In Jeremiam (Homiliae 12-20)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
(19,) ζητοῦμεν γάρ, μήποτε ὡς ὁ πάντων θυμὸς κακὸς ὁ δὲ τοῦ θεοῦ ἐλεγκτικός, καὶ πάντων μὲν ἡ όργὴ χαλεπὴ ἡ δὲ καλουμένη τοῦ θεοῦ παιδευτική, [*](1 Vgl. Act. Paul. — 2 ff. Vgl. in Mattli. Tom. 15, 11 (Lo 3, 349): ἀγαθοῦ θεοῦ ὀνομαζόμενος θυμὸς ἔργον σωτήριον ποιεῖ ἐλέγχ(ον, καὶ ἡ λεγομένη ὀργὰ αὐτοῦ, ἐπεί ἐστιν ἀγαθοῦ θεοῦ, παιδεύει. — 111 Sam. 15, 11. — 17 — 19 Vgl. Aristot. Cat. 1; wörtliches Citat. — 24 Vgl. Act. 13, 22 (Psal. 88, 21 I Sam. 16, 12. 13 13, 14).) [*](1 ὢν] ζῶον] ὁ ζῶν Ru vgl. zu S. 176, 20 Ι 4 ὀργῆς] hierauf wird eine Angabe vermisst, was das ξένον der göttlichen όργή sei, wie das beim λόγος S. 176, 23 ff. und θυμός Ζ. 4 ff. geschieht. Das Eigentümliche der göttlichen ὀργή besteht darin, dass sie παιδευτική ist (vgl. S. 176. 16 u. Z. 28. 29 u. ob.) Ι ἐ)στι Gh Ι 6 ἐπιστρέφειν Gh Co ἐπιστρέφει S | 7 λόγος 1] όργή Diels Ι 8 λόγου übergesch. Scorr. | 10 ἐλέγομέν] ἔλεγχον μὲν S ἔλεγον μὲν Gh | 12 μεταμέλειαν GhCo ἐπιμέλειαν S | 14 μεταμε- λουμένων Co | 15 τι 1 Ru vgl. S. 3, 27 Anm. | 16 1. τούτων? | 21 μεταμελειἆ S w. e. seh. | 26 τὸ Co τί S | 27 οὕτως Co οὐχ’ ὡς S ἥτις Gh Ι ἔχειν Co ἔχει S | 28 κα- κὸς] κακὸν S.)
Καὶ πρῶτον χρήσομαι παραδόσει Ἑβραϊκῇ, ἐληλυθυίᾳ εἰς ὴμᾶς διά τινος φυγόντος διὰ τὴν Χριστοῦ πίστιν καὶ διὰ τὸ ἐπαναβεβη- κέναι ἀπὸ τοῦ νόμου καὶ ἐληλυθότος ἔνθα διατρίβομεν. ἔλεγε δή τινα εἴτε μῦθον φαινόμενον εἴτε λόγον δυνάμενον προσάγειν τοὺς ἀκούοντας τῷ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην.«. ἔλεγε δή τινα τοιαῦτα· ὀ θεὸς οὐ τυραννεῖ, ἀλλὰ βασιλεύει, καὶ βασιλεύων οὐ βιάζεται, ἀλλὰ πείθει, καὶ βούλεται ἑκουσίως παρέχειν ἑαυτοὺς τοὺς ὑπ’ αὐτῷ τῇ οἰκονομίᾳ αὐτοῦ, ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν τινος ᾖ, ἀλλὰ κατὰ τὸ ἑκούσιον αὐτοῦ. ὅπερ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔλεγεν έν τῇ πρὸς Φιλήμονα ἐπιστολῇ τώ Φιλήμονι περὶ τοῦ Ὀνησίμου· »ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον«. ἠδύνατο τοίνυν ὁ τῶν ὅλων θεὸς ποιῆσαι νομιζόμενον ἀγαθὸν ἐν ἡμίν, ἴνα ἐξ ἀνάγκης ἐλεημοσύνας διδῶμεν καὶ ἐξ ἀνάγκης σωφρο- νῶμεν, ἀλλ’ οὐ βεβούληται. διὸ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης προσ- τάσσει ὴμῖν ποιεῖν ἃ ποιοῦμεν, ἴνα ἑκούσιον ᾖ τὸ γινόμενον. ὁδὸν οὖν, ἱν οὕτως εἴπω, ζητεῖ πῶς ἂν ἑκουσίως τις ποιήσαιι ἃ ὁ θεὸς βούλεται. ἔλεγεν οὖν μοι ἡ παράδοσις καὶ τοιοῦτόν τι· ἐβούλετο τὸν Ἱερεμίαν πέμψαι προφητεύσοντα πᾶσι τοῖς ἔθνεσι καὶ πρὸ πάν- των τῶν ἐθνῶν τῷ λαῷ. ἐπεὶ δὲ αἱ προφητεῖαι σκυθρωπότερόν τι εἶχον ἀπήγγελλον γὰρ κολάσεις, ὃς ἕκαστος κατὰ τὴν ἀξίαν κο- λασθήσεται) , καὶ ᾔδει τὴν προαίρεσιν τοῦ προφήτου μὴ βουλομένου τὰ χείρονα προφητεῦσαι τῷ λαῷ Ἰσραήλ, διὰ τοῦτο ᾠκονόμησεν εἰ- [*](9 Vgl. Ζ. 25. S. 184, ff. ; ferner Hom. in Jes. 6, 1 9, 1 Hieron. ep. 18, 15 und dazu TU NF 1, 8, – 83. — 11 Vgl. in I Kor. 7, 28 (Cat. Cram. V, 145, 33 f.): πότε φεύξομαι τὸ εἶναι δοῦλος ἀχρεῖος; ἐὰν φιλοτιμώτερος ὢν, ἐὰν ἐπαναβαίνῃς τῶν διατεταγμένων und etwa in Matth. Tom. 12, 37 (Lo 3, 191): ἀναβαίνουσι διά τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων. — 19 Philem. 14. — 20 ff. Vgl. de or. 29, 15 (Orig. II, 390, 23 f.): οὐ γὰρ βούλεται ὁ θεὸς τινι τὸ ἀγαθὸν ὡς κατὰ ἀνάγκην γενέσθαι, ἀλλὰ ἑκουσίως, u. ö. — 25 ff. Vgl. Hier. Comm. 979.) [*](1 ἡμῶν ἡ] ἡ Blass Ι 6 παρὰ ταύτην] oder παρὰ τὴν als Dublette aus der vor. Ζ. zu streichen Ι ἀπάτη Gh Co ἀπάτην S | 10 ἐπαναβεβηκέναι ἀπὸ] ἐπινενοηκέναι τὰ Gh | 11 νόμου] λόγου S, kaum haltbar vgl. ob. | 13 τῷ Gh τὸ S | 24 τις Gh τι S | 27 ἐπεὶ δὲ Gh ἐπειδὴ S.)
