Commentarium In Evangelium Matthaei (Lib. 10-11)

Origen

Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.

Καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ
(13, 53 [—58]).

Ἐπεὶ ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν μήποτε τὰ μὲν τοῖς ὄχλοις λελαλημένα παραβολαὶ ἦσαν τὰ δὲ τοῖς μαθηταῖς ὁμοιότητες, καὶ τὰς εἰς τοῦτο ὑποπεσούσας παρατηρήσεις ἐξεθέμεθα, ὡς οἶμαι, οὐκ εὐκαταφρονήτους τυγχανούσας, χρὴ εἰδέναι, ὄτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπιλέγεσθαι οὐκ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς (ὡς ἐξεδώκαμεν) ὁμοιότησι τὸ καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον ἤ δύο γένη παραβολῶν λεκτέον, τῶν τε τοῖς ὄχλοις λαλουμένων καὶ τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, ἤ καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς ὄνομα νομιστέον ἤ τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. διὰ γὰρ τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς«, οὐχ οἶόν τε λέγειν τοῖς μαθηταῖς (ἄτε οὐκ οὖσι τῶν ἔξω) ἐν παραβολαῖς ἐκείνοις τὸν σωτῆρα μελαληκέναι. τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολὰς ἤ ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα ἤ δύο γένη εἶναι παραβολῶν ἤ μηδ' ὄλως εἶναι παραβλὰς ἄ ὠνομάσαμεν ὁμοιώσεις. πρόσχες δὲ ὄτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παραβολάς, ἄς ὄτε ἐτέλεσε μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. καὶ ὁ Μᾶρκος δέ φησι· »καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«. ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει [*](2 Lev. 26, 10f — 6 Vgl. Röm. 7,6 — 8 II. Kor. 6, 16 (Lev. 26, 12) — 12ff Vgl. S. 4, 16ff — 23 Luc. 8, 10 — 25 Vgl. Marc. 4, 11 — 33 Marc. 6, 1 — 34f Matth. 2, 23 3 ἐξοίσεται Η 5 τῶν 1 <Η 8 ἑαυτοῖς Μ 18 πάντα] ταῦτα Μ 20 καὶ <Μ 23 ἀνενεκτέον Η 25 ἐκείναις Diehl 26 τὸ + καὶ Μ 30 ἑαυτοῦ Η 31 ἐτέλεσε] ἔλεγε Μ)

21
τὴν πατρίδα αὐτοῦ ἤ Βηθλεέμ· Νάζαρα μὲν διὰ τὸ »Ναζωραῖος κληθήσεται«, Βηθλεὲμ δὲ ἐπεὶ ἐν αὐτῇ γεγέννηται. ἔτι δὲ ἐφίστημι μήποτε δυνάμενοι οἱ εὐαγγελισταὶ εἰπεῖν· ἐλθὼν εἰς Βηθλεὲμ ἤ ἐλθὼν εἰς Νάζαρα, τοῦτο μὲν οὐ πεποιήκασι πατρίδα δὲ ὠνομάκασι διά τι μυστικῶς ἐν τῷ τόπῳ περὶ τῆς πατρίδος αὐτοῦ δηλούμενον ὄλης οὔσης τῆς Ἰουδαίας, ἐν ᾖ ἠτίμωται κατὰ τὸ οὐκ ἕστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. καὶ ἐάν τις κατανοήσῃ Ἰησοῦν Χριστὸν »Ἰουδαίοις μὲν σκάνδαλον«, παρ' οἶς μέχρι τοῦ νῦν διώκεται, ἐν δὲ τοῖς ἔθνεσι κηρυσσόμενον καὶ πεπιστευμένον (ἔως γὰρ πάσης τῆς γῆς ἔδραμεν ὁ λόγος αὐτοῦ), ὄψεται ὄτι Ἰησοῦς ἐν μὲν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ εἶχε, παρὰ δὲ τοῖς ξένοις » τῶν διαθηκῶν« τιμᾶται, τοῖς ἔθνεσι. τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ' ὄτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὤστε ἐκπλήττεσθαι πάντας· καὶ εἰκὸς ὄτι ὑπὲρ γραγὴν ἦν τὰ εἰρημένα. πλὴν ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν, οὐ σχίζων ἀπ' αὐτῆς οὐδὲ ἀθετῶν αὐτήν.

