17 i. m. λύσις H 20 ὑπὸ μετρίων Diehl ὑπομετρίων (Μ) H 32 *** Diehl, vgl. lat.)[*](23 quaestioni G | solutionem] vgl. Ζ. 17 gr. 31 crediderunt B)
v.10.p.104

ὅτι δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐκ ἐπίσης τῶν γινωσκόντων γινωοκόντων αὐτόν, καὶ αὐτὴ μὲν ἡ ἐνάργεια τῷ κἂν ἐπὶ ποσὸν ἐπιστήσαντι παρίστησι τὸ πρᾶγμα· τίς γὰρ οὐκ ἂν ὁμολογήσαι ὅτι (φέρ᾿ εἰπεῖν) Τιμόθεος γινώακων Ἰησοῦν εἶναι τὸν Χριστὸν οὐκ ἐπὶ τοσοῦτον πεφώτιοτο εἰς τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ὁ ἀπόστολος Ποῦλος πεφώτιοτο; καὶ τοῦτο δ᾿ αὖ τίς οὐκ ἂν παραδέξαιτο ὅτι, κἂν πλείονες ἀληθεύοντες λέγωσι περὶ θεοῦ ὅτι »αὐτός μοι δέδωκε τῶν ὄντων γνῶσιν ἀφευδῆ«, οὐχ ὁμοίως τρανοῦντες καὶ καταλαμβάνοντες τὰ γινωσκώμενα οὐδὲ τῷ ἀριθμῷ τοσαῦτα γινώσκοντες τοῦτο ἐροῦσιν; οὐ μόνον δἐ κατὰ τὴν διαφορὰν τοῦ γινώσκειν ἔστι τοὺς γινώσκοντας μὴ

[*](29 Sap. Sal. 7, 17)[*](3 γινωσκόντων2 <H 26 οὖ Koe ἂν MH 30 οὐχὶ H)[*](19 cognoscere2 x* Pasch agnoscere μ 19/20 Vgl. gr. Ζ. 1f)
v.10.p.105

ὁμοίως γινώσκειν, ἀλλὰ καὶ κατὰ τὸ παραστῆσαν τὴν γνῶσιν, ὡς κατὰ τουτο του αποκαλυψαντος του πατρὸς τὸν υἱὸν ἐγνωκότα ὡς Πέτρος μεμαρτύρηται ἐγνωκέναι) ἔχειν τὸν ἀνωτάτω μακαρισμόν. εἰ δὲ ὑγιῶς ἡμῖν ταῦτα εἴρηται, ἐπιστήσεις εἰ οἱ δώδεκα πρότερον μὲν ἐπίστευον οὐκ ἐγίνωσκον δέ, ἑξῆς δὲ τῷ πιστεύειν καὶ ἀρχὰς εἶχον τοῦ γινώσκειν καὶ ὀλιγώτερα περὶ αὐτοῦ ἐγίνωσκον, ὕστερον δὲ προὔκοπτον ἐν τῷ γινώσκειν, ὡς δύνασθαι χωρῆσαι τὴν ἀπὸ τοῦ πατρὸς γνῶσιν ἀποκαλύπτοντος τὸν υἱὸν — ἐν ὁποία καταστάσει ὁ Πέτρος ἦν ἡνίκα ἐμακαρίσθη· καὶ γὰρ μακαρίζεται οὐκ ἐπὶ τῷ εἰρηκέναι· »σὺ εἶ ὁ Χριστὸς« μόνον, ἀλλὰ μετὰ τῆς προσθήκης τῆς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«. οἱ γοῦν ἀναγράψαντες Μᾶρκος καὶ Λουκᾶς ἀποκριθέντα τὸν Πέτρον εἰρηκέναι· σὺ εἶ ὁ Χριστὸς« καὶ μὴ προσθέντες τὸ παρὰ τῷ Ματθαίῳ κείμενον <»ὁ υἱὸς θεοῦ τοῦ ζῶντος«, διὰ τοῦτο> οὐκ ἀνέγραψαν τὸν ἐπὶ τῷ εἰρημένῳ μακαρισμὸν καὶ τὴν μετὰ τὸν μακαρισμὸν εὐλογίαν λέγουσαν τὸ σὺ εἶ Πέτρος« και τα εξης.

[*](3 loff Vgl. Matth. 16, 17 — 22ff Matth. 16, 16 - 26 Marc. 8, 29 (Luc. 9, 20) - 28 Vgl. Matth. 16, 16 — 30ff Vgl. Matth. 16, 17f)[*](27 τὸ] τῶ H a 28/29 <ὁ-τοῦτο> Kl nach Koe, vgl. lat.)[*](14 possint G 24 vero] enim BL 30 Petri < y 31 post beatitudinem) Diehl, vgl. gr.)
v.10.p.106

Ἤδη δὲ καὶ τὸ πρῶτον ἐξεταστέον ὅτι τὰ μὲν ἄλλα περὶ αὐτοῦ κατήγγελλον ὡς μεγάλου καὶ θαυμαστοῦ, τὸ δὲ Χριστὸν 〈αὐτὸν〉 εἶναι οὐδέπω ἐκήρυσσον, ἵνα μὴ δοκοίη ὁ σωτὴρ ἀφαιρεῖν αὐτῶν τὴν ἐξουσίαν τὴν περὶ τοῦ καταγγέλλειν αὐτὸν Χριστόν, ἣν πρότερον ἐδωρήσατο. καὶ τάχα τις τῷ τοιούτῳ λόγῳ παραστήσεται φάσκων ὡς ἐν εἰσαγωγῇ δεδιδάχθαι ὑπὸ τῶν ἀποστόλων τοὺς Ἰουδαίους τὰ περὶ τοῦ Ἰησοῦ ἔνδοξα, ἵνα τούτοις ἐν καιρῷ ἐποικοδομηθῇ καὶ τὰ περὶ τοῦ Χριστὸν αὐτὸν εἶνοι. τάχα δὲ πολλὰ τῶν πρὸς αὐτοὺς λελεγμένων πρὸς πάντας εἰρῆσθαι τοὺς πιστεύοντας δυνάμει· οὐ γὰρ μόνοις τοῖς ἀποστόλοις ἐφήρμοζε τὸ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι«, τάχα δὲ οὐδ᾿ ὅλως τοῖς ἀποστόλοις, ἀλλ᾿ ἅπασι τοῖς πιστεύειν μέλλουσι τὸ »παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον« καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ τὸ πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ« καὶ τὰ ἑξῆς οὐκ ἰδίως τοῖς ἀποστόλοις, ἀλλὰ καὶ πᾶσι τοῖς πιστεύουσιν εἴρηται. κατὰ τοῦτο οὖν προϋποτύπωσίς ἐστι διδασκαλίας διὰ

[*](3ff Vgl. Hieron. in Matth. 125 C: mihi (l) videtur aliud esse Christum praedicare, aliud lesum Christmn — 22 Matth. 10, 18 — 27. 29 Matth. 10, 21. 32)[*](3 κατήγγελλον ρ κατήγγελλον M H 4 <αὐτὸν> Diehl, vgl lat. 10 τὴν <H | καταγγέλειν Μ 25 ἔθνεσιν H a | δ᾿ οὐδ᾿ H 26 ἀλλὰ M)[*](2 dicebant B 21 <quod> plura μ 22 xݲpݲoݲ Gc 27 et + ante y 32/33 et in morte adicient G a (adficient G c)L)
v.10.p.107

τῶν πρὸς τοὺς ἀποστόλους λελεγμε. νων, υστερον κἀκείνοις καὶ παντὶ τῷ διδάσκοντι εἰς χρῆσιν ἐλευσομένης.

Ὁ δέ βουλόμενος καὶ τὸ Χριστὸν αὐτὸν εἶναι κεκηρύχθαι πρότερον ὑπὸ τῶν ἀκουσάντων ἀποστόλων τὸ »ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· κοὶ ὁ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων« ἐρεῖ ὅτι οἱονεὶ κατηχῆσαι ἠθέλησε πρότερον <ἀμαυρότερον> <παρὰ> τῶν ἀποστόλων τὸ Χριστοῦ ὄνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς διανοίαις τῶν ἀκουσάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ κηρύσσεσθαι, εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσι Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρων εγηγερμενος. οπερ εν ταις

qui confessus fuerit me corani hominibus« et cetera non apostolis, sed omnibus credentibus dicta sunt. secundum hoe ergo dicendum est, quod praemissa fuit illa doctrina quae factaestad apostolos, postea autem inplenda, ut videantur ea quidem, quae superius de adnuntiando Christo sunt dicta a Christo, non ad tempus pertinere quod fuit ante Christi resurrectionem, sed ad tempora post futura, haec autem quae mandat ut nemini dicant, timc apostoHs convenire.

[*](19 Matth. 10, 27 — 108, 13 Vgl. C luc Nr. 23 Or. - 31 f Vgl. I. Kor. 1, 23)[*](23/24 <ἀμαυρότερον> und <παρὰ> Kl nach C luc Nr. 23 vmd lat. 26 τοῦτο] τὸ H | πεμφθῆναι M)[*](15 apostoUs *** Koe, vgl. gr. 17 eum x esse μ? eum <esse> Diehl)
v.10.p.108

ἀρχαῖς οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν· γέγραπται γὰρ ἐν τοῖς νῦν ἐξεταζομένοις ὅτι ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ τάδε καὶ τάδε παθεῖν. εἰ δὲ ταῦτα νῦν οἱ ἀπόστολοι μανθάνουσι παρὰ τοῦ Ἰησοῦ ἀπαντησόμενα αὐτῷ, τὴν ἀπὸ τῶν πρεσβυτέρων ἐπιβουλὴν καὶ ὡς ἀναιρεθήσεται καὶ ὡς μετὰ ταῦτα τῇ τρίτη ἡμέρᾳ ἐκ νεκρῶν »ἀναστήσεται«, τί χρὴ νομίζειν ἐγνωκέναι πρότερον τοὺς μαθητευομένους παρὰ τοῖς ἀποστόλοις περὶ τοῦ Ἰησοῦ ἢ ὅτι, εἰ κοὶ κατηγγέλλετο αὐτοῖς Χριστός, ὡς ἐν εἰσαγωγῇ κατηγγέλλετο οὐ τρανουσῃ τὰ κατ’ αὐτόν; καὶ γὰρ ὁ σωτὴρ ἡμῶν ἐβούλετο, διαστελλόμενος τοῖς μαθηταῖς ἶνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, τηρῆσαι τὴν τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν ἐπιτηδειοτέρῳ καιρῷ, ὅτε ἠδύναντο μαρτυρῆσαι τοῖς ἑωρακόσιν αὐτὸν σταυρούμενον τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ οἱ ἑωρακότες αὐτὸν σταυρούμενον καὶ ἀναστάντα μαθηταί. εἰ γὰρ οἱ ἀεὶ αὐτῷ συνόντες ἀπόστολοι καὶ πάντα ἑωρακότες »ἃ ἐποίει θαυμάσια« καὶ μαρτυροῦντες

[*](12 f Vgl. Luc. 18, 33 — 19ff Vgl. Hieron. in Matth. 125 C: jjotest autem fieri, ut idcirco ante passionem et resurrectionem se noluerit praedicari, ut completo postea sanguinis sacramento oportunius apostolis diceret: »euntes docete oynnes gentesn etc. — 31f Vgl. Matth. 21, 15; vgl. Luc. 4, 22?)[*](5 ὅτι Lo εἰ Μ H 14/15 μαθητευσομένους Μ 16 Ἰησοῦ ἢ ὅτι] Ἰησοῦ; ἤτοι Koe 18 κατηγγέλετο Μ 25 ὅτε Μ C luc Nr. 23 ὅτι H)[*](6 1. nunc? Diehl 9 scire L 18 <et> non μ)
v.10.p.109

αὐτοῦ τοῖς λόγοις ὅτι »ῥήματα ζωῆς αἰωνίου« ἦσαν, ἐσκανδαλίσθησαν περὶ τὴν νύκτα τοῦ προδεδόσθαι αὐτόν, τί οἴει <ἂν> παθεῖν τοὺς <μανθάνοντας> μαθόντας, αὐτὸς εἴη ὁ Χριστός; ὧν (οἶμαι) φειδόμενος τοῦτα διεστείλατο.