Παραπλήσιον ταύτῃ τῇ διηγήσει ἀπεδίδου καὶ ἐν τῷ Ἡσαΐᾳ· κἀ- κεῖνος γὰρ οὐκ εἰδὼς τί μέλλει προστάσσεσθαι λέγειν τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· »τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;(( ὁ δέ, φησίν, ἀπεκρίνατο· »ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με«, ἀκούει· »πορεύθητι καὶ εἶπον λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου« καὶ τὰ ὲξῆς. ἐπεὶ οὐν μὴ εἰδὼς ὃ μέλλει προφητεύειν καὶ ὅτι μέλλει ἀπει- λεῖν τῷ λαῷ τοιάδε εἶπεν· »ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με«, διὰ τοῦτο, φησίν, ἐν τοῖς ἑξῆς »φωνὴ λέοντος· βόησον((, ὀ δὲ οὐκ ἀπεκρίνατο ὡς πρόθυμος ποιῆσαι τὸ προστασσόμενον, ἀλλ εἰπε· »τί βοήσω;« εὐλαβεῖτο γὰρ μήποτε πάλιν ἀκούσῃ ὡς ἐπὶ τῆς προτέρας προφητείας· «πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε.« »τί« οὗν »βοήσω;« »πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου« καὶ τὰ ἑξῆς. οὐδὲν ἤκουσεν ἐν τού- τοις κατὰ τοῦ Ἰσραήλ. ταῦτ’ ἔλεγεν ἡμῖν ἐκεῖνος παραδιδοὺς τὸ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.
(19,) Ἐγὼ δὲ εὔχομαι, ἃ λαμβάνω ἀπὸ τῶν διδόντων μὴ τηρῆσαι μόνον μηδὲ κατορύξαι τὸ τάλαντον τῶν λεγόντων μοι εἰς τὴν γῆν< μηδὲ >τὴν μνᾶν τῶν διδασκόντων τι χρήσιμον ἀποδῆσαι ἐν σουδαρίῳ<, [*](1 Jerem. 32, 1. — 3ff. Vgl. Jeren. 32, 1. — 10 Vgl. Jerem. 32, 4? — 15 Jes. 6, 8. — 17 Jes. 6, 8. — Jes. 6, 9. 10. — 21 Jes. 6, 8. — 21ff. Jes. 40, 6. — 25 Jes. 6, 9. — 26 Jes. 40, 6. — 31 Vgl. Matth. 25, 25. — 32 Vgl. Luk. 19, 20.) [*](3 ἱερεμίωι S* ἱερεμία Scorr. | 9 τοῦ] übergesch. Scorr. | 12 δή Gh δέ S | 17 ἐγὼ Co | 18 βλέψητε S* βλέψετε Scorr. | 20 ὅ, τι? Koetschau | 27 αὐτῆς] so Α΄Σ΄Θ΄, vgl. Hexapla; vgl. de or. 17, 2 (Orig. II, 339, 11. 14), in Psal. 36 Hom. 1, 2 (Lo 12, 157) und Tischendorf über cod. c zu Mark. 1, 3 ἀνθρώπον LXX | 28 παραδιδοὺς Blass vgl. S. 184, 22 παραδοὺς S | 31 μόνον] μόνα S.)
Τοιοῦτόν τι ποιεῖ ἐκ τοῦ ἀνὰ λόγον πατρὶ καὶ ἰατρῷ ὁ θεός. ἔστι πικρά τινα, ἅ καὶ τὸν δικαιότατον μὲν ἰᾶται καὶ τὸν σοφώτατον . . . πάντα γὰρ τὸν ἁμαρτήσαντα ἐπὶ ταῖς ἁμαρτίαις κολασθῆναι δεῖ. »μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται«. >εἴτε πόρνος εἴτε μοιχὸς εἴτε μαλακὸς εἴτε αρσενοκοίτης εἴτε κλέπτης εἴτε μέθυσος εἴτε λοίδορος εἴτε ἅρπαξ, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι<. τοῦτο ἐὰν νοηθῇ καὶ ἀκριβωθῇ ὑπὸ τῶν μὴ δυναμένων ἰδεῖν τὸ ἰατρικὸν σιδήριον ὑπὸ τὸν σπόγγον, ὑπὸ τῶν μὴ δυναμένων νοῆσαι τὸ [*](8 Vgl. Clem. Alex. Strom. VII, 9, 53: καθάπερ ἰατρὸς πρὸς νοσοῦντας ἐπὶ σωτηρίᾳ τῶν καμνόντων ψεύσεται. — 11 Vgl. Philo quod deus sit immut. I, 282. 283 M: τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ ὦ οὖτος, τετμήσῃ, κεκαύ ῃ, ἀκρωτηριασθήσῃ κτλ. — 23f. Vgl. Prov. 3, 11. — 29 Gal. 6, 7. — Vgl. I Kor. 6, 9. 10.) [*](13 παράσχοι Hu παράσχοιεν S | 26 ἀνὰ λόγον Diels vgl. S. 161, 5 ἀναλόγου Co ἀνάλογον S | 27 καὶ1] zu streichen? Blass | σοφώτατον] dahinter fehlt ein Satz mit δὲ | 33 νοῆσαι] πιεῖν Co.)
Ἐπεὶ τοίνυν ὁ ἰατρὸς ἐνίοτε ἀποκρύπτει τὸν ἰατρικὸν σίδηρον ὑπὸ τὸν ἁπαλὸν καὶ τρυφερὸν σπόγγον, κρύπτει δὲ καὶ ὁ πατὴρ τὴν φιλοστοργίαν διὰ τῆς ἐμφάσεως τῆς ἀπειλῆς, καὶ αἱ ἀπάται αἱ μὲν ἀφαιρῦσι τὰ στεατώματα καὶ τοὺς κιρσοὺς καὶ εἴ τι ἄλλο βλάπτει τὴν τοῦ σώματος κατασκευήν, ἡ δὲ περιαιρεῖ τὴν ἀπαιδευσίαν καὶ τὴν χαύνωσιν· τοιοῦτον δή τι νενόηκε ποιεῖν τὸν θεὸν ὁ [*](1ff. Vgl. in I Kor. 5, 10 (Cat. Cram. V, 98, 17—20): ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ ὅτι οὐκ ἔχομεν τὰ κακὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μήπως ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν· λέγει γάρ· »ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ«. — 4 Vgl. I Kor. 6, 9. 10. — 8 Vgl. Phil. 1, 23. — 9ff. Vgl. I Kor. 3, 12. 13. — 16 II Kor. 5, 10. — 18ff. Vgl. Sel. in Ezech. 7, 3 (Lo 14, 138): »δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου«. οὐ γὰρ τινὰ μὲν δίδωσι, τινὰ δὲ οὐ δίδωσιν, ἀλλὰ πάντα ἐξαφανίζει. καὶ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ εὐεργετῶν καὶ χαριζόμενος . . . δίδωσιν ἐπ᾿ αὐτοῖς πάντα τὰ βδελύγματα αὐτῶν, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν ἐν τῷ Ἀμὼς κτλ. — 19 Amos 3, 2. — 24 Vgl. in Joh. Tom. 6, 54 (Br I, 173, 21): ἔμφασις μὲν οὖν πολλῆς ὠμότητος κτλ.) [*](3 καθαρεύει V κακαθαρεύει S κακὰ καθαρεύει Co | πεπορικέναι Gh πεπορηκέναι S | 11 τὰς2 Scorr. τὰ S* | 14 ἐπεῖ] od. ὅτι ἐπεὶ? ὅτι S | 15 καθαρεύοιμεν Co καθαρεύωμεν S | 19 πάντων S πασῶν Lo LXX | 20 πάντα τὰ ἐπιτηδεύματα] vgl. Jerem. 18, 11? πάσας τὰς ἁμαρτίας LXX | 24 ἐμφάσεως] ἐμφράσεως S ἐκφράσεως Gh. doch vgl. ob. | 27 δή] δέ S.)