Τὸ δὲ τούτῳ πόθεν ἡ σοφία αὔτη; πλείονα σαφῶς ἐμφαίνει καὶ ἐξαίρετον σοφίαν τῶν λόγων τοῦ Ἰησοῦ, ἀξίαν τοῦ »καὶ πλεῖον Σολομῶντος ὦδε«. καὶ δυνάμεις μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱὸν οὐδὲ πιστεύοντες (εἰ καὶ ἐλέγετο) ἀλλ' ὑπολαμβάνοντες εἶναι Ἰωσὴφ τοῦ τέκτονος· οὐχ οὖτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; καὶ ὄλην γε τὴν φαινομένην αὐτοῦ ἐγγυτάτω συγγένειαν ἐξευτελίζοντες ἔφασκον τὸ οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; ᾤοντο οὖν αὐτὸν εἶναι Ἰωσὴφ καὶ Μαρίας υἱόν. τοὺς δὲ ἀδελφοὺς Ἰησοῦ φασί τινες εἶναι, ἐκ παραδόσεως ὁρμώμενοι τοῦ ἐπιγεγραμμένου κατὰ Πέτρον εὐαγγελίου ἤ τῆς βίβλου Ἰακώβου, υἱοὺς Ἰωσὴφ ἐκ προτέρας γυναικὸς συνῳκηκυίας αὐτῷ πρὸ τῆς Μαρίας. οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἴνα μὴ τὸ κριθὲν ἐκεῖνον σῶμα διακονήσασθαι τῷ εἰπόντι λόγῳ· »πνεῦμα ἄγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι« γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἄγιον καὶ τὴν ἐπεσκιακυῖαν αὐτῇ δύναμιν ἐξ ὔψους. καὶ [*](2 Vgl. Matth. 2, 1 — 7 I. Kor. 1, 23 — 8f Vgl. I. Tim. 3, 16 — 9 Vgl. Röm. 10, 18; II. Thess. 3, 1 — 11 Vgl. Eph. 2, 12 — 17 Matth. 12, 42 — 26f Vgl. Π 161, 5f — 27ff Vgl. Harnack TU. 42, 4, 37 — 29ff Vgl. Harnack a. O.: ,,ein wichtiges Stück in der beginnenden Nariologie“ — 31 Luc. 1, 35 2 γεγέννηται ΚΙ γεγένηται Μ Η 5 οὔσης Koe | Ἰουδαίας] zerstört in M am Zeilenanfang Γαλιλαίας V 7 τις] + γε Η 15 σχιζόμενος Koe 19 Μωσῇ] vgl. zu S. 23, 26ff 23 oὐχὶ μݲηݲρݲ Μ 27 εἶναι s. 1. Mc)

22
οἶμαι λόγον ἔχειν, ἀνδρῶν μὲν καθαρότητος τῆς ἐν ἁγνείᾳ ἀπαρχὴν γεγονέναι τὸν Ἰησοῦν, γυναικῶν δὲ τὴν Μαρίαν· οὐ γὰρ εὔφημον, ἄλλῃ παρ' ἐκείνην τὴν ἀπαρχὴν τῆς παρθενίας ἐπιγράψασθαι.

Ἰάκωβος δέ ἐστιν οὖτος, ὄν λέγει Παῦλος ἰδεῖν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ εἰπών· »ἔτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου«. ἐπὶ τοσοῦτον δὲ διέλαμψεν οὔτος ὁ Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύ, ὡς Φλάβιον Ἰώσηπον, ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παρασκαφῆναι, εἰρηκέναι κατὰ μῆνιν θεοῦ ταῦτα αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ' αὐτῶν τετολμημένα. καὶ »τὸ θαυμαστόν ἐστιν«, ὄτι τὸν Ἰησοῦν ἡμῶν οὐ καταδεξάμενος εἶναι Χριστὸν οὐδὲν ἦττον Ἰακώβῳ δικαιοσύνην ἐμαρτύρησε τοσαύτην. λέγει δὲ ὄτι καὶ ὁ λαὸς ταῦτα ἐνόμιζε διὰ τὸν Ἰάκωβον πεπονθέναι. καὶ Ἰούδας ἔγραψεν ἐπιστολὴν στολὴν ὀλιγόστιχον μέν, πεπληρωμένην δὲ τῶν τῆς οὐρανίου χάριτος ἐρρωμένων λόγων· ὄστις ἐν τῶ προοιμίῳ εἴρηκεν· »Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου«. περὶ δὲ Ἰωσὴφ καὶ Σίμωνος ἡμεῖς οὐδὲν ἱστορήσαμεν. τὸ δὲ καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; δοκεῖ μοι τοιοῦτόν τι σημαίνειν· τὰ ἡμέτερα φρονοῦσιν οὐ τὰ τοῦ Ἰησοῦ, καὶ οὐδὲν ξένον ἔχουσιν ἐξαιρέτου συνἐσεως ὡς ὁ Ἰησοῦς. μήτποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μηδὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν, υἱὸν μὲν ὄντα (ὡς ὑπελάμβανον) Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων ἀρρένων, οὐδὲν δ' ἦττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μηδ' ἐκ παιδεύσεως καὶ διδασκαλίας ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα. καὶ γὰρ ἀλλαχοῦ λέγουσι· »πῶς οὖτος γράμματα οἶδε μὴ μεμαθηκώς;« ὦν παραπλήσιόν ἐστι καὶ τὸ ἐνταῦθα λεγόμενον. πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλσσόμενοι οὐκ ἐπίστευον μὲν ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺσ τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων, ἄς ἔμελλεν ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ.