Ὁ δέ βουλόμενος τὰ εἰρημένα πρὸς τοὺς δώδεκα εἰς τοὺς μετὰ ταῦτα ἀναφέρεσθαι χρόνους, καὶ μηδέπω κατηγγελκέναι τοὺς ἀποστόλους τοῖς ἀκούουσιν αὐτῶν ὅτι αὐτὸς εἴη ὁ Χριστός, φήσει ὅτι ἐβούλετο τηρηθῆναι τὴν τοῦ Χριστοῦ | ἔννοιαν ἐπιπεπλεγμένην τῷ Ἰησοῦ ὀνόματι τῇ τελειοτέρᾳ κοὶ σωτηρίῳ κηρύξει, ὁποίαν ἐπιστάμενος ὁ Παῦλος ἔλεγε Κορινθίοις τὸ ἐγὼ δέ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«. διὸ πρότερον μέν ᾿Ιησοῦν,

[*](1 Vgl. Joh. 6, 68 — 15 Act. 17. 30 f — 33 I. Kor. 2, 2)[*](4 <ἂν> Koe 5 <μανθάνοτας> Kl, vgl. lat.)[*](8 propter — xps y* Pasch <L 20 viro Kl virum x 21 praestare f idem omnilDus L 28 det G c 31 et <L)
v.10.p.110

τάδε τινὰ ποιοῦντα καὶ τοιάδε τινὰ αὐτὸν διδάσκοντα εἶναι ἐκήρυσσον. νῦν δ’ ὅτε Πέτρος Χριστὸν αὐτὸν εἶναι ὁμολογεῖ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, ὡς μὴ βουλόμενος κηρύσσεσθαι αὐτὸν ἤδη Χριστόν, ἵν’ εὐκαιρότερον κηρυχθῇ καὶ ἐσταυρωμένος, διαστέλλεται τοῖς μαθηταῖς ἴνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. παρίσταται δέ πως τοῦτ᾿ εἶναι τὸ βούλημα αὐτοῦ κωλύοντος κηρύσσεσθαι αὐτὸν εἶναι Χριστὸν ἐκ τοῦ ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἐπιφερομένων. οἱονεὶ γὰρ τότε κατὰ τὸν καιρὸν ἐγνωκόσι τοῖς μαθηταῖς Ἰησοῦν εἶναι Χριστὸν υἱὸν »τοῦ θεοῦ τοῦ ζῶντος«, ἀποκαλύψαντος αὐτοῖς τοῦ πατρός, κηρύσσει (ἀντὶ τοῦ πιστεύειν αὐτοὺς εἰς Ἰησοῦν Χριστὸν »ἐσταυρωμένον«) πιστεύειν εἰς Ἰησοῦν Χριστὸν σταυρωθησόμενον, ἀλλὰ καὶ (ἀντὶ τοῦ εἰς Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐγηγερμένον ἐκ νεκρῶν«) διδάσκει αὐτοὺς Πιστεύειν εἰς ’Ιησοῦν Χριστὸν καὶ τοῦτον ἐγερθησόμενον ἐκ νεκρῶν. ἐπεὶ δὲ »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισε

[*](4. 21 Vgl. Matth. 16, 16 — 24ff Vgl. I. Kor. 2, 2 - 29 Vgl. II. Tim. 2, 8 - 32 Kol. 2, 15)[*](4 1. ὡμολόγει? Kl, vgl. lat. 24–27 αὐτοὺς—πιστεύειν <H 28. 30 χν ιν H)[*](5 et haec2 <B)
v.10.p.111

θριομβεύσος ἐν πορρησίᾳ ἐν τῲ ξύλῳ«, εἴ τις ἐπαισχύνεται τὸν Χριστοῦ σταυρόν, ἐπαισχύνεται τὴν οἰκονομίαν δι᾿ ἣν ἐθριαμβεύθησαν ἐκεῖναι, δέον καὶ »καυχᾶσθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« τὸν καὶ πιστεύοντα καὶ ἐγνωκότα ταῦτα· »δι᾿ οὗ« Χριστοῦ σταυρουμένου τοῦ κόσμου τῷ πιστεύοντι ἐδειγματίσθησαν καὶ ἐθριαμβεύθησαν αἱ ἀρχαί, ἐν αἷς (οἶμαι) ἦν καὶ ὁ ἄρχων τοῦ αἰῶνος τούτου. διόπερ ἐγγὺς γενόμενος τοῦ παθεῖν εἶπε τὸ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται« καὶ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· καὶ ἐὰν ὑψωθῶ (φησὶν) ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν«, οὐκέτι τοσοῦτον ὁbον 〈πρότερον〉 δυναμένου τοῦ 〈ἄρχοντος τοῦ〉 κωλύοντος ἔρχεσθαι πρὸς τὸν Ἰησοῦν τοὺς ἑλκομένους ὑπ αὐτοῦ.

Ἀναγκαῖον μέν οὖν τῷ κηρύσσεσθαι Ἰησοῦν Χριστὸν »ἐσταυρωμένον« κηρύσσεσθαι αὐτόν· 〈ἐλλιπὲς δέ ἐστιν αὐτὸν μέν κηρύσσειν, τὸν δὲ σταυρὸν αὐτοῦ σιωπᾶν〉. κοὶ οὐχ οὕτως ἐλλιπἐς εἶνοί μοι φαίνεται

[*](5. llf Vgl. Kol. 2, 15 — 6. 9 (S.10f lat.) Gal. 6, 14 — 15 Joh. 16, 11 — 16 Joh. 12, 31 f — 21f Vgl. Marc. 10. 14Par. — 22 Vgl. Joh. 12, 32 — 28 Vgl. I. Kor. 2, 2)[*](10 τοῦ κόσμου Kl, vgl. lat. τῶ κόσμω Μ H 20 〈πρότερον〉 Kl, vgl. lat. 21 〈ἄρχοντος τοῦ〉 Diehl Kl, vgl. lat. 27 τῷ] 〈ἐν〉 τῷ Koe 29 — 31 〈ἐλλιπὲς — σιωπᾶν〉 Koe, vgl. lat .)[*](19 expellitur] vgl. das Präsens in Italahss. 28 <praedicando> Diehl, vgl. gr. | lesum Christum Pasch 30/31 praedicari Gc. r. B 32 inutilis μ inutile x)
v.10.p.112

τὸ Ἰησοῦν εἰπεῖν τὸν Xριστον σιωπωμενου τινὸς των ἄλλων τεραστίων αὐτοῦ, ὡς σιωπωμένου τοῦ εἶναι αὐτὸν εσταυρωμενον. διόπερ τηρῶν τὸ τελειοτέρως κηρυχθῆναι ὑΠὸ τῶν ἀποστόλων τὰ περὶ αὐτοῦ, διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ ηὐτρέπιζεν αὐτοὺς λέγειν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἀναστάς, ἡνίκα ἤρξατο οὐ μόνον λέγειν οὐδέ ἕως τοῦ διδάσκειν προκόπτειν, ἀλλὰ καὶ δεικνύναι τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τὰ ἑξῆς· πρόσεχε γὰρ τῇ δεικνύειν λέξει ὅτι, ὥσπερ τὰ αἰσθητὰ δείκνυσθαι λέγεται, οὕτως δείκνυσθαι εἴρηται ὑπὸ τοῦ Ἰηοοῦ τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα τοῖς μαθηταῖς αὐτοῦ. καὶ οὐχ οὕτως οἶμαι δεδεῖχθαι τοῖς ἑωρακόσι σωματικῶς πολλὰ πάσχοντα αὐτὸν

[*](3 Vgl. Matth. 1,23 - 4 Vgl. Mattli. 2, 2 — 7 Luc, 2.14)[*](1 εἰπεῖν KI, vgl. lat. εἶναι MH 1/2 σιωπουμένου Μ 11f σιωΠωμένου κτλ.] Exzerpt (vgl.lat.): ,,so kurz aber pflegte sich Orig. nicht ücken“ Koe 30 Ἰησοῦ] θῦ Μ)[*](16 interim ut nemini Pasch 20 resurrexit G)
v.10.p.113

ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἔκαστον τοῖν ὁρωμένων, ὡς τοῖς μαθηταῖς τὴν λογικὴν δεῖξιν περὶ τουτου.

<Καὶ> τότε μέν δεικνύειν, εἰκὸς δ’ ὅτι μετὰ τοῦτο τοῖς χωρητικοῖς γινομένοις τρανότερον ἐδείκνυεν, οὐκέτι ὡς εἰσαγομένοις ἀρχόμενος δεικνύναι, ἤδη κοὶ προκόπτων ἐν τῷ δεικνύναι. καὶ εἴπερ ἐστὶν εὔλογον νοεῖν ὅτι πάντως οὗπερ ὁ Ἰησοῦς ἤρξατο τοῦτο ἐτέλεσε, πάντως ποτὲ ἐτέλεσεν ὃ ἤρξατο δεικνύειν τοῖς μαθηταῖς περὶ τοῦ δεῖν αὐτὸν τὰ γεγραμμένα ποθεῖν. ὅτε γὰρ τὴν ἀπὸ τοῦ λόγου περὶ τούτων <τῶν μυστηρίων> τελείαν γνῶσιν καταλαμβάνει τότε λεκτέον ἀπὸ λογικῆς δείξεως ὁρῶντος τοῦ νοῦ τὰ δεικνύμενα, τετελειῶσθαι τὴν δεῖξιν τῷ ταῦτα θεωρεῖν καὶ βουλομένῳ καὶ δυναμένῳ καὶ θεωροῦντι. ἐπεὶ δὲ οὐκ ἐνεδέχετο προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλὴμ« ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν«, διὰ τοῦτο ἔδει οὐ-

[*](24f Luc. 13, 33 — 27 Matth. 10, 39)[*](1 τῶν] τοῦ M 3 δεῖξιν] λέξιν Koe, vgl. lat. 3/4 περὶ τούτου] περὶ τοῦ τοῦ 〈πάθους κοὶ τῆς ἀναστάσεως μυστηρίου οὐτοῦ〉 Koe, vgl. lat. imd Orig. in Joh. tom Χ, 35 (IV, 209, 30ff) 6 <Καὶ> Kl, vgl. lat. 7 δὲ Μ 8 γενομένοις Diehl, vgl. lat. 14 ἐτέλεσεν H 15/16 μαθηταῖς + αὐτοῦ H 16/17 τὰ γεγραμμένα αὐτὸν H 18/19 <τῶν Koe, vgl. lat.)[*](4 sermo rationabilis L 10 ostendere Koe, vgl. gr. 11 ostensione + demonstrabat L 12 si KI sic x 14 <omnino perfecit> Kl, vgl. utique et perfecit Pasch 14 15 ahquando + demonstrabat L 21 ostensione] ratione G 23 *** Koe, vgl. gr.)
v.10.p.114

τὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, ἵνα πολλὰ παθὼν ἐν <Ἱεροσολύμοις καὶ ἀποκτανθεὶς ἐν> ἐκείνοις ἀπαρχὴν τῆς ἐκ νεκρῶν ἀναστάσεως ποιήση ἐν τοῖς »ἄνω« Ἱεροσολύμοις, <καταλείπων καὶ> > καταργῶν καὶ καταλύων τὴν ἐπὶ τῆς γῆς <Ἱερουσαλὴμ> μετὰ πάσης τῆς ἐν αὐτῇ λατρείας. ὅσον μὲν γὰρ »Χριστὸς« οὐκ »ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«, οὐδὲ συνηγέρθησαν αὐτῷ οἱ γινόμενοι σύμμορφοι τῷ θανάτῳ καὶ τῇ ἀναστάσει αὐτοῦ, κάτω ἐζητεῖτο ἡ τοῦ θεοῦ πόλις καὶ ὁ ναός, οἱ καθαρισμοὶ καὶ τὰ λοιπά· ὅτε δὲ τοῦτο γέγονεν, οὐκέτι ἀλλὰ τὰ ἄνω. ἅτινα ἶνα ἐνστῇ, ἔδει αὐτὸν εἰς τὰ κάτω Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ ἐκεῖ παθεῖν

[*](4 Vgl. I. Kor. 1.5, 20 — 5 Vgl. Gal. 4, 26 — 9. 16 Vgl. I. Kor. 15, 20 — 12 VgL Rom. 6, 5; 8, 29)[*](2 ;<Ἱεροσολύμοις—ἐν> Diehl Kl 4 ilUs < B 9 *** Koe, vgl. lat. 6f <καταλείπων καὶ> 18Vgl.gr. Ζ. 11f 19/20 iamtunc L und <Ἱερουσαλὴμ> Koe, vgl. lat. 23 culturae B)
v.10.p.115

ἀπὸ τῶν ἐν αὐτῇ πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων τοῦ λαοῦ, ἵαν δοξασθῇ <μὲν> ὑπὸ τῶν χωρούντων τὰς εὐεργεσίας αὐτοῦ οὐρανίων πρεσβυτέρων καὶ θειοτέρων ἀρχιερέων ὑπὸ ἀρχιερεῖ τῷ ἑνὶ τεταγμένων, δοξασθῇ δὲ ὑπὸ τῶν γραμματέων τοῦ λαοῦ ἀσχολουμένων περὶ γράμματα, οὐ τὰ γραφόμενα »μέλανι ἀλλὰ« τετρανωμένα »πνεύματι θεοῦ ζῶντος«, καὶ ἀποκτανθῇ μέν ἐν τοῖς κάτω Ἱεροσολύμοις, βασιλεύσῃ δέ ἀναστὰς ἐν »Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ«. τῇ τρίτη δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη, ἶνα ῥυσάμενος »ἀπὸ τοῦ πονηροῦ« κοὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν κοὶ ἡ ἀδικία καὶ ὁ πόλεμος καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματιζομένου εἰς ἄγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα »εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«, ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι αὐτὰς <γενομένοις> υἱοῖς τοῦ τάς.