(19,) Παρακινδυνεῦσαι θέλω καὶ παράδειγμα δοῦναι ὠφελημένων ἠπατημένων. εἰσὶ τινες οἵ διὰ τοῦτο ἀσκοῦσι τὴν ἁγνείαν καὶ τὴν καθαρότητα, καὶ ἄλλοι οἵ διὰ τοῦτο ἀσκοῦσι τὴν μονογαμίαν, ἐπεὶ προσεδόκησαν ἀπόλλυσθαι τὸν συνουσιάσαντα γαμικῶς, ἀπόλλυσθαι τὸν διγαμήσαντα. συγκρίνωμεν καθ᾿ ἑαυτούς, τί λυσιτελεῖ τῇ μονογάμῳ, ἠπατῆσθαι καὶ οἴεσθαι κολάζεσθαι καὶ αἰωνίῳ κολάσει παραδίδοσθαι τὴν δίγαμον, ἵνα μείνῃ μονόγαμος καὶ καθαρά, ἢ γνῶναι τὸ ἀληθὲς καὶ διγαμῆσαι; νομίζω, παντὸς οὑτινοσοῦν βλέποντος τὸ ἀκόλουθον ἔστιν εἰπεῖν, ὅτι μακαριώτερον μὲν ἦν τὸ καθαρεύειν καὶ μὴ διγαμεῖν μὴ ἠπατημένην καὶ ὁρᾶν ὅτι μετέχει μὲν σωτηρίας τινὸς καὶ ἡ δίγαμος, οὐ μὴν τοσαύτης μακαριότητος, ὅσης παρὸν διγαμεῖν καθαρεύσασα· εἰ δὲ μὴ δύναται τοῦτο, βέλτιον τὸ ἠπατῆσθαι ὡς [*](5 Gen. 3, 13. — 11 Vgl. Jerem. 1, 8? — 15 Jes. 19, 14. — 24ff. Vgl. in I Kor. 6, 12 (Cat. Cram. V, 109, 20—27): πάσῃ παρθένῳ ἔξεστι γαμεῖσθαι· ἀλλ᾿ ἡ καλὴ καὶ ἀγαθὴ οὐχ ὡς μὴ ἐξὸν γαμεῖν ἀπέχεται τοῦ γαμεῖν. ἀλλ᾿ ἀναβᾶσα τὴν ἐξουσίαν . . . . ἀλλὰ καὶ ἀνδρὸς τελευτήσαντος οὐ κεκώλυται ἡ διγαμία παντελῶς . . . . ἀλλ᾿ ἀκούσασα ἡ καλὴ γυνὴ μακαριωτέρα ἐστίν, ἐὰν οὕτως μείνῃ κτλ. (Vgl. auch a. a. O. S. 126. 127.)) [*](2 καὶ λέγει] τέλει? Koetschau | 3 χάριν, ἐπὶ τὸ] vgl. Z. 10 ἔστιν S | 8 τῷ Blass | 13 εἰς τὸ μέλλον Gh | 21 ἀσκοῦσι τὴν] vgl. Z. ἀσκοῦντες S | 24 τί] ὅτι S | τῇ Gh τῶι S.)
Παρέλθωμεν δὲ ἰδίᾳ καὶ εἰς τὸ »ἠπατήθην«. διὰ τί οὐκ εἶπε μόνον τὸ »ἠπάτησάς με, κύριε«, ἀλλὰ προσέθηκε καὶ τὸ »ἠπατήθην«; ἔστιν ἐνίοτε ἐπινοῆσαι [τι] ἐνεργοῦντά τινα τὴν ἀπάτην, ἄλλον δὲ φυλασσόμενον ἀπατηθῆναι καὶ οὐκ ἀπατώμενον. ὅταν δὲ ὁ μὲν ἐνεργήσῃ τὸ ἀπατᾶν, ὁ δὲ μὴ φυλάξηται τὸ ἀπατηθῆναι ἀλλ᾿ ἐμπέσῃ εἰς τὴν ἀπάτην, εἴποι ἄν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. ἐγὼ δὲ γενόμενος κατὰ τὸν τόπον καὶ τοιαῦτά τινα εἴποιμι ἂν ὅ ἐὰν λέγῃ μοι ὁ ὄφις, κἂν ἀληθῆ μοι λέγῃ κἂν ἀπατᾶν με θέλῃ, ὑφορῶμαι αὐτοῦ τοὺς λόγους πειθόμενος ὅτι, εἴτε ἀπατᾷ με εἴτε ἀληθεύει, βλάπτει με. καὶ ἡ ἀλήθεια γὰρ αὐτοῦ βλάπτει· οὐδὲν ὠφέλιμον ἀπὸ τοῦ ὄφεως γίνεται, ἐπεὶ >μὴ δύναται δένδρον πονηρὸν καρποὺς, ἀγαθοὺς ἐνεγκεῖν<. ὅ ἐὰν δὲ λέγῃ μοι ὁ θεὸς καὶ πείθωμαι ὅτι θεός ἐστιν ὁ λέγων, ἕτοιμός εἰμι παρέχειν ἐμαυτον. ἀληθεύει, δέχομαι· ἀπατᾶν με βού- [*](1/2 Vgl. in Luc. Hom. 17 (Lo 5, 151): Puto enim monogamum et virginem et eum, qui in castimonia perseverat, esse de ecclesia Dei; eum vero qui sit digamus. . . . esse de secundo gradu et de his, qui invocant nomen Domini et qui salvantur quidem in nomine Jesu Christi, nequaquam tamen coronantur ab eo. — 5ff, Vgl. in Matth. Tom. 17, 19 (Lo 4, 126): ὅσον οὖν ἄνθρωποί ἐσμεν καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον τῆς χρηστότητος τοῦ θεοῦ . . . κεκρυμμένης ὑπ᾿ αὐτοῦ, ἵνα μὴ βλαβῶμεν, θεωρεῖν, ἀναγκαίως ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς ἄνθρωπος κτλ. — 8ff. Jes. 66, 24.— 10 Vgl. Matth. 3, 12 Luk. 3, 17. — 11 Vgl. Röm. 2, 4. — 14 Vgl Röm. 2, 5. — 28 Vgl. Matth. 7, 18.) [*](5 γινόμενα Blass γενόμενα S | 11 ἔννοιαν μέλλωσι Diels Lietzmann ἐν οἷς μέλλουσι S | 14 αὑτοῖς Hu αὐτοῖς S | 18 εἰς nach Koetschau | 22 ἐμπέσῃ V ἐμπέσοι S.)