[*](5 Gal. 1, 19 — 7ff Vgl. Orig. c. Cels. I, 47 (I, 97, 2ff) II, 13 (I, 143, 24ff) und Schürer 4 I, 581ff; Harnack TU. 42, 4, 51 — 12 Vgl. Joh. 9, 30 — 16 Jud. 1 — 17f Vgl. Zahn, Forschungen 6, 1900 passim — 23 Vgl. Epiphanius haer. 78, 7, 6 (III, 457, 16f):τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο. — 26 Joh. 7, 15 — 29 Vgl. Luc. 24, 16 — 30 Vgl. Kol. 2, 15 1 ἀν(??)ρῶν ἔχ(??)ιν Μ 2 ἄλλη Μc ἄλλην Μa H 7 Φλάυιον Μ 9 καταστραφπηναι Μ 11f καὶ τὸ] vgl. Joh. 9, 30 καίτοι Ηu 15 1. τῇ οὐρανἰᾳ χάριτι? Εlt 23 τεσσάρων] τεσάρων Μ| ἀρρένων ΚΙ 24 mit μηδ' ἐκ παι schließt in M fol. 8v, es fehlt dann ein Blatt; M beginnt wieder auf S. 25, 23)
23

Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. ζητητέον πότερον καθολικῶς ἴσον δύναται ἐπὶ παάντα προφήτην ἀναφερόμενον τὸ λεγόμενον, ὡς ἑκάστονυ τῶν προφητῶν ἐν τῇ πατρίδι ἀτιμωθέντος), ἥ διὰ τὸ ἑνικῶς εἰρῆσθαι περὶ ἑνὸς ταῦτα λέλεκται. εἰ μὲν οὖν περὶ ἑνὸς ταῦτα λέγεται, ἀρκεῖ τὰ εἰρημπενα, ἀναφερόντων ἡμῶν τὸ γεγραμμένον εἰς τὸν σωτῆρα. εἰ δὲ καθολιόν ἐστιν, ἀπὸ μὲν τῆς ἱστορίας οὐκ ἀληθές (οὔτε γὰρ Ἠλίας ἐν Θεσβὼν τῆς Γαλαὰδ ἠτιμώθη οὔτε Ἐλισσαῖος ἐν Ἐβαλμαουλὰ οὔτε [ὁ] Σαμουὴλ ἐν Ἀρμαθαΐμ οὔθ' Ἱερεμίας ἐν Ἀναθώθ), τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τἀχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ ἔτι ὄντες ἐν τῷ σώματι, ὡς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται ἐν ἐλεγμῷ λεγόμενον πρὸς τὸν λαόν· »τίνα γὰρ τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου;« παρὰ δὲ τῷ Παύθλῳ ἐν τῇ παρὸς Θεσσαλονικεῖς προτέρᾳ τὰ ὄμοια λέλεκται· »ὑμεῖς δὲ μιμηταὶ ἐγενἠθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χρριστῷ Ἰησοῦ, ὄτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων«. οὐκ ἐστιν οὖν προφήτης ἄτιμος ἐν τοῖς ἔθνεσιν· ἤ γὰρ οὐδ' ὄλως οἴδασιν αὐτὸν ἤ μαθόντες καὶ παραδεξάμενοι αὐτὸν προφήτην τιμῶσι. τοιοῦτοι δὲ οἱ ἀπὸ ἐκκλησίας. ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομεής αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ. εἰ γὰρ ἐπίστευον Μωσῇ καὶ προφήταις, ἐπίστευον ἄν Χριστῷ τῷ παραστήσαντι, ὄτι ἀκολουθεῖ τοῖς πιστεύουσι Μωσῇ καὶ προφήταις τὸ πιστεύειν Χριστῷ καὶ τοῖς μὴ πιστεύουσι Χριστῷ τὸ μὴ πιστεύειν Μωσῇ. ἔτι δὲ ὥσπερ »διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν« ἀτιμάζειν ὁ ἁμαρτάνων λέγεται, οὔτω διὰ τοῦ μὴ πιστεύειν τῷ προφητευομένῳ ἀτιμάζεται ὑπὸ τοῦ ἀπιστοῦντος ταῖς προφητείαις ὁ προφήτης. Χρήσιμον δὲ ὡς πρὸς τὴν ἱστορίαν ἀναλέξασθαι ἄ πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ, ἐφ' οἶς εἶπε· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα [*](11 Vgl. Marc. 6, 4 — 12 Vgl. I. Kor. 10, 18 — 14 Act. 7, 52 — 17 I. Thess. 2, 14f — 26ff Vgl. Joh. 5, 46 — 29 Röm. 2, 23 — 32 ff Vgl. orig. hom. I, 13 in Jer. (III, 11, 14): ἄ πέπονθεν Ἱερεμίας ἀναγέγραπται κτλ. — 33 Jer. 20,9 9 ἐλεβαλμαουλα V | [ὁ] ΚΙ 15 καὶ ἀπέκτειναν Koe 24 δὲ< Vgl 26ff Μωσῇ] die Formen ohne υ überwiegen in den Haupthandschriften, ebenso im dat. μωση über μωσει 28 τὸ Koe 29 τῆς s. 1. H c 32 χρήσιμον Koe χρήσιμα Η)