[*](10 Vgl. II. Kor. 3, 3 - 14 Vgl. Hebr. 12, 22 - 17 Psal. 2, 6f - 22 Vgl. Matth. 6, 13 - 23 Vgl. Joh. 8, 44 - 26 Vgl. II. Kor. 11, 13 — 29f Vgl. I. Thess. 5, 23 - 30 Matth. 28, 19)[*](3 <μὲν> Koe 34 <γενομένοις> Kl, vgl. lat. 1 τοῦ <Μ)[*](29 fuerant G)
v.10.p.116

Ἐπεὶ δὲ ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι Χριστοῦ τοῦ υἱοῦ »τοῦ θεοῦ τοῦ ζῶντος«, ἥττονα δέ καὶ τοῦ ἀποκαλύψαντος αὐτῷ πατρὸς τὰ τηλικαῦτα περὶ αὐτοῦ οὐ γὰρ ἀποκεκάλυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι) διὰ τοῦτο προσλαβόμενος αὐτὸν κοὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας τοῦ Χριστοῦ, καὶ ὅτι ὁ υἱὸς τοῦ ζῶντος θεοῦ« οὐδέν ἐπιτιμήσεως λέγει ἢ πράττει ἄξιον, ἤρξατο ἐπιτιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλασμοῦ (οὐ γὰρ ἤδει πω ὅτι »προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι«) εἶπεν·

[*](8ff Vgl. Orig. hom. in I. Regn. 28 (III, 291, 19f): μεγάλα ᾔδει περὶ Χρισιοῦ, οὐκ ἠθέλησεν παραδέξασθαι τὸ ταπεινότερον περὶ αὐτοῦ. — 15. 24 Vgl. Matth. 16, 16 - 29 Rom. 3, 25)[*](30 ἑαυτοῦ Μ)[*](3 tibi esto B 4 qui] cui B L 4/5 sathanas B 12 dicens L 20 dei < G | eti] ac B 30 posuit Diehl | propitiatorem B (G) propitiationem L (Pasch))
v.10.p.117

ἵλεώς σοι, κύριε. οὗ τὴν μέν πρόθεσιν ἀποδεξάμενος τῇ δέ ἀγνοίᾳ ἐπιτιμῶν, διὰ μέν τὴν πρόθεσιν οὖσαν δεξιὰν λέγει αὐτῷ· ὕΠαγε ὀπίσω μου, οἱονεὶ καταλιπόντι τὰ] δι᾿ ὧν ἠγνόει καὶ οὐκ ὀρθῶς ἔλεγεν <τὸ> ἀκολουθεῖν τῷ διὰ δὲ τὴν ἄγνοιαν, ὡς ἀντικείμενόν τι ἔχοντι τοῖς τοῦ θεοῦ, εἶπε· σατανᾶ, ὅπερ ἐστὶν Ἑβραϊκῶς ΑΝΤΙΚΕΙΜΕΝΟΣ. εἰ δέ μήτε ἀπὸ ἀγνοίας εἰρήκει μήτε ἐπιτετιμήκει τῷ υἱῷ »τοῦ ζῶντος θεοῦ«, λέγο)ν αὐτῷ τὸ ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο, οὔτ’ ἂν εἶπεν αὐτῷ τὸ ὕπαγε ὀπίσω μου, ὡς καταλιπόντι τὸ εἶναι αὐτοῦ ὀπίσω καὶ ἕπεσθαι αὐτῷ, οὔτ’ ἂν ὡς ἀντικείμενα εἰρηκότι τοῖς ὑπ᾿ αὐτοῦ λελεγμένοις ἔλεξεν ἂν τὸ σατανᾶ. νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ κοὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκολουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγχάνειν τοῦ υἱοῦ τοῦ θεοῦ ποιῆσαι αὐτόν, δι᾿ ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ὅτι δέ ὀπίσω πρότερον ἦν(πρὶν τοῦτο ἁμαρτεῖν)

[*](1–11 Vgl. Β (Matthaei) I, 139, 13–16 An. — 9f Vgl. Hieron. 126 D: satanas interpretatur adversarius sive contrarius — 10 Vgl. Wutz, Onom. sacra 747 — 13 Vgl. Matth. 16,16 –16 —118, 13 Vgl. Β (Cramer) I, 348, 1–8, (Matthaei) I, 139, 20—26)[*](6 [τὰ] Kl 7 <τὸ> + καὶ? Μ 12 ἐπετετιμήκει Μ 13 τοῦ θεοῦ τοῦ ζῶντος Μ 14 τὸ < 17 εἶναι] 1. ἰέναι Diehl Kl, vgl. lat. | ἀπίσω οὐτοῦ Koe)[*](3 xps y Pasch ihs L 10 interpretati sunt L 13 filio G 14 tibi esto B L 28 <antea> vgl. gr.)
v.10.p.118

υἱοῦ τοῦ θεοῦ ὁ Πέτρος. δῆλον ἐκ τοῦ δεῦτε ὀπίσω μου, κοὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«.

Ἅμα δὲ συγκρινεῖς ὅτι πρὸς μὲν τὸν Πέτρον εἶπεν· ὕπαγε ὀπίσω μου, σατανᾶ, πρὸς δὲ τὸν διάβολον (εἰπόντα αὐτῷ· »πάντα ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι«) »ὕπαγε, σατανᾶ« χωρὶς τῆς ἀπίσω μου προσθήκης. τὸ γὰρ ὀπίσω τοῦ Ἰησοῦ εἶναι ἀγαθόν ἐστι· διὸ ἔρηται τὸ δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«. τοιοῦτον δέ ἐστι καὶ τὸ »ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος«. καὶ ἁπαξαπλῶς τήρει τὴν ὀπίσω λέξιν ὅτι ἀγαθὸν μέν ἐστι πρᾶγμα, ὅτε ὀπίσω κυρίου« τοῦ θεοῦ τις πορεύεται καὶ ὀπίσω τοῦ Χριστοῦ γίνεται· ἐναντίον δέ, ὅτε ῥίπτει τις τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω ἢ ὅτε παραβαίνει τὴν λέγουσαν ἐντολήν· ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου«. καὶ ὁ Ἠλίας δὲ ἐν τῇ τρίτη τῶν Βασι-

in principio vocationis eorum ita est dictum ad eos: »venite post me, et faciam vos piscatores hominum; et relictis omnibus secuti sunt eum«.

[*](3 Matth. 4, 19 — 5f Matth. 4, 20; 19, 27 — 7ff Vgl. Hieron. in Matth. 127 A: diabolo dicitiir: i-ade retro, Petrus audit: vade retro me, hoc est: sequere sententiam meam — 10 Matth. 4, 9f — 19 Matth. 4, 19 — 21 Matth. 10, 38 - 25 Vgl. Hos. 11, 10 ? - 27 Vgl. Esra ’ 19, 26? - 30 Sap. Sir. 18, 30)[*](3 ἡμᾶς Μ 10 εἰπόντα οὐτῶ < M 21 οὐχ αἵρει Μ)[*](11/12 tibi dabo L 15 iesum] ipH G 21 tollat G a 27 *** Kl Koe, vgl. gr. 31 concupiscentiam tuam y 32 ne] non L <B)
v.10.p.119

λειῶν πρὸς τὸν λαόν φησιν· »ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δέ ἐστι κύριος ὁ Βάαλ, πορεύεσθε ὀπίσω αυτου«. καὶ λέγει τοῦτο τῷ Πέτρῳ ὁ Ἰησοῦς στραφείς, καὶ τοῦτο <γὰρ> ευεργετων ποιει. καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην. ἀρκεῖ δέ ἐπὶ τοῦ πορόντος παραθέσθαι

[*](1 III. Regn. 18, 21 - 9 Matth. 4, 10 — 26 Psal. 6, 5 - 28 Vgl. Luc. 22, 61 f)[*](1 φησὶ H 13 <γὰρ> Kl, vgl. lat.)[*](1 regnorum + libro B L 7 diximus y* dicens L 8 dictvim est y* divertebantur L | quia < 9 vade satana y* ipse sathanas L ipse est sathanas μ | post y* ante L 10 autem y* ait: sed L 29 ubi ad conversionem B)
v.10.p.120

ἀπὸ τοῦ κατὰ Ἰωάννην »στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε;« ὅρα γὰρ ὅτι καὶ ἐν τούτοις τὸ »στραφεὶς« ἐπ᾿ εὐεργεσίᾳ γίνεται τῶν πρὸς οὓς ἐστράφη.

Μετὰ ταῦτα ζητητέον πῶς εἴρηκε τῷ Πέτρῳ τὸ σκάνδαλόν μου εἶ, μάλιστα ἐπεί φησιν ὁ Δαυίδ· »εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. φήσει γάρ τις· εἰ διὰ τὸ βέβαιον τῶν τὴν *** ἀγάπην ἐχόντων κοὶ ἀνεπιδέκτων ὄντων τοῦ σκανδαλίζεσθαι (ἡ ἀγάπη γὰρ »πάντα πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει«) εἴρηται τοῦτο ἐν τῷ προφήτῃ πῶς αὐτὸς ὁ κύριος, ὑποστηρίζων »πάντας τοὺς καταπίπτοντας« καὶ ἀνοφθῶν »πάντας τοὺς κατερραγμένους«, εἶπε τῷ Πέτρῳ· σκάνδαλόν μου εἶ; λεκτέον δὲ ὅτι ἀνεπίδεκτος μέν ἐστι τοῦ σκανδαλίζεσθαι οὐ μόνον ὁ σωτὴρ ἀλλὰ καὶ <πᾶς> ὁ ἐν ἀγάπῃ τετελειωμένος, τὸ

[*](4 Joh. 1, 38 –13 —121,9 Vgl. Β (Matthaei) I, 140, 3–10 — 16 Psal. 118, 165 ὄνομα hier wie XIII, 21 u. 29; lat.: legem = νόμον XII, 23 u. XIII, 17.29, dagegen: nomen [legem B] XIII, 21) - 21 I. Kor. 13, 7f — 21f (lat.) Vgl. I. Joh. 4, 18 - 25 Psal. 144, 14)[*](10 τὸ < H 13 i. m. ἀπορία H | μετὰ ταῦτα M 19 *** Diehl Kl Koe, vgl. lat. 27 κατηραγμένους Μ 29 i. m. λύσις H 32 <πᾶς> Diehl, vgl. lat.)[*](4 illos] eos L 5 eis < L 8 ei < 24 suffertDiehlKoe, vgl. gr. sustinet x 26 <omnia sustinet> Koe 29 dixit Diehl, vgl. gr.)
v.10.p.121