(19,) Ἑξῆς τούτοις λέγει· »ἐγενόμην τὸν τόπον ταῦτα ἤκουον, ὅτι Ἱερεμίας γέγονε κατὰ χρόνους ἁμαρτωλοτάτων (ἐπ᾿ αὐτοῦ γοῦν γέγονεν ἡ αἰγμαλωσία). καὶ οὕτως ἦσαν ἁμαρτωλοὶ ὥστε μυκτηρίζειν καὶ γελᾶν καὶ χλευάζειν, εἴ ποτε ὁ προφήτης τὸ προοίμιον ἔλεγε τὸ προφητικόν, τὸ »τάδε λέγει κύριος«. ἐγέλων οἱ ἀκούοντες καὶ ἐμυκτήριζον τὰ λεγόμνα. ἐφυλάξατο εἰπεῖν τὸ »τάδε λέγει κύριος« ὁ ἀπατηθεὶς καὶ ὠφεληθεὶς ἐκ τοῦ ἀπατᾶσθαι. διὸ καὶ αὐτὸς βουλόμενος ἀπατᾶν ἐπὶ τῷ ὠφελεῖσθαι ἐκ τοῦ ἀπατᾶν ἔλεγεν· ὅτι ἐμοὺς ὑμῖν λαλῶ, ἐπεὶ οὐκ ἀκούετε τοὺς τοῦ κυρίου λόγους. εἶτα ἐκεῖνοι παρεῖχον τὰς ἀκοὰς ὡς λόγοις Ἱερεμίου καὶ ἤκουον λόγων θεοῦ. ταῦτα δέ μοι ἔλεγεν ὁ παραδιδούς μοι τὸν τόπον, ἐξετάζων τὰ προοίμια καὶ τὰς ἀρχὰς τῶν προφητειῶν. ἔστι τοίνυν καὶ ἀρχὴ τῆς προφητείας Ἱερεμίου παρὰ μὲν ἡμῖν, ὡς οἱ Ἑβδομήκοντα παραδεδώκασιν οὐκ οἶδ᾿ ὅ, τι σκοπήσαντες· »τὸ ῥῆμα τοῦ θεοῦ ὅ ἐγἐνετο ἐπὶ Ἱεεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων«, ἐν δὲ τῷ Ἑβραϊκῷ καὶ ταῖς λοιπαῖς ἐκδόσεσι· »λόγοι Ἱερεμίου υἱοῦ Χελκίου«, καὶ πάντες συνεφώνησαν τῷ εἰπεῖν· »λόγοι Ἱερεμίου υἱοῦ Χελκίου«. διὰ τί οὖν »λόγοι Ἱερεμίου«; ἐπειδήπερ τὸ προοίμιον αὐτῷ ἐν τῷ λέγειν πρὸς τοὺς μὴ βουλομένους ακοῦσαι ἦν· ἀκούσατέ μου τοὺς λόγους.
Καὶ ἡμεῖς ἔσθ᾿ ὅτε τοιαῦτα, ὅταν λυσιτελὲς ἡμῖν φανῇ, ποιοῦμεν. ἐνίοτε λόγους >τοῖς< ἀπὸ τῶν ἐθνῶν προσάγομεν βουλόμενοι αὐτοὺς προσαγαγεῖν τῇ πίστει, καὶ ἐὰν ἴδωμεν ὅτι διαβεβλημένοι εἰσὶ πρὸς Χριστιανισμὸν καὶ βδελύσσονται τὸ ὄνομα καὶ μισοοῦσι τὸ ἀκοῦσαι, ὅτι οὗτος ὁ λόγος Χριστιανῶν ἐστιν, οὐ προσποιούμεθα Χριστιανῶν λέγειν λόγον ὠφέλιμον. ἀλλ᾿ ὅταν ὁ λόγος ἐκεῖνος κατασκευασθῇ κατὰ [*](13 Vgl. S. 126, 1ff. — 16f. Vgl. Jerem. 2, 2 u. ö. — 19 Vgl. Jerem. 20, 9. — 25 Jerem. 1, 1. — 27ff. Jerem. 1, 1 Vgl. Hexapla. — 30 Vgl. Jerem. 20, 9?) [*](3 θέλων] θέλω S | 8 καὶ Co | 10 κρατήσῃ Blass Koetschau κρατήσης S | 13 γοῦν Co οὖν S | 35 Χριστιανῶν Blass χριστιανὸν S.)
Καὶ ἡμεῖς ἀγανακτοῦμεν, ἐὰν ποτε λαλοῦντες γελασθῶμεν, ὅπου Ἱερεμίας ὁ τοιοῦτός φησιν· »ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος«; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· »ἤκουον« γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐμυκτήριζον αὐτόν«. ἀλλ᾿ 〉ὁ κύριος ἐκμυκτηρίζει〈 πάντας τοὺς ἐκμυκτηρίζοντας τοὺς λόγους τοῦ θεοῦ. »ἐγενόμην εἰς γέλωτα«. ὅρα ποταποὺς βίους ἐβίωσαν οἱ προφῆται, πῆ μὲν καταγελώμενοι, πῆ δὲ κινδυνεύοντες καὶ καταβαλλόμενοι καὶ λιθοβολούμενοι ὑπὸ τοῦ λαοῦ, ἀναιρούμενοι, μισούμενοι, ἐκδιωκόμενοι· και πάντα ἔπασχον καὶ ὑπέμενον, ἵνα κατὰ τὸ βούλημα τοῦ θεοῦ 〉δόξαν τὴν παρὰ τοῦ μόνου ζητοῦντες〈, κηρύσσοντες τὸν λόγον τύχωσι τοῦ τέλους τοῦ παρὰ τοῦ θεοῦ. »πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος«. ἡμέραν διετέλεσε μυκτηριζόμενος·.