24
κυρίου«, καὶ πάλιν ἀλλαχοῦ »διετέλεσα μυκτηριζόμενος«. ὅσα δὲ καὶ ὑπὸ τοῦ τότε βασιλέως τοῦ Ἰσραὴλ πέπονθεν, ἐν τῇ προφητείᾳ αὐτοῦ ἀναγέγραπται. καὶ Μωσέα δὲ ὅτι ἦλθον πολλάκις λιθόλευστον ποιῆσαι οἱ ἀπὸ τοῦ λαοῦ, καὶ τοῦτο γέγραπται, καὶ ἦν αὐτῷ πατρὶς οὐχ οἱ λίθοι τινὸς τόπου, ἀλλ' οἱ ἀκολουθήσαντες αὐτῷ, ὁ λαός, παρ' οἷς καὶ αὐτὸς ἠτιμώθη. καὶ Ἡσαΐας δὲ πεπρῖσθαι ὑπὸ τοῦ λαοῦ ἱστόρηται. εἰ δέ τις οὐ προσίεται τὴν ἱστορίαν, διὰ τὸ ἐν τῷ ἀποκρύφῳ Ἡσαΐᾳ αὐτὴν φέρεσθαι, πιστευσάτω τοῖς ἐν τῇ πρὸς Ἑβραίους οὕτω γεγραμμένοις· »ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν«· τὸ γὰρ »ἐπρίσθησαν« ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται, ὥσπερ τὸ »ἐν φόνῳ μαχαίρας ἀπέθανον« ἐπὶ τὸν Ζαχαρίαν φονευθέντα »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὡς ὁ σωτὴρ ἐδίδαξε μαρτυρῶν (ὡς οἶμαι) γραφῇ οὐ φερομένῃ μὲν ἐν τοῖς κοινοῖς καὶ δεδημευμένοις βιβλίοις, εἰκὸς δ' ὅτι ἐν ἀποκρύφοις φερομένῃ. ἠτιμώθησαν δὲ ἐν τῇ πατρίδι παρὰ τοῖς Ἰουδαίοις καὶ περιελθόντες »ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι« καὶ τὰ ἑξῆς. »πάντες« γὰρ »οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται«. εἰκὸς δ' ὅτι τοῦτο ἐπιστάμενος ὁ Παπυλος, τὸ προφήτην ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχειν, πολλαχοῦ τὸν λόγον κηρύξας, οὐκ ἐκδήρυξεν ἐν Ταρσῷ. καὶ οἱ ἀπόστολοι διὰ τοῦτο κατέλιπον τὸν Ἰσραήλ, ἐποίησαν δὲ τὸ προστεταγμένον ὑπὸ ὑπὸ τοῦ σωτῆρος· »μαθητεύσατε πάντα τὰ ἔθνη« καὶ τὸ »ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς«. πεποιήκασι μὲν οὖν τὸ προστεταγμένον ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ἀλλ' ἐπεὶ προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει, μὴ παραδεξαμένων Ἰουδαίων τὸν λόγον, ἀπεληλύθασιν εἰς τὰ ἔθνη. πρόσχες δέ, εἰ δύνασαι διὰ τὸ »ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι« πεπληρωμενον μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις λέγειν, ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον πνεῦμα λαβόντες καὶ προφητεύοντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται. [*](1 Jer. 20, 7 — 3ff Vgl. Ex. 17, 4; Num. 14, 10 — 5ff Vgl. Harnack TU. 42, 4, 49 — 8 — 10 Hebr. 11, 37 — 10 Matth. 23, 35 — 11ff Vgl. Orig. prol. in Cant. (VIII, 88, 1ff) — 12ff Vgl. Orig. comm. in Matth. 23, 37ff (XI, 50, 24) — 14 Hebr. 11, 37 — 15 II. Tim. 3, 12 — 19 Matth. 28, 19 — 20 Act. 1, 8 23f Vgl. Act. 13, 46 — 25 Joel 2, 28 — 27f Vgl. Joh. 15, 19 7 1. ἀποκρύφῳ Ἡσαΐου? Κl, vgl. secretum Esaiae Orig. comm. ser. 28( XI, 50, 28) 12 οὐ] auch V μὴ υ | 1. δεδημοσι Schürer RE3 1, 622, 53, dagegen Zahn GK 1, 128 A. 1 14 περιελθόντες V ὑπελθόντες Η 24 ἀπεληλύθησαν V | δὲ < V | εἰ V ἠ Η 29 προφητεύσαντες V)
25
διὸ μακάριοί εἰσι τὰ αὐτὰ τοῖς προφήταις παθόντες κατὰ τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· »κατὰ ταὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν«. τούτοις δέ τις ἐμμελῶς προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπιβουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος »ἕνεκεν δικαιοσύνης« οὐ μόνον οὐ λυπηθήσεται, ἀλλὰ καὶ χαρήσεται καὶ ἀγαλλιάσεται, πειθόμενος διὰ ταῦτα μισθὸν ἔχειν πολὺν »ἐν τοῖς οὐρανοῖς« ἀπο τοῦ ὁμοιώσαντος αὐτὸν τοῖς προφήταις ἐκ τοῦ ταὐτὰ πεπονθέναι. ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα.