ὅσον δέ ἐφ᾿ ἑαυτῷ ὁ τό τοιαῦτα λέγων ἢ πράττων, σκάνδαλόν ἐστι καὶ τοῦ μὴ σκανδαλισθησομένου· εἰ μὴ ἄρα πάντα τόν μαθητὴν Ἰησοῦς ἁμαρτάνοντα σκάνδαλον καὶ ἑαυτοῦ ἀποκαλεῖ, ὡς πολλῷ μᾶλλον παρὰ Παῦλον διὰ τὴν ἀγάπην λέξων ἄν· »τίς ἀσθενεῖ, κοὶ οὐκ ἀσθενῶ; τις σκανδαλίζεται, κοὶ οὐκ ἐγὼ πυροῦμαι;« παρ’ ὃ δυνατὸν ποιῆσαι· τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ σκανδαλίζομαι; εἰ δὲ Πέτρος τότε διὰ τὸ ἵλεώς σοι, κυριε, ου μη εσται σοι τοῦτο) σκάνδαλον εἴρηται ὑπὸ τοῦ Ἰησοῦ, ὡς οὐ τὰ τοῦ θεοῦ ἐν οἷς εἶπε φρονῶν, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τί λεκτέον Περὶ πάντων τῶν ἐπαγγελλομένων μαθητεύεσθαι τῷ Ἰησοῦ, μὴ φρονούντων δὲ τὰ τοῦ θεοῦ καὶ μὴ σκοπούντων τὰ μὴ βλεπόμενα καὶ αἰώνια, φρονούντων δὲ τὰ τῶν ἀνθρώπων καὶ σκοπούντων τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἢ ὅτι οἱ τοιοῦτοι ἔτι μᾶλλον ἂν ὑπὸ τοῦ Ἰησοῦ ἀποκαλοῖντο σκανδαλον οὐτοῦ καὶ διὰ τὸ σκάνδαλα αὐτοῦ εἶναι καὶ τῶν ἀδελφῶν; ἐφ’ οἷς ὡς λέγει τὸ »ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν« κοὶ τὰ ἑξῆς,

[*](7 II. Kor. 11, 29 — 23ff Vgl. II. Kor. 4, 18 — 31/32 Matth. 25, 42)[*](4 πάντα < H 15 ἵλεος H 22 δὲ < Ha 28 ιυ] θυ M)[*](7 <Iesus> Diehl, vgl. gr. 9 dicit] dicebat B < L 21 omnibvis Kl hominibus x 22 non < R G 25 et> Koe 29 Christi] a Diehl 33 non dedistis] dedisti GL)
v.10.p.122

ουτως ειποι αν και το τρεχοντα ἐσκανδαλίσατέ με. μη νομισωμεν τοινυν το τυχον ειναι ἁμάρτημα τὸ φρονεῖν τὰ τῶν ἀνθρώπων, δέον ἐν πᾶσι φρονεῖν τὰ τοῦ θεοῦ. ἁρμόσει δέ λέγειν τοῦτο καὶ παντὶ τῷ ἀποπεπτωκότι μὲν δουμάτων θεοῦ καὶ λόγων ἐκκλησιαστικῶν καὶ φρονήματος ἀληθοῦς, φρονοῦντι δ’ ὡς ἀληθῆ (φέρε εἰπεῖν) τὰ Βασιλίδου ἢ Οὐαλεντίνου ἢ Μαρκίωνος ἤ τινος τῶν διδασκόντων τὰ ἀνθρώπινα ὡς θεῖα.

Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς οὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν καὶ τὰ ἑξῆς (16. 24–27).

[*](1 Vgl. Piov. 4, 12? — 30 Vgl. S. 118, 13)[*](7 τὸ < H 16 καὶ] + ἐν M 20 βασιλείδου? Μ 22 ὡς] κοὶ Μ 26 ἀκολουθεῖν] vgl. Hautsch TU. 34, 2a, 54)[*](7 ergo < B 24 tvmc iesus dixit] II secundum matheum. In iilo tempore dixit ihs L 25/26 post me venire B L 28 toUens y 29 me + omelia Origenis de eadem tc L)
v.10.p.123

Διὰ τούτων δείκνυται, ὅτι τὸ θέλειν ὀπίσω τοῦ Ἰησοῦ ἐλθεῖν καὶ ἀκολουθεῖν εἶν αὐῷ οὐκ ἀπὸ τοῦ τυχόντος ἀνδραγαθήματος γίνεται, καὶ οὐδεὶς μὴ ἀρνησάμενος ἑαυτὸν ἥκοι ἂν ὀπίσω τοῦ Ἰησοῦ. ἀρνεῖται δὲ ἑαυτὸν ὁ τὸν ἑαυτοῦ πρότερον κατὰ κακίαν βίον γεγενημένον τῇ ἀξιολόγῳ μεταβολῇ ἀπαλείφων, οἶον ὡς ἐπὶ παραδείγματος) ὁ πάλαι ἀκόλαστος ἀρνεῖται αὑτὸν ἀκόλαστον σωφρονήσας καὶ καθεξῆς.

[*](15 — 124, 8 Vgl. C luc Nr. 24 Or. . . . οἶον ὁ πάλαι ἀκόλαστος ἀρνεῖται ἑαυτὸν ἀκόλαστον σωφρονήσας καὶ ὁ πάλαι ἄδικος ἀρνεῖται ἑαυτὸν ἄδικον δικαιοπραγἤσας, καὶ ἐπὶ τῶν ὁμοίων, vgl. TU. 47, 2, 82)[*](18 τῇ] Ἰησοῦ Cliic Nr. 24 18/19 lat. las ἀπολείπων? Diehl Kl 21 σωφρονίσας Μ 22 καὶ καθεξῆς] τα κὰτα καθεξῆς Μ)[*](4 tollens R 5 et < R G 15 seipsum] semetipsum B Pasch 17 conversatione B Pasch <L)
v.10.p.124

ἀλλ᾿ εἰκὸς ἀντιπίπτειν τινά, εἰ ὥσπερ ἑαυτὸν ἠρνήσατο, οὕτως καὶ αὑτὸν ὁμολογεῖ, ἀρνησάμενος μέν ἑαυτὸν τὸν ἄδικον, ὁμολογῶν δέ ἑαυτὸν τὸν δίκαιον. ἀλλ᾿ εἴπερ Χριστός ἐστιν ἡ δικαιοσύνη, ὁ τὴν δικαιοσύνην ἀνειληφὼς οὐχ ἑαυτὸν ἀλλὰ Χριστὸν ὁμολογεῖ. οὕτως κοὶ ὁ τὴν σοφίαν εὑρὼν δι᾿ αὐτοῦ τοῦ ἔχειν σοφίαν Χριστὸν ὁμολογεῖ. καὶ ὁ τοιοῦτός γε, »καρδίᾳ« πιστεύων »εἰς δικαιοσύνην«, καὶ »στόματι« ὁμολογῶν »εἰς σωτηρίαν« καὶ τοῖς ἔργοις Χριστῷ μαρ- τυρῶν***, ὡς ὁμολογήσας διὰ πόντων τούτων τὸν Χριστὸν »ἔμπροσθεν τῶν ἀνθρώπων«, ὁμολογηθήσεται ὑπ᾿ αὐτοῦ »ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρός«. οὕτω δέ καὶ ὁ μὴ ἀρνησάμενος ἑαυτὸν <ὁμολογεῖ μὲν ἀρνεῖται δέ τὸν Χριστὸν καὶ ὡς> ἀρνησάμενος τὸν Χριστὸν πείσεται τὸ »κἀγὼ αὐτὸν ἀρνήσομαι«. διὰ τοῦτο πᾶς διαλογισμὸς ἡμῶν καὶ νόημα καὶ πᾶς λόγος κοὶ Πᾶσα πρᾶξις πνεέσθω τῆς ἡμῶν Περὶ ἑαυτῶν μέν ἀρνήσεως, περὶ δὲ Χριστοῦ καὶ ἐν Χριστῷ μαρτυρίας <καὶ ὁμολογίας>. πείθομαι γὰρ πᾶσαν τὴν τοῦ τελείου πρᾶξιν μαρτύριον εἶναι Χριστοῦ Ἰησοῦ, καὶ τὴν πάσης ὁμαρτίας ἀποχὴν ἄρνησιν εἶναι ἑαυτοῦ φέρουσαν ὀπίσω τοῦ

[*](5ff Vgl. I. Kor. 1, 30 - 11 Vgl. Rom. 10, 10 - 15 11 Vgl. Matth. 10, 32 - 22 Matth. 10, 33 –29 —125, 10 Vgl. C luc Nr. 24 Or.)[*](13 χριστῷ Kl χυ MH 14 *** Koe, vgl. lat. 17 τοῖς < 19/20 <ὁμολογεῖ — καὶ <ὡς lat. 24 πνεέσθω Kl, vgl. lat. γινέσθω MH 27 <καὶ <καὶ ὁμολογίας> lat.)[*](3 confitetur G 15 <merebitur> Kl 27 spiret ρ spirat x 31 est x#x772;p#x772;i#x772; G ~ L | omnis G L)
v.10.p.125

Ἰησοῦ. ὁ δὲ τοιοῦτος Χριστῷ συνεσταύρωται, κοὶ ἄρας τὸν σταυρὸν ἑαυτοῦ ἀκολουθεῖ τῷ δι᾿ ἡμᾶς βαστάζοντι τὸν ἑαυτοῦ σταυρὸν κατὰ τὸ εἰρημένον οὕτω παρὰ τῷ Ἰωάννῃ »παραλαβόντες οὖν αὐτὸν ἐπέθηκαν αυτω« καὶ τὰ ἑξῆς εως του »οπου αυτον εσταυρωσαν«. ἀλλ᾿ ὁ μέν ἶν’ οὕτο)ς ὀνομάσω) κατὰ τὸν Ἰωάννην Ἰησοῦς »ἑαυτῷ« βαστάζει »τὸν σταυρὸν« καὶ »βαστάζων αὐτὸν ἐξῆλθεν«, ὁ δέ κατὰ τὸν Ματθαῖον κοὶ Μᾶρκον καὶ Λουκᾶν οὐχ ἑαυτῷ αὐτὸν αἴρει· Σίμων γὰρ ὁ Κυρηναῖος αὐτὸν βαστάζει. καὶ τάχα οὗτος μὲν εἰς ἡμᾶς ἀνοφέρεται, τοὺς διὰ τὸν Ἰησοῦν τὸν Ἰησοῦ σταυρὸν αἴροντος. αὐτὸς δὲ ὁ Ἰησοῦς εἰς ἑαυτόν· οἶον γὰρ δύο ἐπίνοιαι τοῦ σταυροῦ εἰσιν, ἑνὸς μὲν ὃν ὁ Σίμων ὁ Κυρηναῖος βαστάζει, ἑτέρου δέ ὃν αὐτὸς »ἑαυτῷ« ὁ Ἰησοῦς.