(19,) »Ὅτι πικρῷ λόγῳ μου γελάσομαι«. ἔστι τις ἐπαγγελία γέλως, ἧς ἐπαγγελίας ἐπώνυμός ἐστιν Ὀ πατριάρχης Ἰσαάκ· ἑρμηνεύεται γὰρ Γέλως. ὅτι δὲ ἐπαγγελία γέλως, δῆλον [ὅτι] ἐκ τοῦ »μακάριοι οἱ κλαίοντες νῦν«· ἡ δὲ ἐπαγγελία »ὅτι γελάσονται«. ὥσπερ ἐπαγγελία »υἱοὶ θεοῦ κληθήσονται«, καὶ »τὸν θεὸν ὄψονται«, καὶ »κληρονομήσοσι τὴν γῆν«. καὶ »αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν«, οὕτως ἐστὶν ἐπαγγελία γέλως· ᾗ ἐπαγγελίᾳ τὸ ἐναντίον ὁ μακαριζόμενός ἐστι κλαυθμός. ζητήσεις δέ, εἰ τούτῳ τῷ ἀγαθῷ γέλωτι καθ᾿ ἑτέραν καὶ ἑτέραν ἐπίνοιαν συνᾴδει μὲν ὁ μακαριζόμενος κλαυθμός, ἐναντιοῦται δὲ ὁ τοῖς ἐναντίοις ταλανιζόμενος ἀποκείμενος κλαυθμὸς ἕτερος. »οὐαὶ« γὰρ »οἱ γελῶντις νῦν, ὅτι πενθήσουσι καὶ κλαύσονται«· ἄλλος γὰρ κλαυθμὸς ὁ μακαριζόμενος, ἄλλος ὁ ἀποκείμενος τοῖς κακῶς [*](4 Vgl. Jerem. 2, 2 u. ö. — Vgl. Jerem. 20, 9? —9 Luk. 16, 14. — 10 Vgl. Psal. 2,4.—12ff. Vgl. Hebr. 11, 36. 37? — 15 Vgl. Joh. 5, 44. — 22/ 23 Vgl. Gal. 4, 28. — 23 Vgl. Onom. sacra I, 170, 85: Ἰσαάκ λέλως, u. ö. — 23f. Luk. 6, 21. — 25 Matth. 5, 9. — Mtth. 5, 8. — Matth. 5, 4. — 26 Matth. 5, 3. — 31 Luk. 6, 25.) [*](1 δοκῶμεν] δοκοῦμεν S | αἱρεῖν Gh ερᾷν Co ἐρεῖν S | 2 ömologo[ymen VCo ὡμολογοῦμεν S | 10 ἐμυκτήριζον] vielleicht ἐξεμυκτήριζον nach Z. 11 u. NT? | 15 πάντα Gh vgl. S. 11, 9 πάνυ S | 16 παρὰ τοῦ μόνου vgl. in Matth. Tom. 15, 23 (Lo 3, 377) | τὴν] unrichtig? vgl. Z. 7. 18ff. S. 184,11 aber auch S. 173,11 | 23 ὅτι2] ἐστιν Gh | 27 ᾗ Gh ἡ S ἢ Co.)
Πρὸς τί δέ μοι τοῦτο εἴρηται, ἢ βουλομένῳ ὑπαινίξασθαι ὅτι λέγει, »πικρῷ λόγῳ μου γελάσομαι«, καὶ παραστῆσαι γέλωτα κλαυθμοῦ, καὶ κλαυθμὸν ἐκεῖνον ὃν κλαύσονται οἱ ἐνταῦθα γελῶντες, τάχα τοῦ θεοῦ πραγματευομένου ἐγγεννῆσαι αὐτοῖς κλαυθμόν; »ἐκεῖ« γὰρ »ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων«. καὶ τοῦτο πραγματεύεται ὁ θεὸς ὁρὼν ὅτι ὁ κλαίων ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ὁ θρηνῶν ἐπὶ τοῖς ἰδίοις παρανομήμασιν ἤδη εἰς συναίσθησιν ἐλήλυθε τῶν ἰδίων κακῶν. ὡς εἴθε ἕκαστος ἡμῶν καθ᾿ ἕκαστον ἁμάρτημα ἔλεγε· »λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω«. ὡς εἴθε ἕκαστος ἡμῶν ἔλεγεν ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι κλαίων· »ἐγενήθη μοι τὰ δάκρυα ἄρτος ἡμέρας καὶ νυκτός«. ἐάν μου ὁ λόγος πικρότερος ἐνταῦθα ᾖ, πικρότερος δὲ διὰ τὸ θλίβεσθαί με δι᾿ αὐτὸν, ἀηδίζονται οἱ ἀκούοντες. οἱ ἐλεγχόμενοι, ὅταν βαρῶνται τὸν λέγοντα, οἶδα ὅτι ἐπὶ τῷ πικρῷ λόγῳ μου τὸ τέλος ἐστὶ γελᾶν, γελᾶν δὲ τὸν τῶν μακαριζομένων γέλωτα. καὶ τοῦτο τάχα εἰδὼς ὁ προφήτης ἔλεγεν· »ὅτι πικρῷ λόγῳ μου γελάσομαι«· ἤδη »πικρῷ λόγῳ«, ἀλλ᾿ οὐκ ἤδη γελῶ, ἀλλὰ »πικρῷ λόγῳ μου γελάσομαι«.
(19,) »Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. θεὸν ἐπικαλεῖται ὁ δίκαιος, τὴν σοφίαν ἐπικαλεῖται καὶ ὁ ἄδικος· »ἔσται γὰρ« φησὶν [*](5 II Kor. 2, 2. — 12 Vgl. Matth. 7, 14. — 15 Luk. 6, 25. — 19 Matth. 8, 12 Luk. 13, 28 u. ö. — 24 Psal. 6, 7. — 26 Psal. 41, 4. — 35 Prov. 1, 28.) [*](1 φέλιμον S* ὡφελιμον Scorr. | 2 εἰ—οἶδα Streichen Gh Co | 6 γε Gh τε S | 9 κινοῦσιν S | 10 ὅταν Koetschau vgl. S. 187,1 | streicht Gh Co | 15 οὐαὶ Hu οἷα S | 16 βουλομένῳ GhCo βουλομένου S | 26 ἐγενήθη V ἐγεννήθη S(nur cod. 184 der LXX).)
Θέλω παράδειγμα δοῦναι ἀπὸ τῆς γραφῆς δικαίου τοῦ συνθήκας ἀθετοῦντος, ἵνα παραστήσω πῶς ἐκεῖνος τῷ ἔργῳ ἀθεσίανἐπεκαλέ- σατο. Ἰουδὴθ συνθήκας ἔθετο πρὸς τὸν Ὁλοφέρνην ὥστε τοσῶνδε [*](3 Joel 2, 32. — 10 ff. 17 Vgl. Matth. 7, 13. — 13. 17 Vgl. Matth. 7, 14. — 18/19 Röm. 7, 24. — 22 Röm. 7, 24. — 24 Röm. 7, 24. — 33ff. Vgl. Judith 12, 6. 7. 14.) [*](1 ὅταν] ὅτε S LXX cod. 297 | 5 θεὸν V Co θεῶ S | 6 ἐπικαλεῖ Ἱερεμίας ὅτι ἐπαγγέλλει Co |14—24 Hierzu Fragm. 83 in C: Τίς — μέλλοντι | 18 λέγω Ru λέγων S | 23 φιλοσωματῶν] φιλοσώματος C | 26 οὖν] οὐ Co | νοῆσαι Gh Co | 33 Ἰουδὴθ] so auch de or 13, 2 (Orig.II, 326, 22), in Joh. Tom(Br I, 86, 23 vgl. Anm.),ep.ad Afric.(Lo 17, 42).)
»Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. ἵνα δὲ μᾶλλον νοήσῃς τὸ »ταλαιπωρίαν ἐπικαλέσομαι«, διαγράψω τι γινόμενον τοῖς ἀσκηταῖς. πολλάκις γὰρ παρακειμένου τοῦ γῆμαι καὶ μὴ ἔχειν πρᾶγμα ἐπανισταμένης τῆς σαρκὸς τῷ πνεύματι, αἱρεῖταί τις οὐ καταχρήσασθαι τῇ τοῦ γαμεῖν ἐξουσίᾳ, ἀλλὰ ταλαιπωρεῖν καὶ κάμνειν, >ὑπωπιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγγεῖν αὐτὸ< >ἀποχαῖς τοιῶνδε βρωμάτων<, καὶ παντὶ τρόπῳ >τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος [*](10 Vgl. Gen. 3, 1—5 (oder Apokryphen?). — 13 Gen. 3, 15. — 18 Matth. 6, 24. — 19 Vgl. Matth. 6, 24 Luk. 16, 13. — 20 Vgl. in I Kor. 12, 6 (Cat. Cram. V, 227, 25ff.): ἔστι τις αἵρεσις ἥτις οὐ προσίεται τὸν προσιόντα, εἰ μὴ ἀναθεματίσῃ τὸν Ἰησοῦν· καὶ ἡ αἵρεσις ἐκείνη ἀξία ἐστὶ τοῦ ὀνόματος οὗ ἠγάπησεν· ἔστι γὰρ ἡ αἵρεσις τῶν καλουμένων Ὀφιανῶν οἵτινες οὐ θεμιτὰ λέγουσιν εἰς ἐγκώμιον τοῦ ὄφεως, ὅς ἐπικατάρατός ἐστιν ἀπὸ τοῦ θεοῦ. Vgl. c. Cels. 6, 28 (Orig. II, 98 14ff.): οἱ τὰ τοῦ ὄφεως ἑλόμενοι ὡς καλῶς τοῖς πρώτοις ἀνθρώποις συμβουλεύσαντος . . . . . καὶ Ὀφιανοὶ διὰ τοῦτο καλούμενοι τοσοῦτον ἀποδέουσι τοῦ εἶναι Χριστιανοὶ κτλ. — 25 Vgl. I Kor. 9, 5. — 26 Vgl. Gal. 5, 17. — 27 Vgl. I Kor. 9, 27. — 28 Vgl. I Tim. 4, 3. — 29 Vgl. Röm. 8, 13.) [*](24 τι] τί Gh τὸ Diels Koetschau ὅτι S* τοῖς Scorr. | 26 αἱρεῖται Co ἀρεῖται S | 27 ὑποπιάζειν S* ὑπωπιάζειν Scor.)
(19,) »Ὅτι ἐγενήθη λόγος κυρίου ἐμοὶ εἰς ὀνειδισμόν«. μακάριος Ἱερεμίας μὴ ἔχων ἄλλον ὀνειδισμὸν ἢ τὸν λόγον τοῦ κυρίου. ἡμεῖς δὲ οἱ τάλανες ἔχομεν ὀνειδισμοὺς οὐ διὰ τ[ον λόγον τοῦ κυρίου, ἀλλὰ διὰ τὰ ἡμέτερα ἁμαρτήματα, καὶ ὀνειδιζόμεθα ἐφ᾿ οἷς πταίομεν καὶ ἐπταίσαμεν, καὶ λοιδορούμενθα ἐπὶ ταῖς κακίαις ἡμῶν. ὁ δὲ σωτῆρ οὐ τοιούτους ἡμᾶς ὀνειδισμοὺς θέλει ὀνειδίζεσθαι λεγωσι »μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ "θμῶν ἕνεκεν ἐμοῦ«. »χάρητε ἐν ἐκείνῆ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε«. >ὁ λόγος< οὖν φησι >τοῦ κυρίου ἐγενήθη ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν<.
Εἶτα κατανόησον ὥς εἰσιν οἱ προφῆται εὐγνώμονες ἄνθρωποι, καὶ οὐκ ἀποκρυπτόμενοι τὰ ἴδια ἁμαρτήματα ὡς καὶ ἡμεῖς, καὶ λέγοντες οὐκ ἐπὶ τῶν τότε μόνον, ἀλλ᾿ ἐπὶ πασῶν τῶν γενεῶν εἰ ἡμαρτήκασι. κἀγὼ μὲν ὀκνῶ ἐξομολογήσασθαί μου τὰ ἁμαρτήματα ἐπῖ τῶν ὀλίγων ἐνταῦθα, ἐπεὶ μέλλουσί μου καταγινώσκειν οἱ ἀκούοντες. ὁ δὲ Ἱερεμίας τι παθὼν ἁμαρτητικὸν οὐκ ᾐδέσθη, ἀλλὰ ἀνέγραψεν αὑτοῦ τὴ ἁμαρτίαν· ἁμαρτία γὰρ ἦν τὸ ἐπιφερόμενον ἐν τῷ »καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ«. ἐδιδάχθης >πάντα ἐν ὀνόματι ποιεῖν κυρίου<, ἐν ὀνόματι θεοῦ πράττειν· σὺ δὲ λέγεις· »μὴ ὀνομάσω τὸ ὄνομα κυρίου«; ἀλλὰ ποῖον ὄνομα μέλλεις ὀνομάζειν; »ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν«, καὶ λέγεις· »οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, κὰι οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ«; λέγει οὖν πεπονθώς τι ἀνθρώπινον, ὃ καὶ ἡμεῖς κινδυνεύομεν πολλάκις πεπονθέναι. καὶ μάλιστα εἴ τις σύνοιδεν ἑαυτῷ διὰ τὴν διδασκαλίαν ποτὲ [*](6 Vgl. Jerem. 16, 1. 2. — 14 Matth. 5, 11. — 16 Luk. 6, 23. — 19ff. Vgl. Chrysost. (Gh II, 503): ὅρα φιλοσοφίαν, πῶς ἐλάττωμα τηλικοῦτον οὐκ ἀπέκρυψε, πῶς τὴν ἀσθένειαν οὐ συνεκάλυψε τὴν ἑαυτοῦ. — 27 Vgl. Kol. 3, 17. — 29 Exod. 23, 13.) [*](5 ἡ streicht Co | 9. 17 ἐγενήθη V ἐγεννήθη S | 19 εὐγνώμονες V2Co εὐγνώμονοι SV* | 20 καὶ2] 〈 Co | 24 αὑτοῦ Gh αὐτοῦ S | 27 ἐδιδάχθης Gh ἐδιδάχθη S | 28—S. 190, 19 Hierzu Fragm. 84 in C: Οὐκ—εἰσπραττόμενος | 30 ἐν—ὑμῶν]〈 LXX | 32 κινδυνεύομεν πολλάκις πεπονθέναι] ἔσθ᾿ ὅτε κινδυνεύοντες πάσχομεν C.)