Ἑξῆς ἔστιν ἰδεῖν τὸ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. διὰ τούτων δὲ διδασκόμεθα, ὅτι αἱ δυνάμεις ἐν τοῖς πιστεύουσιν ἐγίνοντο, ἐπεὶ »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται«, ἐν ἀπίστοις δὲ οὐ μόνον οὐκ ἐνήργουν αἱ δυνάμεις, ἀλλ' (ὡς ὁ Μᾶρκος ἀνέγραψεν) οὐδὲ ἐδύναντο ἐνεργεῖν. πρόσχες γὰρ τῷ »οὐκ ἠδύνατο ἐκῖ οὐδεμίαν ποιῆσαι δύναμιν«· οὐ γὰρ εἶπεν »οὐκ« ἤθελεν, ἀλλ' »οὐκ ἠδύνατο«, ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου εἰς ὅν ἐνήργει ἡ δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. ὅρα οὖν, ὅτι πρὸς τούς εἰπόντας· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;« εἶπε· »διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν«, καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται· »ὀλιγόπιστε, εἰς τί ἐδίστασας;« ἀλλὰ καὶ ἡ αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψατιτο »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι ἰαθήσεται, »ἰάθη παραχρῆμα«, καὶ ὁμολογεῖ τῷ τρόπῳ τῆς ἰάσεως ὁ σωτὴρ λέγων· »τίς μου ἥψατο; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ«. καὶ τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν· καθὸ εἴρηται καὶ τὸ »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι [*](1 Vgl. Luc. 6, 22 — 2 Luc. 6, 23 — 3 Vgl. Matth. 18, 15? — 4ff Vgl. Matth. 5, 10—12 — 8ff Vgl. Orig. hom. XIV, 14 in Jer. (III, 120, 4ff): τί οὖν παράδοξον, εἰ θέλων τις ζηλοῦν τὸν βίον τὸν προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται; — 13 Μatth. 25, 29 — 16ff Marc. 6, 5 — 20f Matth. 17, 19f — 22 Matth. 14, 31 — 23 Vgl. Marc. 5, 28; 6, 56 — 24 Vgl. Luc. 8, 47 — 25 Marc. 5, 31; Luc. 8, 46 — 27f Vgl. Harnack TU. 42, 4, 101 — 29 Matth. 17, 20 2 ταυτὰ V ταῦτα Η 7 ταυτὰ Η V 9 1. προφητῶν Koe (wegen ἐν ἐκείνος Ζ. 10) 15 ἀνέγραψε Η 21 Πέτρον καταποντίζεσθαι V 23 ἀλλὰ μόνον] hiermit setzt M wieder ein: fol. 16r)