Ἔτι δέ εἰς τὸ ἀρνησάσθω ἑαυτὸν δοκεῖ μοι χρήσιμον εἶναι τὸ ὑπὸ τοῦ Παύλου ἀρνουμένου ἑαυτὸν εἰρημένον, οὕτο)ς ἔχον· »ζῶ δὲ οὐκ-

[*](1ff Vgl. Hieron. in Matth. 128 A: (qui) . . . tollitque crucem suam, et mundo crucifigitur. cui autem- mundus crucifixus est, sequitur dominum crucifixum — 1 Vgl. Gal. 2, 19 — 6 Joh. 19, 17–18 — 16f. 27 Vgl. Joh. 19, 17 — 21 Vgl. Matth. 27, 32 Parr. - 32 Gal. 2, 20)[*](3 ἑαυτοῦ] καὶ Μ 5 παρὰ τῶ ἐν M c, κατὰ τῶ ἐν M a 24 εἰς αὐτόν Μ 31 ἑαυτοῦ Μ 32 δὲ < Μ)[*](3 autem] enim G L 4 confixns] vgl. auch S. 126, 17. 29 <cruci> fixus Diehl, vgl. Itala)
v.10.p.126

έτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός«· τὸ γὰρ »ζῶ οὐκέτι ἐγὼ« φο)νὴ ἦν ἑαυτὸν ἀρνουμένου, ὡς ἀποθεμένου μὲν τὴν ἑαυτοῦ ζωήν, ἀνειληφότος δὲ εἰς ἑαυτὸν τὸν Χριστόν, ἵνα αὐτὸς ἐν αὐτῷ ζήσῃ ὡς »δικαιοσύνη« καὶ ὡς »σοφία« καὶ ὡς »ἀγισαμὸς« καὶ ὡς »εἰρήνη ἡμῶν« καὶ ὡς δύναμις θεοῦ«, πάντα ἐν αὐτῷ ἐνεργῶν. ἔτι δὲ καὶ τούτῳ πρόσχες ὅτι, πολλῶν ὄντων τῶν τρόπων τοῦ ἀποθνῄσκειν, ἐπὶ ξύλου« κρεμασθεὶς ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα πάντες οἱ ἀποθνῄσκοντες »τῇ ἁμαρτίᾳ« μὴ ἄλλῳ τρόπῳ ἀποθάνωσιν αὐτῇ ἢ τῷ κατὰ τὸν σταυρόν· διὸ ἐροῦσι τὸ »Χριστῷ συνεσταύρωμαι« καὶ τὸ ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου <ἡμῶν Ἰησοῦ δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμω«. τάχα γὰρ καὶ ἔκαστος τῶν συσταυρουμένων ρουμένων Χριστῷ ἀπεκδύεται »τὰς

[*](6 Vgl. I. Kor. 1, 30 - 7 Vgl. Eph. 2, 14 - 8 Vgl. I. Kor. 1, 24 — 9–127, 4 Vgl. Β (Matthaei) I, 142, 15–23 An. - 11 Vgl. Gal. 3 — 14 Vgl. Rom. 6, 2 - 16 f Gal. 2, 19 - 17 Gal. 6, 14 - 30 Vgl. Gal. 2, 19 - 31 f Kol. 2, 15)[*](9 ἐν ἑαυτῷ M 19/20 <ἡμῶν Ἰησοῦ Χριστοῦ> KI, vgl. lat. 30 γὰρ] δὲ Koe, vgl. lat.)[*](1. 3 iam non L 2 autem] vero L 7 eo μ eum x 17. 29 crucifixus L 18 mihi autem absit L mihi absit G ~ B Pasch 25 xpi < dni B)
v.10.p.127

ἀρχὰς καὶ τὰς ἐξουσίας« καὶ δειγματίζει αὐιὰς καὶ θριαμβεύει ἐν τῷ ξύλῳ, μᾶλλον δὲ Χριστὸς ἐν αὐτοῖς ταῦτα ποιεῖ.

Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῖς σῶσαι, ἀπολέσει αὐτήν. Ἀμφίβολος ἡ πρώτη λέξις· ἔστι γὰρ ἀπ᾿ αὐτῆς καθ᾿ ἕνα μὲν τρόπον ταῦτα νοῆσαι· εἴ τις ὡς φιλόζωος καὶ οἰόμενος τὴν ἐνεστηκυῖαν εἶναι ζωὴν ἀγαθόν, περιέπει τὴν ἑαυτοῦ ψυχὴν πρὸς τὸ ἐν σαρκὶ ζῆν, φοβούμενος ἀποθανεῖν ὡς διὰ〈τούτου〉 τοῦ θανάτου ἀπολέσων αὐτήν, οὗτος ἐν αὐτῷ τῷ θέλειν τὸν τρόπον τοῦτον σώζειν τὴν ψυχὴν ἑαυτοῦ ἀπολέσει αὐτήν, ἔξω ποιῶν αὐτὴν τῶν ὅρων τῆς μακαριότητος. εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωοῆς | μέχρι θανάτου ἀγωνίζεσθαι ὑπέρ ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν *** παραδιδοὺς αὐτὴν ὑπέρ

[*](17-128, 4 Vgl. C luc Nr. 24 Or. 17—128,13 Vgl. Β (Matthaei) I, 144, 15—145,2 An.)[*](3 ὁ χݲ ςݲ? M 7 αὑτοῦ verklext. M 21 〈τούτου〉 Diehl,vgl.lat. 22 οὕτως H 31 *** Diehl Kl Koe, vgl. lat.)[*](1/2 exuit . . . traducit μ exuet . . . traducet x 6f animam suamsalvam facere B 10 homini G c. r. 12f dabit homo commvitationem L 15 intelligere possumus B 19 optimam] + vitae B 20 *** Diehl, vgl. gr.)
v.10.p.128

εὐσεβείας τῷ κοινότερον ὀνομαζομένῳ θανάτῳ, οὗτος, ὡς δι᾿ ἐμὲ ἀπολέσας τὴν ψυχήν, σώσει αὐτὴν μᾶλλον καὶ περιποιήσεται ***. καὶ καθ᾿ ἕτερον δέ τρόπον οὕτως ἂν ἐκδεχοίμεθα τὸ ῥητόν· εἴ τις νοήσας, ὅ τι ποτέ ἐστιν ἡ σωτηρία, βούλεται κομίσασθαι τὴν σωτηρίαν τῆς ἑαυτοῦ ψυχῆς, οὗτος ἀποτεξάμενος τούτῳ τῷ βίῳ καὶ ἀρνησάμενος αὑτὸν καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῶν μοι ἀπολλύτω τῷ κόσμῳ την ψυχην εαυτου· εμου γὰρ ἕνεκεν κοὶ πάσης μου τῆς διδασκαλίας ἀπολλὺς αὐτήν, τέλος τῆς τοιαύτης ἀπωλείας *** κομίσεται τὴν σωτηρίαν.

[*](1 ὀνομάζω Μ 2 δι᾿ ἐμὲ] διὰ Χριστὸν 2 iste x* Pasch sed ρ 111. per- Cluc Nr. 24, vgl. lat. 4 *** Kl Koe, dito? Diehl, vgl. gr. 22 enim vgl. lat. ἑαυτὸν M 16 *** Diehl, < B Pasch 24 ostendens vgl. lat.)
v.10.p.129

Ἅμα δέ καὶ τήρει ὅτι έν μέν τῇ ἀρχῇ τὸ ὃς ἂν θέλῃ ειρηται, ἑξῆε δέ τὸ ὃς ἂν ἀπολέσῃ αυτην. θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπολέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς ἔχοντες καύχημα τὸ »ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι οὗ ὁ κόσμος« ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς »τῷ κόσμῳ«, ἵνα κομισώμεθα »τὸ τέλος τὴν σωτηρίαν τῶν ψυχῶν« ἡμῶν, ἀρχομένην ἀπὸ τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ᾿ εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερόμενον ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν καὶ τοὺς παρ’ αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοίμιον ἐσομένη τῆς μακαρίας σωτηρίας. δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρνεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδο-

[*](14 Vgl. Gal. 2, 19 — 15ff Vgl. Gal. 6, 14 - 18 Vgl. I. Petr. 1, 9 — 23—130, 6 Vgl. Ciuc Nr. 24 Or.)[*](6 ὄν < Μ 17 ὁ <Μ 31—130,6 δοκεῖ—σωζομένην] stimmt nicht recht mit lat. Ζ. 31 — 130, 10)[*](12 salvari Diehl, vgl. gr.)
v.10.p.130

μένα, ἀπολλύναι δεῖν ἕκαστον τὴν ἑαυτοῦ ψυχήν. ἀπολλύτω οὖν ἕκαστος τὴν ἑαυτοῦ ἁμαρτάνουσαν ψυχήν, ἵνα ἀπολέσας τὴν ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδέν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ. κερδαίνει δ’ (oἶμαι) τὸν | ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ. δύο δὲ Προκειμένων, ἤτοι διὰ τὸ κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυχήν, Πολλῷ μᾶλλόν ἐστιν αἱρετώτερον ζημιωθῆναι μέν ἡμᾶς τὸν κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν ἐκ τοῦ διὰ Χριστὸν αὐτὴν ἀπολέσαι.

[*](9–131, 20 Vgl. Β (Matthaei) I, 146, —20 An. - 21 Vgl. Gal. 6, 14)[*](4 ἴνα < H a | ἀπολέσας] + ψυ H a (Dittographie) 24 αὐτοῦ Μ)[*](4 perdit] perdet G 6 perdit] perdet G L 12 faciat] patiatur B lucretur L 14 abneget G a 24 animae suae B Pasch 26 mundum < G a 30 magis] + autem L)
v.10.p.131

Τὸ δέ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; δόξειμὲν ἐΠαπορητικῶς εἰρημένον δύνασθαι δηλοῦν καὶ τὸ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀποδεδομένον τὴν οὐσία, ἵνα ψωμίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος. καὶ ἀποφαντικῶς δ’ οἶμαι δηλοῦν ὅτι οὐκ ἔστι τι τῷ ἀνθρώπῳ, ὅπερ δοὺς ὡς ἀντάλλαγμα τῆς ψυχῆς ἑαυτοῦ κεκρατημένης ὑΠὸ τοῦ θανάτου, λυτρώσεται αὐτὴν ἐκ χειρὸς αὐτοῦ. ἄνθρωπος μὲν οὖν οὐκ ἂν δῴη τι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, θεὸς δέ τῆς πάντων ἡμῶν ψυχῆς ἀντάλλαγμα ἔδωκε τὸ τίμιον αἷμα τοῦ Ἰησοῦ καθὸ τιμῆς« ἠγοράσθημεν, οὐ φθαρτοῖς, ἀργυρίαῳ ἢ χρυσίῳ« ἀπολυτρωθέντες, »ἀλλὰ τιμίῳ αἵματι ὡς αμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ«, καὶ ἐν Ἡσαΐᾳ λέλεκται τῷ Ἰσραήλ· ἔδωκά σου ἀντάλλαγμα Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Σοήνην ὑπὲρ σοῦ, ἀφ᾿ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης«· ἄλλαγμα γὰρ φέρ’ εἰπεῖν) ὑπὲρ τῶν πρωτοτόκων τοῦ Ἰσραὴλ τὰ Πρωτότοκα γέγονεν Αἰγυπτίων, κοὶ ὑπέρ τοῦ Ἰσραὴλ οἱ ἀποθανόντες Αἰγύπτιοι ἐν ταῖς λοιποῖς μάστιξι τοῖς ἐπεληλυθυίαις ἐπ᾿ Αἴγυπτον καὶ ἐν τῷ μετὰ τὰς μάστιγας καταποντισμῷ.

[*](7 Vgl. I. Kor. 13, 3 - 20 Vgl. I. Kor. 7,23 - I. Petr. 1, 18f - 25 Jes. 43, 3 f - 25 ff Vgl. Hieron. in Matth 128 A: 128 A: pro Israhel datur commutatio Aegyptus et Aethiopia et Soene)[*](7/8 ψωμίσῃ <ἄνθρωπος> Kl, vgl. lat. 30–32 τὰ–Ἰσραὴλ<H)[*](10 x* aliquis ρ 17 <nostrum> Diehl, vgl. gr.)
v.10.p.132

ἀπὸ τούτων δὲ ὁ δυνάμενος ἐξεταζέτω εἰ τοῦ ἀληθινοῦ Ἰσραὴλ ἄλλαγμα δίδοται ὑπὸ τοῦ θεοῦ »ῥυομένου τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ« ἡ ἀληθινὴ Αἰθιοπία καὶ (ἵν' οὕτως ὀνομάσω) Αἴγυπτος, καὶ τῆς Αἰγύπτου ἡ Σοήνη. ἵνα δέ τολμηρότερον ζητήσω, τόχα Σοήνη μὲν ὑπέρ τῆς Ἱερουσαλήμ, Αἴγυπτος δὲ ὑπὲρ τῆς Ἰουδαίας, Αἰθιοπία δὲ ὑπέρ τῶν φοβουμένων, ἑτέρων ὄντων πορὰ τὸν Ἰσραὴλ καὶ τὸν οἶκον Λευῒ κοὶ τὸν οἶκον Ἀαρών.

Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. Νῦν μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλήλυθεν <ἀλλ'> οὐκ ἐν τῇ αὐτοῦ· »εἴδομεν« γὰρ αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδέ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον κοὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. καὶ ἔδει αὐτὸν τοιοῦτον ἐληλυθέναι, ἵνα »τὰς ἁμαρτίας ἡμῶν φέρῃ καὶ περὶ ἡμῶν« ὀδυνηθῇ· οὐδέ γὰρ ἔπρεπε τὸν ἐν δόξῃ φέρειν »τὰς ἁμαρτίας ἡμῶν καὶ« ὀδυνηθῆναι

[*](3 Psal. 129, 8 - 23 Jes. 53, 2f - 32 ff Vgl. Jes. 53, 4)[*](22 <ἀλλ'> οὐκ Hu, vgl. 31 1. <ἀλληθῶς> ἔδει Kl nach vgl. lat. 33 οὐ ycio H)[*](27 dolore x* dedecore ρ 28/29 adversa G a B 29 <et despecta> Koe 32/33 nobis + ipse B)
v.10.p.133

»περὶ ἡμῶν«. ἀλλὰ καὶ ἔρχεται ἐν δόξῃ προευτρεπίσας τοὺς μαθητὰς διὰ τῆς μὴ ἐχούσης »εἶδος μηδέ κάλλος« ἐπιφανείας αὐτοῦ. καὶ γενόμενος ὡς αὐτοὶ Πρὸς τὸ γενέσθαι αὐτοὺς ὡς αὐτός, »συμμόρφους τῆς εἰκόνος« τῆς δόξης αὐτοῦ, ἐπεὶ πρότερον αὐτὸς γέγονε σύμμορφος »τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν«, ἡνίκα »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν« ἀποκαθίσταταί τε ἐΠὶ τὴν τοῦ θεοῦ μορφὴν καὶ ποιεῖ αὐτοὺς »συμμόρφους« αὐτῇ.

Ἐὰν δέ <τροπικῶς> κατανοῆσαι τὰς τοῦ λόγου διαφοράς, ἐν μωρίᾳ »κηρύγματος« καταγγελλομένου τοῖς πιστεύουσι καὶ ἐν σοφίᾳ λαλουμένου »τοῖς τελείοις«, ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει δούλου μορφήν«, ὥστ᾿ ἄν εἰπεῖν αὐτούς· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος«, τοῖς δέ τελείοις ἔρχεται »ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ«, λέξουσιν ἂν τὸ καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας«. καὶ γὰρ τοῖς τελείοις φαίνεται ἡ δόξα τοῦ λόγου καὶ τὸ μονογενές αὐτοῦ τῷ πατρὶ

[*](3 Jes. 53, 2 f — 5 Vgl. Gal. 4, 12 ? — 6. 13 Röm. 8, 29 - 9 Phil. 3, 21 — 10. 21 Phil. 2, 7 - 17 Vgl. I. Kor. 1, 21 - 19 Vgl. I. Kor. 2, 6 — 23 Jes. 53, 2 — 26 (vgl. 16ff) Joh. 1, 14)[*](2 προευτρεπίσας Kl, vgl. lat. προευτρεπίσαι MH 15 <τροπικῶς> Klnach Diehl Koe, vgl. lat. und S. 163, 5 26 λέγουσιν ν 31 τῷ πατρὶ θεῷ] 1. τὸ παρὰ θεοῦ ? Kl <ἐν> τῷ πατρὶ θεῷ)[*](10/11 accipiens G 12 formam y 12 ff hier f olgt in x cler Absatz quando ista — opera bona (S. 135, 18—136, 19). umgestellt von KI 19 <dicitur> nach Diehl Koe 29 enim] autem P.)
v.10.p.134

θεῷ καὶ τὸ τῆς »χάριτος πλῆρες« ὁμοίως δὲ καὶ τῆς »ἀληθείας«· ὅπερ οὐ δύναται χωρῆσαι ὁ δεόμενος πρὸς τὸ πιστεύειν τῆς μωρίας »τοῦ κηρύγματος«. μέλλει δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ οὐ μόνος. ἀλλὰ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ εἰ δύνασαι νοῆσαι πάντας τοὺς συνεργοὺς τῆς δόξης τοῦ λόγου καὶ τῆς ἀποκαλύφεως τῆς σοφίας ἅπερ ἐστὶν ὁ Χριστὸς) | συνεπιδημοῦντας αὐτῷ, ὄφει τίνα τρόπον ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ πρόσχες, εἰ δύνασαι ἐν τούτοις τοὺς πρότερον παθόντας προφήτας ἀναλογίαν φάσκειν ἐσχηκέναι πρὸς τὸν μὴ ἐσχηκότα »εἶδος μηδὲ κάλλος« λόγον, τῷ μὴ ἔχειν τι »εἶδος μηδέ κάλλος« λόγων. ὥσπερ δέ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, οὕτως ἄγγελοι γινόμενοι οἱ ἐν τοῖς προφήτις λόγοι μετ’ αὐτοῦ παραγίνονται, τὴν ἀναλογίαν σώζοντες τῆς ἑαυτῶν δόξης.

[*](4 f Vgl. I. Kor. 1, 21 — 23 f Vgl. Jes. 53, 2)[*](9 νοῆσαι <H 24 ἔχειν τι Kl, vgl. lat. ἔχοντι Μ H 25 λόγων Kl, vgl. lat. λόγω Μ H 27 αὐτοῦ Μ)[*](2/3 <ad credendum> Diehl Koe, vgl. gr. 3/4 praedicatione G 7/8 operarios R G 8 <gloriae> nach Diehl Koe, vgl. gr.)
v.10.p.135

ἐπὰν δὲ τοιοῦτος μετὰ τῶν ἀγγέλων αὐτοῦ ἐπιδημήσῃ <τῷ πιστεύοντος νῷ> ὁ λόγος, ἑκάστῳ τῆς δόξης ἑαυτοῦ καὶ τῆς λαμπρότητος τῶν ἀγγέλων ἑαυτοῦ κατὰ τὴν ἑκάστου πρᾶξιν. ταῦτα δὲ λέγομεν οὐκ ἀθετοῦντες καὶ τὴν ἁπλούστερον νοουμένην δευτέραν ἐπιδημίαν τοῦ υἱοῦ τοῦ θεοῦ. πότε δὲ ταῦτα ἀπαντήσεται ἢ ὅτε τὸ ἀποστολικὸν ἐκεῖνο πληροῦται λόγιον τὸ λέγον· τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἂ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«; εἰ δὲ ἑκάστῳ κατὰ τὴν πρᾶξιν ἀποδώσει, οὐ τὴν ἀστείαν μόνην <χωρὶς τῆς φαύλης> οὐδέ τὴν φαύλην χωρὶς τῆς ἀστείας, δῆλον ὅτι ἑκάστῳ ἀποδώσει κατὰ πᾶσαν φαύλην καὶ κατὰ πᾶσαν ἀστείαν πρᾶξιν. ὑπολαμβάνω δὲ ἐν τούτοις πειθόμενος καὶ τῷ ἀποστόλῳ, συβάλλων δὲ καὶ τὰ τοῦ Ἰεζεκιήλ,

[*](20 II. Kor. 5, 10)[*](6 <τῷ τοῦ πιστεύοντος νῷ> vgl. lat. 8 αὐτοῦ M 27 μόνην] ἐκείνην Μ | 〈χωρὶς τῆς φαύλης〉 Kl, vorl. lat.)[*](8 claritate B 11 melior quis y* magis melior L | fuerit <R 14 ipsius] eius B 19 impletur G L)
v.10.p.136

ἐν οἱς τοῦ τελείως ἐπιστρέψαντος ἀπαλείφεται τὰ ἁμαρτήματα καὶ τοῦ πάντη ἐκπεσόντος οὐ λογίζεται τὰ πρότερον κατορθώματα) ὅτι τοῦ μὲν τελειωθέντος καὶ πόντη τὴν κακίαν ἀποθεμένου ἀπαλείφεται τὰ ἀμαρτήματα, τοῦ δὲ πόντη | ἀποστατήσαντος τῆς θεοσεβείας οὐ λογίζεται εἴ τι πρότερον χρηστὸν αὐτῷ πέπρακται, ἡμῖν δέ τοῖς μεταξὺ τοῦ τελείου καὶ τοῦ ἀποστάτου παραστασιν »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ« δίδοται ἃ ἐπράξαμεν, »εἴτε ἀγαθὸν εἴτε φαῦλον«· οὔτε γὰρ τοσοῦτον ἐκαθαρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλογισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα.

Ἀμὴν λέγω ὑμῖν, 〈ὅτι〉 εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου (16, 28).

Ταῦτα ἀναφέρουσί τινες ἐπὶ τὴν »μεθ᾿ ἡμέρας ἓκ» ἢ (ὡς ὁ

[*](1ff Vgl. Ez. 18, 21f. 24 — 12 Vgl. II. Kor. 5, 10 — 26—137, 9 Vgl. Nr. 25 Or. (vgl. Π 189, 17—19) — 26—137, 17 Vgl. Β (Matthaei) 15—26 An. — 26ff Vgl. Harnack TU. 42, 4, 22 — 27 Vgl. Matth. 17, 1)[*](20 μὴν H <ὅτι> Koe 22/23 γεύσονται Μ)[*](7 *** Diehl, vgl. gr. 18 qua y quae L 24 suo + III. secundum matthm L 24—25 et—sex y* str. Kl in illo tempore assumpsit lesus Petrum et lacobum et lohannem fratrem eius in montem excelsum seorsum et transfiguratus est ante eos. omeha Origenis de eadem levtione L)
v.10.p.137

Λουκᾶς φησιν) ὀκτὼ ἀνάβασιν τῶν τριῶν ἀποστόλων εἰς τὸ »ἡψηλὸν« μετὰ τοῦ Ἰηαοῦ »κατ᾿ ἰδίαν ὄρος«. καί φασιν οἱ οὕτω διηγούμενοι ὅτι οὐκ ἐγεύσαντο θανάτου Πέτρος καὶ οἱ λοιποὶ δύο Πρὸ τοῦ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασοέίᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ. ἰδόντες γὰρ »ἔμπροσθεν αὐτῶν« μεταμορφωθέντα τὸν Ἰησοῦν, ὡς λάμψαι »τὸ πρόσωπον αὐτοῦ« κοὶ τὰ ἑξῆς, ἑωράκασι »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«. καὶ γὰρ ὡς περιεστήκασι βασιλέα δορυφόροι τινές, οὕτως »Μωσῆς καὶ Ἠλίας ὤφθησαν« τοῖς ἀναβεβηκόσιν εἰς τὸ ὄρος μετὰ τοῦ Ἰηοοῦ λαλοῦντες. ἄξιον δὲ ἐπιστῆσαι, εἰ ἐΠὶ τούτους ἀναφέρεται τὸ καθίσαι »ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ σωτῆρος »ἐν τῇ βασιλείᾳ« αὐτοῦ, ὡς τὸ »ἀλλ᾿ οἷς ἡτοίμασται« διὰ τούτους λελέχθαι. αὕτη δὲ ἡ διήγησις περὶ τοῦ μὴ γεύσασθαι θανάτου τοὺς τρεῖς ἀποστόλους, ἕως ἂν ἴδωσι τὸν Ἰησοῦν μεταμορφούμενον, ἁρμόζει τοῖς ὡς ὁ Πέτρος ὠνόμασε) γενομένοις »ὡς ἀρτιγέννητα βρέφη«, τὰ

[*](1 Vgl. Luc. 9, 28 — 2 Vgl. Matth. 17, 1 — 9f Vgl. Matth. 17, 2 — 14 Marc. 9, 1 — 17 Vgl. Matth. 17, 3 — 20ff Luc. 9,31 — 24—28 Vgl. C luc Nr. 26 Or. — 25ff Matth. 20, 21. 23 — 34f I. Petr. 2, 2)[*](9 δόξῃ] + τῆς μεταμορφώσεως C luc Nr. 24 34 τὰ < Μ)[*](14 venientem G 31 1. factis ? K l)
v.10.p.138

ἐπιποθοῦντα »τὸ λογικὸν ἄδολον γάλα«. πρὸς οὓς ὁ Παῦλος λέγει· »γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα« καὶ τὰ ἑξῆς. καὶ πᾶσα δ’ οἶμαι) ἡ Πρὸς τὸ ῥητὸν οἰκοδομεῖν δυναμένη τοὺς μὴ χωροῦντας μείζονα διήγησις γάλα ἂν εὐλόγως ὀνομάζοιτο, τό ῥέον ἀπὸ τῆς ἁγίας τῶν γραφῶν γῆς, τῆς ῥεούσης »μέλι καὶ γάλα«. ἀλλ᾿ ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπογαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ Πάσῃ γραφῇ <στερεωτέραν τροφήν>, ἑτέραν οἶμαι) οὖσαν τοῦ βρώματος μέν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λαχάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἐσχυρῷ δέ, ἀλλ᾿ ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ »ὁ ἀσθενῶν λάχανα ἐσθίει«. ὁμοίως καὶ ὁ ὡς ὁ Σαμουὴλ ἀπογαλακτισθεὶς καὶ <προσαγόμενος ἀπὸ τῆς ἐνώπιον τοῦ θεοῦ καὶ> ἀνατιθέμενος ἀπὸ τῆς μητρὸς τῷ θεῷ αὕτη δὲ Ἄννα ἦν, ἥτις ἑρμηνεύεται ΧΑΡΙΣ)· καὶ εἴη ἂν τῆς χάριτος υἱὸς ὁ ζητῶν, ὡς ἐν ναῷ τρεφόμενος θεοῦ, κρέατα, ἁγίαν τροφὴν τελείων ἅμα καὶ ἱερέων.