Ἀλλ᾿ ἐπὶ τούτῳ ἀγαθὸς κύριος ὁ κωλύων τὰς τοιαύτας ἁμαρτίας τῶν τηλικούτων. οὐκ ἀφῆκε τὸν προφήτην ἀληθεῦσαι εἰπόντα τὰ προκέιμενα, ἀλλὰ καὶ ἐν τούτῳ ἀθεσίαν ἐπικαλέσασθαι καὶ ἀθετῆσαι τὸ εἰρημένον πεποίηκεν Ἱερεμίαν. εἶπε μὲν γάρ· »οὐ μὴ ὀνομάσω [ἔτι ἐπὶ τῶι ὀνόματι] τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ«. »ἐγένετο« δέ φησιν »ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ὁ λόγος ὁ τοῦ κυρίου γέγονε καίων αὐτοῦ τὴν καρδίαν. »καὶ ἐγένετο ἐν τῇ καρδ΄{α μου ὡς πῦρ φλεγόμενον, καιόμενον ἐν τοῖς ὀστέοις μου«. ἀπέβαλε τὴν ἀμαρτίαν ἣν πεποίηκεν εἰπών· »οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔτι«, και ἀπέβαλε τὴν ἁμμαρτίαν Ἱερεμίας ἅμα τῷ εἰπεῖν. εἴθε κἀγώ, ἅμα τῷ ἁμαρτῆσαι καὶ εἰπεῖν λόγον ἁμαρτητικόν, ᾐσθαννόμην ὅτι 〉γέγονε πῦρ ἐν τῇ καρδίᾳ μου καιόμενον καὶ φλεγόμενον ὥστε με μὴ κύνασθαι φέρειν〈.
Μέλλει τι ὁ λόγος τολμᾶν, οὐκ οἶδα δὲ εἰ συμφέρον τῷ τοιούτῳ ἀκροατηρίῳ καὶ ὁ λόγος τολμᾶν, οὐκ οἶδα δὲ εἰ συμφέρον τῷ τοιούτῳ ἀκροατηρίῳ καὶ τοιούτωι· εἴρηκέ τι εἶναι εἶδος πυρός, πυρὸς οὐκ αἰσθητοῦ, κολάζοντος τὸν κολαζόμενον τῷ πόνῳ εἰς τὸ μῆ φέρειν αὐτόν. εἶπε γάρ· »ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον« καὶ »καιόμενον« οὐκ ἐν τῇ καρδίᾳ μου μόνον ἀλλλὰ καὶ «ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱερεμίου. οὐ πεπόνθαμεν δὲ αὐτό. εἰ ἐπεπόνθειμεν τοῦτο, καὶ προέκειτο τὰ δύο πυρά, τοῦτο τὸ πῦρ καὶ τὸ ἔξωθεν πῦρ ὃ βλέπομεν ἐπὶ τῶν καιομένων ὑπὸ τῶν ἡγουμένων τῶν ἐθνῶν, εἱλόμεθα ἂν ἐκεῖνο μᾶλλον τὸ πῦρ ἢ τοῦτο. ἐκεῖνο μὲν γὰρ καίει τὴν ἐπιφάνειαν, τοῦτο δὲ καίει τὴν καρδίαν, καὶ ἀρξάμενον ἀπὸ τῆς [*](2 Vgl. Bornemann, In investiganda monachatus origine etc. Gottingae 1885 s. 35. — 32f. Vgl. Matth. 10, 28 Luk. 12, 4. 5?) [*](2 καὶ ἐν πράγμασιν Gh μισητὸς Co | 3 τὸν λόγον Gh τῶν λόγον S | 4 καὶ] + τὴν Co | 6 ἔτι Lo | 7 ἀγαθὸς κύριος] ὡς ἀγαθὸς ὁ θεὸς C | 11 τὸ ὄνομα Co (vgl. Gh) statt: ἔτι ἐπὶ τῷ ὀνόματι S (Emendation zu Z. 6 Diels) | 15 ἐν τῇ] ἡ S | 16 ἀπέβαλε Blass ὑπέβαλε S | 18 ἀπέβαλε V1 a. R. Co ἀπέλαβε S | 23 καὶ τοιούτωι streicht Gh | 24 τῷ πόνῳ] τοῦ πόνου S τοιούτῳ πόνῳ Gh.)
(19)9. Τίς ἄξιος ἤδη λαβεῖν ἐκεῖνο τὸ πῦρ ἐν τῇ καρδίᾳ, ἵνα μὴ ἐκεῖ αὐτὸ λάβῃ; θέλω διαγράψαι τίς ἐστιν ὁ ἔχων τοῦτο τὸ πῦρ ἐν τῇ καρδίᾳ. διάγραψόν μοι δύο ἡμαρτηκότας τὴν αὐτὴν τῷ γένει ἁμαρτίνα, τὴν μιαράν, τὴν ἀκάθαρτον πορνείαν, καὶ ἐν τούτοις τοῖς δύο τοῖς πεπορνευκόσι τὸν μὲν ἕτερον μὴ λυπούμενον μηδὲ ὀδυνώμενον μηδὲ δακνόμενον, ἀλλὰ τὸ εἰρημένον ἐν Παροιμίαις περὶ τῆς πόρνης γυναικὸς πάσχοντα, »ἥτις ἐὰν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ατοπον«. ἴδε μοι τὸν ἕτερον μετὰ τὸ πτῶμα μὴ δυνάμενον στέγειν, ἀλλὰ κολαζόμενον τὴν συνείδησιν, βασανιζόμενον τὴν καρδίαν, φαγεῖν καὶ πιεῖν οὐ δυνάμενον, οὐ κρίσει νηστεύοντα ἀλλὰ ἀλγηδόνι τῆς μετανοίας. διάγραψόν μοι τὸν τοιοῦτον >ὅλην τὴν ἡμέραν σκυθρωπάζοντα καὶ καταπονούμενον καὶ πορευόμενον, ὠρυόμενον ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ, βλέποντα αὐτοῦ τὴν ἁμαρτίαν ἐνώπιον αὐτοῦ< διὰ παντὸς ἔμπροσθεν ἐλέγχουσαν. καὶ ἴδε τὸν τοιοῦτον οὐκ ἐπὶ μίαν ἡμέραν οὐδὲ ἐπὶ μίαν νύκτα, ἀλλ᾿ ἐπὶ χρόνον πολὺν κολαζόμενον. τίνα τῶν δύο προκρίνεις; τίνα λέγεις ἐλπίδας ἔχειν παρὰ θεῷ; ἆρ᾿ ἐκεῖνον τὸν πορνεύσαντα καὶ μὴ φροντί- [*](1 vgl. Hebr. 4,12? — 9 Luk. 12,49.— 12 Vgl. Resch TU X, 3, 270ff.— 13 Luk. 24,32. — 15 Luk. 24,32. — 18ff. Vgl. in Psal. 37 Hom. 1,3 (Lo 12,249): Sunt quidam, qui cum pecaverint .... ita vivunt, quasi nihil omnino commiserint ... Cum vero post dictum [ l. mit Merlin.: delictum] quis consumitur et caffligitur pro delicto suo et conscientiae stimulis agitur, mordetur sine intermissione atque occultis confuationibus impugnatur, iste etc. — 22 Prov. 24,55. — 23 Vgl. Sir. 8,17? — 24 Vgl. Psal. 34,13? — 26 Vgl. Psal. 37,7. 9. 10.) [*](4 δύναται S* δύναμαι Scorr. | τούτῳ τῷ Gh τῶι τοιούτωι S | 5 τὸν Blass | ὁ2 Gh ὃν S | 10 αὐτοῦ Gh αὐτὸ S | 12 Κλεόπας Blass Κλεώπας S, so auch Z. 15 S. 192,13.)
»Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν«. ὁ ἄμεμπτος, ὁ μακάριος Ἱερεμίας (καθ᾿ ὑπεξαίρεσιν λέγω τούτου τοῦ μικροῦ ἁμαρτήματος καὶ εἴ τι ἄλλο βραχὺ πεποίηκεν) ἐψέγετο ὑπὸ πολλῶν. ἀλλ᾿ ὁ ὑπὸ τῶν πολλῶν ψόγος αὐτῷ ἐγκώμιον παρὰ θεῷ ἦν. ἔλεγον γὰρ οἱ ψέγοντες· »ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται«. ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τῇ ἀπάτῃ περὶ ἧς εἶπεν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. λέγουσι δὲ οὗτοι οἱ ἐπισυνιστάμενοι αὐτῷ· »καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ«. οἴονται ἠδικῆσθαι οἱ ἐλεγχθέντες ἐπὶ ταῖς ἰδίαις ἁδίαις ἁμαρτίαις καὶ διὰ τοῦτο οἰηθέντες ἠδικῆσθαι λέγουσι· »ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ«. τοιοῦτόν τι πεποιήκασιν καὶ οἱ τὸν Ἡσαΐαν πρίσαντες· ὡς ἀδικηθέντες γάρ (ἐπειδήπερ αἰ προφητεῖαι ἐπέστρεφον αὐτοὺς καὶ ἐκόλαζον αὐτούς, ἢλεγχον, ἐπετίμων) ἔπρισαν αὐτὸν καὶ κατεδίκασαν αὐτοῦ ψῆφον θανατικήν.
Ἀλλά φησιν ὁ Ἱερεμίας ἐπὶ τούτοις τοῖς ἐπισυστᾶσι· »καὶ κύριος μετ᾿ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων«. ἐὰν γενώμεθα ὁποίους ἡμᾶς εἶναι [*](1 Vgl. Eph. 4,19. — 9 Vgl. II Kor. 2,7.8. — 12 Vgl. Luk. 24,32. — 30ff. Vgl. Hebr. 11,37.) [*](3 ἐλπίδων] ἐλπίζων Gh δῆλον ὅτι ἐλπίδων κρειττόνων Co; vielleicht: ἐλπίδας ἔχων? vgl. S. 191,31 60,28 | τοῦ τῆς λύπης Koetschau τῆς λύπης τοῦ S | 5 τοσοῦτος Koetschau vgl. Z. 3 | 8 λύπῃ Co ἡ λύπη Gh λύπη S | 18 κυκλόθεν vgl. S. 173,18 κύκλωθεν S | 21 ὑπὸ Gh ἐπὶ S | 23 καὶ] so nur cod. 144 der LXX; S. 173,19 u. LXX: εἰ |30 καὶ οἱ] οἱ καὶ S, kaum haltbar.)
»Κύριος« οὖν »τῶν δυνάμεων« μεθ᾿ ἡμῶν, »δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδιας«. ὁ κύριος δοκιμάζει μὲν δίκαια, ἀποδοκιμάζει δὲ ἄδικα, καὶ ἔστιν, ἵν᾿ οὕτως ὀνομάσω, τραπεζίτης δικαίων καὶ ἀδίκων· οὗτος δὲ ὁ κύριος καὶ »συνίων« ἐστὶ »νεφροὺς καὶ καρδίας«. ζητῶ τί διαφέρει τὸ >συνιέναι νεφροὺς καὶ καρδίας<, ἄλλο τὸ >ἐτάζειν καρδίας καὶ νεφρούς<. οὐ πάντων ἐτάζει καρδίας καὶ νεφρούς, ἀλλὰ τῶν ἡμαρτηκότων· ἐφίστημι γὰρ τῷ σημαινομένῳ τοῦ ἐτάζειν, ὅπερ λέγεται ἐν τῷ βίῳ τούῳ ἐπὶ τῶν βασανιζομένων. ἐπὶ τοῖς δικαστηρίοις οἱ μὲν ἐτάζουσιν, οἱ δὲ ἐτάζονται, οἱ δέ εἰσι καὶ ἐν πόνοις βαρυτάτος. δὲ μόνος καινὸν ἔχει τρόπον ἐτασμῶν, ἐτάζων γάρ ἐστι καρδίας, καὶ μόνῳ τῷ κυρίῳ πρόσεστι τὸ ἐξετάζειν καρδίας καὶ νεφρούς. λῃσταὶ ἐνταῦθα ἐτάζονται κατὰ πρόσταξιν [*](17 Röm. 11,20.21. — 27 Vgl. Psal.7,10.—29 Vgl. Hesych.: ἢτασεν ἐβασάνισεν.) [*](4—6 οἱ — ἁμαρτίας] offenbare Dublette von Z. 12—14 und hier nicht passend 9 ἐπισύστητε V Co vgl. S. 192,22 | 15 οἴονται Gh Co οἷον S | 21—S. 194,7 Hierzu Fragm. 85 in C: Ὡς—ἐτασμῷ | 25—27 ζητῶ—νεφρούς] διαφέρει δὲ τὸ συνιέναι τοῦ ἐτάζειν νεφροὺς καὶ καρδίας C; od. ist hinter συνιέναι Z. 25 zu ergänzen: τοῦ ἐτάζειν resp.: νεφροὺς καὶ καρδίας, τοῦ ἐτάζειν? | 30 οἱ μὲν] ὅπου οἱ μὲν Co.)