26
ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται«. ἀκριβῶς δὲ δοκοῦσί μοι ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος τὸ ὑπερέχον τῆς θείας δυνάμεως παραστῆσαι βουλόμενοι ὅτι καὶ ἐν ἀπιστίᾳ δύναται, ἀλλ' οὐκ ἐπὶ πλεῖον δύναται, ὅσον δύναται ἐν πίστει τῇ τῶν εὐεργετουμένων, εἰρηκέναι οὐχ ὅτι οὐκ ἐποίησε δυνάμεις διὰ τὴν ἀπιστίαν αὐτῶν, ἀλλ' οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς. καὶ ὁ Μᾶρκος δὲ οὐκ εἶπεν ὅτι »οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν« καὶ ἔστη ἐπὶ τούτῳ, ἀλλὰ προσέθηκεν· »εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε«, νικώσης τῆς ἐν αὐτῷ δυνάμεως καὶ οὕτως τὴν ἀπιστίαν.

Δοκεῖ δέ μοι ὅτι, ὥσπερ ἐπὶ τῶν σωματικῶν οὔτε αὐτάρκης γεωργία πρὸς συγκομιδὴν καρπῶν, ἐὰν μὴ τὸ περιεχόμενον εἰς τοῦτο συνεργῇ (μᾶλλον δὲ τὸ περιέχον) ποιότητι ὁποίᾳ βούλεται ὁ κοσμῶν καὶ ποιῶν αὐτὸ ὁποῖον θέλει, οὔτε τὸ περιέχον χωρὶς γεωργίας (μᾶλλον δὲ ὁ προνοῶν οὐ ποιήσαι ἄν ἀνατεῖλαι ἀπὸ τῆς γῆς τὰ ἀπὸ τῆς γῆς ἀνατέλλοντα χωρὶς γεωργίας· ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ »βλαστησάτω ῃ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα«), οὕτω δὴ οὔτε τὰ ἐνεργήματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ' ἡ πίστις, ὁποία ποτ' ἄν ᾖ, χωρὶς τῆς θείας δυνάμεως. καὶ τὸ γεγραμμένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ πίστει καὶ ταῖς ἀρεταῖς κατ' εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον· »κἄν γάρ τις ᾖ τέλειος« ἐν πίστει« ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ« δυνάμεως« ἀπούσης εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« τῇ σωφροσύνῃ, ὡς »ἐν υἱοῖς ἀνθρ;φωπων, τῆς ἀπὸ σοῦ« σωφροσύνης »ἀπούσης, εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, »τῆς ἀπὸ σοῦ« δικαιοσύνης ἀπού σης καὶ τῶν ἀπὸ σοῦ λοιπῶν ἀρετῶν »εἰς οὐδὲν λογισθήσεται«. ὅθεν »μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰδχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ«· τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ' αὐτοῦ σοφία καὶ ἡ ἀπ' αὐτοῦ αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά.

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης Ἰωάννης ὁ βαπτιστής
(14, 1. 2[—11]).

Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. διαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποίας [*](6f Marc. 6, 5 — 10 Vgl. Orig. de princ. III, 1, 19 (V, 232, 6) — 15 Gen. 1, 11 — 16f Vgl. I. Kor. 12, 10 — 20ff sap. sal. 9, 6 — 26 Jer. 9, 23 — 32 Vgl. Harnack TU. 42, 4, 84 A. 1 6 οἷπεν + μόμνον Koe 11 1. περιέχον? Hu 16 ῆ Kl δὲ Μ Η 22—23 ἤ—λογισθήσεται < Μ 24/25 ἀπούσης Hu 27 τοῦ < Η)

27
ἐφρόνουν οἱ Σαδδουκαῖοι περὶ ἀναστάσεως νεκρῶν ὡς οὐκ ἐγειρομένων, καὶ περὶ ἀγγέλων ὡς οὐχ ὑπαρχόντων, ἀλλὰ τροπολογουμένων τῶν περὶ αὐτῶν ἀναγεγραμμένων μόνον καὶ μηδὲν ὡς πρὸς τὴν ἱστορίαν ἀληθὲς ἐχόντων· ἑτέρας δὲ [ὡς] ἀληθεῖς, ὡς περὶ ἀναστάσεως νεκρῶν ὅτι ἐγείρονται, ἐδίδασκον οἱ Φαρισαῖον, τὸ οὖν ζητούμενον κατὰ τὸν τόπον ἐστίν, εἰ τοιαύτη τις ἦν περὶ ψυχῆς δόξα, ἥν ἐφρόνει Ἡρώδης ἐσφαλμένως καί τινες τῶν ἀπὸ τοῦ λαοῦ, ὅτι ὁ πρὸ ὀλίγου ἀναιρεθεὶς ὑπ' αὐτοῦ Ἰωάννης ἀνέστη ἀπὸ τῶν νεκρῶν μετὰ τὸ ἀποκεφαλισθῆναι, καὶ ἦν αὐτὸς ἑτέρῳ ὀνόματι χρώμενος καὶ καλούμενος νῦν Ἰησοῦς, δεκτικὸς τῶν αὐτῶν δυνάμεων, αἵ πρότερον ἐνήργουν ἐν τῷ Ἰωάννῃ. ποίαν οὖν ἔχει πιθανότητα τὸν ἐπὶ τοσοῦτον γνώριμον παντὶ λαῷ καὶ διαβόητον ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, ὅν ἔκλεγον υἱὸν εἶναι »τοῦ τέκτονος« καὶ Μαρίας καὶ ἀδελφοὺς ἔχειν τοιούσδε καὶ ἀδελφάς, νομίζεσθαι εἶναι οὐχ ἕτερον Ἰωάννου, ᾧ πατὴρ ἦν Ζαχαρίας καὶ μήτηρ Ἐλισάβετ, οὐδ' αὐτοὶ ἄσημοι ἐν τῷ λαῷ; εἰκὸς δ' ὅτι ὁ λαὸς φρονοῦντες περὶ τοῦ Ἰωάννου »ὅτι ὄντως προφήτης ἦν«, καὶ τοσοῦτοι τυγχάνοντες, ὡς φοβεῖσθαι τοὺς Φαρισαίους (διὰ τὸ μὴ δυσάρεστον δοκεῖν τῷ λαῷ λέγειν) ἀποκρίνεσθαι, πότερον »ἐξ οὐρανοῦ ἦν ἤ ἐξ ἀνθρώπων« τὸ βάπτισμα αὐτοῦ, οὐκ ἠγνόουν υἱὸν αὐτὸν τυγχάνειν Ζαχαρίου. τάχα δὲ καὶ εἴς τινας ἔφθασεν αὐτῶν τὰ τῆς ἑωραμένης ὀπτασίας ἐν τῷ ναῷ, φανέντος τῷ Ζαχαρίᾳ τοῦ Γαβριήλ. ποίαν δὴ οὖν ἔχει πιθανότητα ἡ τοῦ εἴτε Ἡρώδου εἴτε τινῶν ἀπὸ τοῦ λαοῦ ἀπάτη, πρὸς τὸ νομίσαι, ὅτι οὐ δύο τινὲς γεγόνασιν ὁ Ἰωάννης καὶ ὁ Ἰησοῦς, ἀλλ' εἷς καὶ ὁ αὐτὸς ὤν Ἰωάννης, ἀναστὰς, μετὰ τὸ ἀποκεφαλισθῆναι ἐκ τῶν νεκρῶν, ἐκλήθη Ἰησοῦς;

Λέγοι δ' ἄν τις τὴν τῆς μετενσωματώσεως ψευδοδοξίαν γεγονέναι ἐν τῷ Ἡρώδῃ καί τισι τῶν ἀπὶ τοῦ λαοῦ, ἀφ' ἧς ᾤοντο τόν ποτε Ἰωάννην ἐν γενέσει γενέσθαι καὶ ἐκ νεκρῶν ἐληλυθέναι εἰς τὸν βίον ὡς Ἰησοῦν. ἀλλ' οὐδὲ ταύτην τὴν ψευδοδοξίαν πιθανὴν ἐᾷ νομισθῆναι ὁ μεταξὺ χρόνος τῆς γενέσεως Ἰωάννου καὶ Ἰησοῦ, οὐ πλεῖον μηνῶν ἕξ τυγχάνων. τάχα δὲ μᾶλλον τοιαύτη τις ὑπόληψις ἦν ἐν τῷ Ἡρώδῃ, ὅτι αἱ ἐνεργήσασαι [*](12 Vgl. Matth. 13, 55g (vgl. Marc. 6, 3 var. lect.) — 15 Marc. 11, 32 — 17 Marc. 11, 30 — 19f Vgl. Luc. 1, 22. 19 — 25—28, 8 C1 Nr. 186 Or. II 163, 1ff An. Hier. in Matth. 100 C: quidam ecclesiasticorum interpretum causas quaerit, quare Herodes ista sit suspicatus etc. — 28f Vgl. Luc. 1, 24—26. 36 4 [ὡς] Kl vgl. S. 26, 33 8 αὐτὸς] ὁ αὐτὸς υ 9 αὐτῶν Hu αὐτοῦ Μ Η 11 παντὶ] + τῷ ? Kl 20 ναῷ Μ Η c. r. λαῷ Η a V | δὴ < Μ 22 ὁ 30 Hc < M Ηα 23 ἐκ] ἀπὸ Μ 29 πλεῖων Η)

28
δυνάμεις ἐν τῷ Ἰωάννῃ μετέστησαν ἐπὶ τὸν Ἰησοῦν, ἀφ' ὧν ὁ Ἰωάννης βαπτιστὴς εἶναι πεπίστευτο ἐν τῷ λαῷ. καὶ χρήσαιτό τις ἐπιχειρήματι τοιούτῳ· ὥσπερ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν Ἠλίου καὶ οὐ διὰ τὴν ψυχὴν αὐτοῦ περὶ Ἰωάννου λέγεται· »αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, τοῦ ἐν Ἠλίᾳ πνεύματος καὶ τῆς ἐν ἐκείνῳ δυνάμεως μετεληλυθυιῶν ἐπὶ τὸν Ἰωάννην, οὕτως ᾤετοὁ Ἡρώδης τὰς ἐν Ἰωάννῃ δυνάμεις ἐν μὲν τῷ Ἰωάννῃ ἐνηργηκέναι τὰ τοῦ βαπτίσματος καὶ τῆς διδασκαλίας (»Ἰωάννης γὰρ ἐποίησε σημεῖον οὐδὲ ἕν«), ἐν δὲ τῷ Ἰησοῦ τὰς τεραστίους δυνάμεις. τὸ δ' ὅμοιόν τις φήσει ὑπειληφέναι τοὺς εἰρηκότας Ἠλίαν πεφηνέναι ἐν τῷ Ἰησοῦ, ἤ προφήτην ἕνα »τῶν ἀρχαίων« ἐγηγέρθαι, οὐδὲν δὲ ζητήσεως ἔχεται τὸ δόγμα τῶν εἰρηκότων »ὅτι προφήτης ὡς εἷς τῶν προφητων« ἦν Ἰησοῦς. ψευδὴς μὲν οὖν ὁ τοῦ εἴτε Ἡρώδου λόγος, ὅς περὶ τοῦ Ἰησοῦ ἐστιν ἀναγεγραμμένος, εἴτε ὁ ὑπό τινων εἰρημένος. πλὴν δοκεῖ μοι μᾶλλον ἔχεσθαι πιθανότητος τὸ ἀνάλογον τῷ »ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« προεληλυθέναι τὸν Ἰωάννην τοῖς νῦν ὑπονοουμ;νοις περὶ Ἰωάννου καὶ Ἰησοῦ ὑπὸ τούτων. ἐπεὶ δὲ πρῶτον μὲν ἐμάθομεν ὅτι μετὰ τὸν πειρασμὸν ὁ σωτὴρ »ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν«, δεύτερον δὲ ὅτι Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τυγχάνων, ἀκούσας τὰ περὶ τοῦ Ἰησοῦ, »πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος, ἤ ἕτερον προσδοκῶμεν«; καὶ τρίτον ἁπαξαπλῶς ὅτι Ἡρώδης εἶπε περὶ τοῦ Ἰησοῦ, ὅτι α'τυός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, οὐδαμόθεν δὲ προέγνωμεν τὸν τρόπον τῆς ἀναιρέσεως τοῦ βαπτιστοῦ, διὰ τοῦτο νῦν καὶ τοῦτο ἀνέγραψεν ὁ Ματθαῖος, καὶ ὁ Μᾶρκος δὲ αὐτῷ παραπλησίως· ὁ δὲ Λουκᾶς τὰ πολλὰ τῆς παρὰ τούτοις παρεσιώπησεν ἱστορίας.