[*](3 I. Kor. 3, 2 — 11 Vgl. Ex. 13, 5 — 11 ff Vgl. Gen. 21, 8 — 16ff Vgl. Hebr. 5, 14 — 22 Röm. 14, 2 — 24 Vgl. I. Regn. 1, 23ff — 27 Vgl. Wutz, Onom. sacra 740)[*](12 ἄξιος Kl, vgl. lat. ἀξίως M H 16/17 <στερεωτέραν τροφήν> ἑτέραν Kl mit Diehl Koe, vgl. lat. στερεὰν H ίαν Μ 23 ὁ < Μ 24 ὁ < H 25/26 <προσαγόμενος—καὶ> Kl nach Diehl Koe 31 κρέα H)[*](8 eos <G 10 fluet G 11 *** Kl Koe, vgl. gr. 20 ablactato lacte G 24 manducat Ga | et <qui ut>? Kl 29 fuerit] est R | ut <RG c)
v.10.p.139

Τὰ οὖν εἰς τὸν προκείμενον τόπον βλεΠόμενα ἐπὶ τοῦ πορόντος ἡμῖν τοιαῦτά ἐστιν. ἦσάν τινες ἑστῶτες ὅπου ὁ Ἰησοῦς κοὶ ἐρηρεισμένας ἔχοντες τὰς τῆς ψυχῆς βάσεις παρὰ τῷ Ἰησοῦ, καὶ ἦν αὐτῶν ἡ τῶν ποδῶν στάσις συγγενὴς τῇ περὶ ἧς εἶπε Μωσῆς στάσει ἐν τῷ »κἀγὼ ἔστην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας«, ἀξιωθεὶς καὶ τοῦ »σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ«, λεγομένου πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἀξιοῦντος αὐτὸν στῆναι παρ’ αὐτῷ. οὗτοι δὴ οἱ ἑστῶτες παρὰ τῷ Ἰησοῦ, τουτέστι παρὰ τῷ λόγῳ τοῦ θεοῦ, οὐ πάντες ἐπίσης ἑστήκασιν. ἔστι γὰρ καὶ ἐν τοῖς ἑστηκόσι παρὰ τῷ Ἰησοῦ πρὸς ἀλλήλους διαφορά· διὸ οὐ πάντες οἱ ἐστῶες παρὰ τῷ σωτῆρι, ἀλλὰ τινὲς αὐτῶν ὡςβέτιον ἑστηκότες οὐ γευ<σόμενοι λέγ> θανάτου, ἕως ἂν ἴδωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα λόγον καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ· οὐ γὰρ ἀεί, ὅτε ἔρχεται ὁ λόγος, ἐν τῇ βασι-

[*](3—28 Vgl. Β (Matthaei) I, 148, 27–149, 10 (?) An. — 3—12 Vgl Clue Xr. 27 Or. — 3ff Vgl. Orig. tom. ΧΧ, 43 in Joh. (IV, 387, 7ff) - 9 Deut. 10, 10 - llff Vgl. Hier. in Marc. Aneed. Mareds. III, 2, 346ff - 12 Deut. 5, 31 — 19–140, 9 Vgl. C luc Xr. 27 Or.)[*](11 ἀξιωθεὶς Kl nach ’uc Nr. 27 (vgl. Hu) ἀξιωθέντι MH 13 αὐτῶ Μ 271 ἐν τῇ ἑαυτοῦ βασιλείᾳ Μ 23 γευ<σόμενοι λέγ> ονται Koe, vgl. lat. 29 λόγος Koe, vgl. lat. Ἰησοῦς MH)[*](2 *** Kl nach Diehl, vgl. gr. 5 lesum G Pasch xpm L (B vac.) 16 quidem R G (B vac.) ibidem L 17 apud y* < L 19 stant] L (B vac.) 24 gustare L (vgl. Pasch) 27/28 venire in regno suo refertur L)
v.10.p.140

λείᾳ αὐτοῦ ἔρχεται· ἐπεὶ τοῖς εἰσαγομένοις τοιοῦτός ἐστιν, ὥστε εἰπεῖν ἂν οὐτοὺς βλέποντος αὐτόν, οὐκ ἔνδοξον οὐδὲ μέγαν, ἀλλ᾿ ὑποδεέστερον πολλῶν ἐν ἀνθρώποις λόγων· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων«. καὶ τοῦτα ἐροῦσιν οἱ ἰδόντες αὐτοῦ τὴν δόξαν Περὶ τῶν προτέρων ἑαυτῶν χρόνων, ὅτε κατὰ τὰς ἀρχὰς οὐκ εἶχεν«αὐτοῖς »εἶδος οὐδέ κάλλος« ὁ ἐν εἰσαγωγῇ νοούμενος λόγος. ἔστιν οὖν τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανερώτατα ἀνειληφότος λόγου, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανεφώσεως ὄρος. οὗ τινες τῶν ἐστώτων παρὰ τῷ Ἰησοῦ ἀξιοῦνται, ἐὰν ὦσιν ἤτοι Πέτρος, οὗ Πύλοι ᾅδου οὐ κατισχύουσιν«, ἢ τῆς βροντῆς υἱοὶ« καὶ γεννώμενοι ἀπὸ τῆς μεγαλοφωνίας τοῦ θεοῦ βροντῶντος κοὶ μεγάλα

[*](1 ff Vgl. Orig. c. Cels. VI, 77 (II, 147, Iff) - 6. 13 Jes. 53, 2f — 15–141, 3 Vgl. Ciuc Nr. 27 Or. - 30 Vgl. Matth. 16, 18 Par. - 31 Vgl. Marc. 3, 17)[*](6 λόγον H 14 συναγωγῇ H 20 τι | H 21 πᾶσιν] πᾶσι τοῖς Μ 31 ἢ + οἱ H | καὶ] οἱ Koe, vgl. lat.)[*](20 digniosior GL 26 *** Kl Koe, vgl. gr. 28. 33 tonitrus G a)
v.10.p.141

οὐρανόθεν βοῶντος τοῖς ἔχουσιν »ὦτα« καὶ σοφοῖς. οἱ τοιοῦτοι γοῦν οὐ γεύονται θανάτου.

Εἰ δέ παρὰ τὰ εἰρημένα σαφέστερον ἐκθέσθαι δεῖ, τί δηλοῦται ἐν τῷ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τι σημαίνεται ἐν τῷ ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυμάμει«, τὰ εἴτε ἐλλαμπόμενα ἐν ταῖς καρδίαις ἡμῶν εἴτε ζητοῦσιν εὑρισκόμενα εἴτε ὑπεισιόντα τοὺς λογισμοὺς ἡμῶν ἕκαστος δέ ὡς βούλεται κρινέτω) ἐκθησόμεθα. ὁ δὲ ὁρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχήν, λύοντος κοὶ διελέγχοντος πάσας πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν υἱὸν τοῦ ἀνθρώπου (κατὰ Ἰωάννου λόγον τὸν λόγον τοῦ θεοῦ) ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν λόγον οὐ μόνον λύοντα *** ndaav τὴν

[*](2 Vgl. Matth. 11, 15 usw. - 4. 9 (lat.). 11 Vgl.Marc.9, 1 — 8 — 142, 26 Vgl Ciuc Nr. 27 Or. — 24f Joh. 1, 1; Apoc. 19, 13)[*](2 οἶν Μ 6–142, 26 hier nach lat., hinter S. 150,14 MH 10 καὶ Kl mit C luc Nr. 27 lat. ἢ MH 13 ἐλαμπόμενα ἐν ταῖς Μ λαμπόμενα ταῖς H a, s. 1. add. ἐλ Hc 18 δὲ ὁρῶν Kl, vgl. lat. θεωρῶν M H 20 ὑΠὸ Kl mit C luc Nr. 27 lat. ὑπὲο Μ H 26 βλέπει Ciuo Nr. 27, vgl. lat. 27 λύοντα <καὶ διελέγχοντα> Koe, vgl. lat.)[*](2 videant B 15 1. exponeraus ? Kl 17 solvit Qc B Pasch solvet G a L I convincet L 24 dei < 25 f videt verbum tlei] verbum dei fihum videt L 27 f <omnes> Diehl, vgl. gr.)
v.10.p.142

τῶν ἐναντίων πιθανότητα, ἀλλὰ καὶ τὰ ἴδια τρανότατα παριστάντα, βλέποι ἂν αὐτοῦ Πρὸς τῇ βασιλείᾳ καὶ τὴν δόξαν. καὶ ὁ τοιοῦτός γε ἐν αὑτῷ βλέΠοι ἂν »τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει«· καὶ τοῦτο βλέποι ἂν *** ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, βασιλευούσης ἐν τῷ θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ᾿ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μέν ἐντὸς ἡμῶν« ἐστιν, ἐνεργείᾳ δὲ καὶ ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, ἐντὸς« τῶν τελείων μόνων. ταῦτα μέν οὖν ἑστῶσι τοῖς μαθηταῖς ὁ Ἰησοῦς οὐ περὶ πόντων οὐτῶν, ἀλλὰ περί τινων προφητεύων ἐπηγγείλατο.

[*](5 12 Marc. 9, 1 — 19f Luc. 17, 21; Marc. 9, 1 - 27 I. Kor. 3, 1—3)[*](5 αὑτῷ Kl αὐτῶ Μ H 13***Diehl 7 non1] et non B 17 sed <sem- Kl, vgl. lat. 25/26 περί τινων] πε H per> Diehl, vgl.)
v.10.p.143

33. Τί δέ τὸ γεύεσθαι θανά του κατανοητεον. καὶ ἔστιν ἡ μὲν ζωὴ ὁ εἰπὼν »ἐγώ εἰμι ἡ ζωή«. καὶ οὕτη γε ἡ ζωὴ« κέκρυΠται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ« καὶ ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε σὺν αὐτῷ« φανερωθήσονται οἱ ἄξιοι τοῦ »σὺν αὐτῷ« φανερωθῆναι »ἐν τῇ δόξῃ«. ὁ δὲ ἐχθρὸς ταύτης τῆς ζωῆς, ὃς καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται« πόντων τῶν ἐχθρῶν αὐτοῦ, »θάνατός ἐστιν, ὃν ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθηῄσκει, ἐναντίως διατιθεμένη τῷ γινομένῳ περὶ τὴν κατορθοῦσαν ψυχὴν καὶ ἐκ τοῦ κατορθοῦν ζῶσαν.

[*](2 I. Kor. 2, 6 — 12–145, 28 Vgl. C luc Nr. 27 Or. - 16 Joh. 11, 25: 14, 6 - 18. 21 ff Kol. 3, 3f - 28 f Vgl. I. Kor. 15, 26)[*](10 verbi2] eius B 28/29 inimicorum omnium GL 29 quam Kl qua Χ)
v.10.p.144

καὶ ἐπὰν λέγηται ἐν τῷ νόμῳ· δέδωκα πρὸ προσώπου σου τὴν ζο)ὴν κοὶ τὸν θάνατον«, »ἔκλεξαι τὴν ζωήν«, περὶ τοῦ εἰπόντος ἐγώ εἰμι ἡ ζωὴ« ταῦτά φησιν ἡ γραφὴ καὶ περὶ τοῦ ἐχθροῦ αὐτοῦ θανάτου, ὧν τὸ ἕτερον ἕκαστος ἡμῶν δι᾿ ὧν πράττει ἀεὶ ἐκλέγεται. καὶ ἐπὰν »πρὸ προσώπου« ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πληροῦται ἐφ’ ἡμᾶς ἡ λέγουσα ἀρά· »καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι ἀπέναντι« καὶ τὰ ἐξῆς ἕως τοῦ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ἃ ὄψει«. ὥσπερ οὖν ἡ ζωὴ κοὶ ὁ ζῶν ἄρτος ἐστὶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν δοὺς τῷ κόσμῳ«, οὕτως ὁ ἐχθρὸς αὐτῷ θάνατος ἄρτος νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ ἤτοι ζῶντι τρέφεται ἄρτῳ ἢ νεκρῷ, δι’ ὧν παραδέχεται <ἔργων ἤ> δογματων ἀστείων ἢ φαύλων. εἶθ᾿ ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μέν αὐτῶν γεύσασθαι μόνον, ποτὲ δὲ ἐΠὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ μέν τις ἐνδεεστέρως ἐσθίει γευό-

[*](2 Deut. 30, 15. 19–5 Joh. 11, 25; 14, 6–14 Deut. 28. 66 — 16 Deut. 28, 67 - 19 Joh. 6, 33 — —145, 6, Vgl. Β (Matthaei) I, 149, 20 bis S. 150, 2 An. - 25 ff Vgl. Orig. tom. ΧΧ, 43 in Joh. (IV, 387, 3): γεύεται de θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ κοὶ ἐμφορεῖται κτλ.)[*](1 λέγεται H 8 ἕκαστος < add. i. m. M c 11 πρὸ < H 20 διδοὺς 24 <ἔργων ἤ> Kl, vgl. lat. | δογμάτων] ῥημάτων M 27 μόνων M 28 πλείων H 30 ἐνδεέστερον H)[*](1 et si <L 25 et <G)
v.10.p.145

μενος αὐτῶν, ὁ δὲ καὶ ἐμφορεῖται, ἀγαθὸς μέν ὢν ἢ ὁδεύων ἐπὶ τὸ ἀγθὸς εἶναι τοῦ ζῶντος ἄρτου κοὶ ἐξ οὐρανοῦ καταβεβηκότος, μοχθηρὸς δέ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος. καὶ τάχα οἱ μὲν σπανίως κοὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δέ <τελειότερον πνευματικὴν> ἀρετὴν οὐδὲ γεύονται αὐτοῦ, ἀλλ᾿ ἀεὶ ἄρτῳ τρέφονται ζῶντι. ἀκόλουθον οὖν ἦν τῷ Πέτρῳ, οὗ πύλαι ᾅδου οὐ κατισχύσουσι«, τὸ μηδὲ γεύσασθαι θανάτου, ἐπεὶ τότε γευέταί τις θανάτου καὶ ἐσθίει θανάτου, ὅτε πύλοι ᾅδου« κατισχύουσιν οὐτοῦ, καὶ ἀνάλογον ἐσθίει ἢ γεύεται θανάτου τῷ κατισχύειν αὐτοῦ ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ πλείονος ἢ ἐλάττονας ἅδου πύλας. ἀλλὰ καὶ τοῖς τῆς βροντῆς« υἱοῖς γεννηθεῖσιν ἀπὸ <μεγαλοφωνίας> ἀπὸ> βροντῆς, οὐρανίου ἀδύνατον ἦν γεύσασθαι θανάτου, τοῦ σφόδρα πόρρω τῆς μητρὸς οὐτῶν βροντῆς. ταῦτα δέ προφητεύει ὁ λόγος τοῖς

[*](3 Vgl. Joh. 6, 33 - 10 f Vgl. Joh, 6, 51 - 12. 16 Vgl. Matth. 16, 18 - 22 f Vgl. Marc. 3, 17)[*](8 <τελειότερον πνευματικὴν> Koe, vgl. lat. und Orig. Fragm. in Joh. (IV, 512,23; 519,21): ἀρετὴ διανοητική 10 οὐδὲ < Μ | γεύονται] + μὲν 11 τρέφονται] τῷ τρέφοντι M 13 κατισχύουσι M | μὴ M 16 κατισχύσουσιν H Ciuc Nr. 27 ? 23 <μεγαλοφωνίας — ἀπὸ> Diehl Koe, vgl. lat. u. S. 140, 31 ff 29 δὲ] 1. δὴ Koe, vgl. lat.)[*](9 susceperit L 13 f praevalebunt Kl praevalebant x 23 tonitro G a tonitru Qc L tonitruo B 29 perfectis ρ (in notis) perfectius R G L perfectus B)
v.10.p.146

τελειωθησομένοις καὶ ἐκ τοῦ ἑστηκέναι παρὰ τῷ λόγῳ ἐπὶ τοσοῦτον Προκόψασιν. ὥστε αὐτοὺς μηδὲ γεύσασθαι θανάτου, ἕως ἂν ἴδωσι τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ᾿ ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ Περιέλκοντος λόγου φαντασίᾳ ἀληθείας τοὺς μὴ δυναμένους διαρρῆξαι τοὺς τοῦ περισπασμοῦ μοῦ δεσμοὺς καὶ ἀνλθεῖν ἐπὶ τὸ ὕφος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου.

Ἀλλ᾿ ἐπεὶ δόξοι ἄν τις τὴν τοῦ σωτῆρος ἐπαγγελίαν περιορίζειν χρόνῳ τὸ μὴ γεύσασθαι θανάτου, ὅτι οὐ γεύσονται μέν θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, μετὰ δὲ τοῦτο γεύσονται αὐτοῦ. παραστήσωμεν κατά τινα συνήθειαν τῆς γραφῆς τὸ ἔως δηλοῦν τὸν κατεπείγοντα Περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε πάντως μετὰ τὸ ἕως γενέσθαι τό ἐναντίον τῷ δηλουμένῳ. φησὶ δὲ ὁ σωτὴρ τοῖς ἕνδεκα μαθηταῖς, ἡνίκα ἀνέστη ἀπὸ τῶν νεκρῶν πρὸς ἑτέροις καὶ τὸ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«. ἆρα γὰρ εἰπὼν τοῦτο. »ἕως« μὲν τῆς συντε-

[*](9ff Vgl. Luc. 8, 29 — 23–148, 10 ? Vgl. CiucNr. 27 Or. - 30. 33 Matth. 28,20)[*](1/2 ἐκστῆναι Μ 3/4 γεύεσθαι M 4 ἴδωσιν Μ 14 τισ<ιν> Koe, vgl. 16 τοῦ μὴ Μ 21/22 παραστήσομεν Μ 22/23 τινα . . . δηλοῦν] τίαν . . . δηλοῖ Koe, vgl. lat. 33 μὲν < H a s. 1. H c)[*](11 <altitudinem> Diehl, vgl. gr. 17 f non quidem] quidam non B 26 f antea non fuerit B 27 vgl. gr. Ζ. 23f 29/30 resurrexisset v* surrexisset L)
v.10.p.147

λείας τοῦ αἰῶνος« ἔμελλεν αὐτοῖς συνέσεσθαι, μετὰ δὲ τὴν συντέλειαν τοῦ αἰῶνος, ἐνισταμένου τοῦ ἑτέρου τοῦ καλουμένου μέλλοντος) οὐκέτι συνέσεσθαι αὐτοῖς ἐπηγγέλλετο, ὡς κατὰ τοῦτο κρεῖττον εἶναι ἂμ τοῖς μαθηταῖς τὸ »ἕως τῆς συντελείας τοῦ αἰῶνος« περὶ αὐτοῖς κατάστημα τοῦ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος; ἀλλ᾿ οὐκ ἂν οἶμαί τινα τολμῆσαι λέγειν ὅτι μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος οὐκέτι συνέσται τοῖς μαθηταῖς ὁ υἱὸς τοῦ θεοῦ, ἐπεὶ ἡ λέξις ἐπὶ τοσοῦτον ἔσεσθαι αὐτὸν μετ’ αὐτῶν φησιν, ἕως ἡ συντέλεια τοῦ αἰῶνος ἐνστῇ· σαφὲς γὰρ ὅτι τὸ ζητούμενον ἦν, εἰ πρὸ τοῦ μέλλοντος αἰῶνος καὶ τῶν ἐλπιζομένων ἀμοιβαίων ἐπαγγελιῶν τοῦ θεοῦ ἤδη συνέσεσθαι τοῖς μαθηταῖς ἔμελλεν ὁ υἱὸς τοῦ θεοῦ. ζητούμενον δ’ ἂν ἦν, διδομένου τοῦ συνέσεσθαι τοῖς ***, μήποτε ὁτὲ μὲν συνῆν αὐτοῖς ὁτὲ δὲ οὐ συνῆν. διόπερ ἀπολύων ἡμᾶς τῆς περὶ τοῦ διστάζειν ὑπονοίας, ἀπεφήνατο ὅτι ἤδη καὶ ἐπὶ πόσος τὰς ἡμέρας« συνεῖναι τοῖς μαθηταῖς ἤμελλεν, οὐ κατλέψων τοὺς μαθητευθέντας αὐτῷ »ἕως τῆς συντελείας τοῦ αἰῶνος«· οὐ μὴν κατὰ τὰς νύκτας (εἴ τινι ἔδυνεν ὁ ἥλιος) αὐτοῖς.

[*](7. 27. 30 Matth. 28, 20)[*](5 ἐπηγγέλετω Μ 8 αὐτοὺς M 9 τοῦ1 < H | μετὰ Diehl Koe Περὶ 10 τολμητ Μ, das Weitere ist zerstort 16 σαφῶς Μ 20 συνέσθαι H 23 τοῖς] αὐτοῖς H | *** Koe, vgl. lat. 25 ἀπολύειν H)[*](13 *** Diehl Kl, vgl. gr. 17 <mutuas> illas ? Diehl, vgl. 23 H hat lat. auch hier Lucken ? 32 et Χ* (+ in B))
v.10.p.148

εἰ δὲ τοιοῦτόν ἐστι τὸ »ἕως τῆς συντελείας τοῦ αἰῶνος«. δῆλον ὅτι οὐκ ἀναγκασθησόμεθα παραδέξασθαι γεύσασθαι θανάτου τοὺς ἰδόντας τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ τὸ καταξιωθῆναι τοῦ τοιοῦτον αὐτὸν ἰδεῖν. ἀλλ᾿ ὥσπερ ἐφ’ οὗ παρεθέμεθα ῥητοῦ τὸ κατεπεῖγον ἦν ἡμᾶς μαθεῖν, ὅτι »ἕως τῆς συντελείας τοῦ αἰῶνος« οὐ καταλείψει ἡμᾶς, ἀλλ᾿ ἔσται μεθ’ ἡμῶν »πάσας τὰς ἡμέρας«, ουτως και επι τουτου σαφὲς μέν οἶμαι τοῖς βλέπειν εἰδόσιν ἀκολουθίαν πραγμάτων εἶναι, τὸν ἅπαξ ἰδόντα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχ·όμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἰδόντα αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ κοὶ ἰδόντα »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«, οὐκ ἂν μετὰ τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν θανάτου γεύσασθαι. τό] χωρὶς δέ τοῦ λόγου τῆς ἐπαγγελίας τοῦ Ἰησοῦ οὐκ ἀλόγως ἂν ὑπενοήσαμεν γεύσασθαι θανάτου, ὅσον οὐδέΠω κατηξιώθημεν ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει« καὶ τὸν υἱὸν τοῦ ἀν-

[*](3. 13. 15 Matth. 28, 20 - 25. 32 Marc. 9, 1)[*](3 τὸ] τω Μ 21 ἰδόντα τὸν] ἐρ- χόμενον Μ 28 γεύσεσθαι ? Koe, vgl. lat. | [τὸ] Kl, vgl. lat.)[*](5 illum] eum L 24 viderit Pasch 26 et <vidit> Koe, vgl. 29 gustabant G L)
v.10.p.149

θρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ.