In Jeremiam (Homiliae 12-20)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
»Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος«. ἕκαστος κατὰ δύναμιν νοεῖ τὰ γεγραμμένα, ὁ μὲν ἐπιπολαιότερον οἷον ὡς ἐξ ἐπιπέδου πηγῆς λαμβάνων τὸν νοῦν ἀπ᾿ αὐτῶν, ὁ δὲ βαθύτερον ὡς ἀπὸ ἀπὸ φρέατος ἀνιμῶν. καὶ δύνανται ἀμφότεροι ὠφελεῖσθαι, ἐπεὶ τὸ αὐτὸ τῷ μέν ἐστι πηγή, τῷ δὲ φρέαρ. μαρτυρεῖ τὸ εὐαγγέλιον, ἡνίκα διηγεῖται τὰ περὶ τὴς Σαμαρίτιδος· ἐκεῖ γὰρ ὀνομάζεται τὸ αὐτὸ »πηγὴ« καὶ »φρέαρ«, καὶ ἀνὰ μέρος ποτὲ λέγεται πηγὴ καὶ ποτὲ φρέαρ. κατανοείτω δὲ ὁ δυνάμενος, ἵνα εἰδῇ ὅτι τὸ αὐτὸ τῇ ὑποστάσει τῷ μὲν ἐπιπολαίῳ πηγή ἐστι, τῷ δὲ βαθυτέρῳ φρέαρ ἐστί. προοίμιόν μοι τοῦτό ἐστι τῆς μελλούσης διηγήσεως διὰ τὸ ἀγγεῖον τὸ πήλινον τὸ διαπεσὸν ἀπὸ τῆς χειρὸς τοῦ κεραμέως καὶ αὖθις πλασθέν. τινὲς ἐθεώρησαν ταῦτα ἁπλούστερον καὶ ἐνόησαν. παραθήσομαι ὑμῖν τὸν ἐκείνων λόγον καὶ τὴν διήγησιν· μετὰ ταῦτα ἐάν τι ἔχωμεν βαθύτερον καὶ τοῦτο διηγησόμεθα. δύναται, φασίν, ἐνταῦθα δηλοῦσθαι τὰ περὶ τῆς ἀναστάσεως. εἰ γὰρ τὸ πήλινον ἀγγεῖον διέπεσεν ἀπὸ τῶν χειρῶν τοῦ κεραμέως καὶ ἀπὸ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ τοῦ αὐτοῦ ποιεῖ »αὐτὸ ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ«, δύναται ὁ κεραμεὺς θεὸς τῶν σωμάτων ἡμῶν, ὁ δημιουργὸς τῆς κατασκευῆς ἡμῶν, ἐπὰν διαπέσῃ τοῦτο καὶ συντριβῇ
καθ᾿ οἵαν δήποτε αἰτίαν, ἀναλαβεῖν αὐτὸ καὶ ἀνακαινῶσαι καὶ ποιῆσαι αὐτὸ ὡραιότερον καὶ βέλτιον »ἀγγεῖον ἕτερον καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι«.
[*](5 Vgl. Joh. 10, 29. — 14ff. Vgl. Philo de ebriet. I, 374. 375 M: σοφίαν . . . ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος κτλ. — 18 Vgl. Jog. 4, 6. 11. 12.)[*](3 σαυτῷ Gh σαυτοῦ S | 4 ἔτι πλασσόμενος] nach C: ἔτι πλαττόμενοι; ἐπιπλασσόμενος S | 9 μὲν] ἡμᾶς? Gh | 10 δὲ Co | 13 οὕτως] οὗτος Hu LXX | 14—34 Hierzu Fragm. 75 in C: Νοηθείη — ἰσόπεδος | 15 ὡς ἐξ] ὡσεὶ S (οἱονεὶ) ἐξ Gh | 18 διηγεῖται V διηγεῖτο S | Σαμαρίτιδος Blass Σαμαρείτιδος S | 22 μοι] vgl. S. 177, 25 μου S | 26 φησὶν S* φασὶν S1.)Ἐχέτω καὶ αὕτη ἡ διήγησις χάριν.
αὐτοῦ δὲ ἀκούσωμεν τοῦ κυρίου διηγουμένου καὶ λέγοντος· »εἰ καθὼς ὁ κεραμεὺς οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; φησὶ κύριος. ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως οὕτως ὑμεῖς ἐστε ἐν χερσί μου. πέρας λαλήσω ἐπ᾿ ἔθνος καὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα πρὸς αὐτό, καὶ μετανοήσω ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύειν, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς, φησὶ κύριος«. τοῦτο τὸ κατὰ τὸν οἶκον τοῦ κεραμέως ὁρῶμεν ἀναφέρεσθαι οὐκ ἐπὶ τινα τῶν καθ᾿ ἕνα, ἀλλ᾿ ἐπὶ δύο ἔθνη· λέγει γὰρ ἀρξάμενος ὅτι μέλλει λέγειν περὶ ἐθνῶν, ἵνα τι ὑποβάλῃ τοῖς δυναμένοις ἀκούειν ἀπορρήτων μυστηρίων· »πέρας λαλήσω ἐπὶ ἔθνος«. ζήτει καὶ τὸ πέρας καὶ τὸ πρότερον ἔθνος, ἐξ᾿ ὃ λαλεῖ τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας αὐτῶν· καὶ λαλήσας τὰ τῆς ἀπωλείας διὰ τὰς ἁμαρτίας, οὐδὲν ἧττον ἐπαγγέλλεται ὅτι ἐὰν μετανοήσωσι, μετανοήσει περὶ τῶν κακῶν ὧν ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. καὶ πάλιν λαλεῖ ἐπ᾿ ἄλλο ἔθνος δεύτερον »τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι« ὅλον ἔθνος· καὶ ἐπεὶ τοῦτο <τὸ> ἀνοικοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, | δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ λαλῆσαι ταῦτα, ἐὰν ἀποστῶσι τῶν ἔργων τῶν ἀγαθῶν· »μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«.
Τίνα οὖν τὰ δύο ἔθνη, τὸ πρότερον ὀνομασθὲν ᾧ ἀπειλεῖ ὁ λόγος, καὶ τὸ δεύτερον ᾧ ἐπαγγέλλεται; ἀπειλεῖ μέντοιγε ὥστε, εἰ μετανοήσαι, μὴ ποιῆσαι τὰ τῆς ἀπειλῆς. ἐπαλλέλλεται ὥστε, εἰ μεταπέσοι καὶ ἄξιον μὴ γένοιτο τὸ δεύτερον ἔθνος τῶν ἐπαγγελιῶν, μὴ τεύξεσθαι αὐτῶν. περὶ δύο μάλιστα ἐθνῶν πρόκειται πᾶσα ἡ οἰκονομία τοῦ θεοῦ τοῖς ἐν τῷ κόσμῳ ἀνθρώποις. γέγονε πρῶτον ἔθνος ἐκεῖνο ὁ Ἰσραήλ, δεύτερον ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας τοῦτο τὸ ἔθνος. τῷ προτέρῳ ἠπείλησεν ὁ θεὸς ἃ ἠπείλησε, καὶ βλέπομεν τὰ τῆς ἀπειλῆς τοῦ προτέρου ἔθνους· ἐν αἰχμαλωσίᾳ γεγένηται, κατεσκάφη αὐτῶν ἡ πόλις, καθῃρέθη τὸ ἁγίασμα, τὸ θυσιαστήριον καταβέβληται, οὐδὲν ἔτι σῴζεται τῶν πάλαι σεμνῶν παρ᾿ αὐτοῖς. ἔλεγε γὰρ ἐκείνῳ [*](26 ff. Vgl. Hier. Comm. 969. ) [*](12—S. 156, 8 Hierzu Fragm. 76 in C. Οὐκ—καταφυτεύσεως | 12 τινα C τινι S | 13 ὅτι Hu | 15 ζήτει] ζητεῖ S | 15/16 ἐφ᾿ ὃ λαλεῖ] nach Z. 19 || 17 ἀπαγγέλλεται S* ἐπαγγέλλεται Scorr. (vgl. Z. 21) | 20 ἐπεὶ Gh ἐπὶ S | 25/26 ᾧ . . . GhCo (vgl. S. 160, 24. 25) ὡς . . . ὧν S | 31 ἐκεῖνο ὁ] vgl. Z. 35 ἐκεῖνος S. )
»Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν«. δόξει ἁπλῶς τὸ πέρας εἰρῆσθαι. εἴρηται δὲ τοιοῦτον. ἐν τῷ >λαλήσω ἐπ᾿ ἔθνος ἢ βασιλείαν<, τὸ πέρας τοιοῦτόν ἐστι· κατασκάψω λέγεται τῷ προτέρῳ ἔθνει τὸ πέρας, τῷ δευτέρῳ ἔθνει· ἀνοικοδομήσω ὑμᾶς. καὶ πάλιν ἐκριζώσω τοῖς προτέροις λέγεται, καὶ καταφυτεύσω τοῖς δευτέροις. ἆρ᾿ οὖν ἐπεὶ εἴρηται τὸ πέρας, δεῖ γενέσθαι τὸ πέρας; ὁ θεὸς μὴ μετανοῶν μετανοεῖν λέγεται κατὰ τὴν γραφήν. καὶ πρόσχωμεν τῇ λέξει, ἵνα ἐὰν δυνηθῶμεν ἀπολογήσασθαι, πῶς ταῦτα λέγεται, [εἰ] παραδεξώμεθα τὸν λόγον. »πέρας λαλήσω« φησὶν »ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν, καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν ὧν ἐλάλησα ἐπ᾿ αὐτό, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. καὶ πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον ἐμοῦ τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«. περὶ τῆς μετανοίας τοῦ θεοῦ ἀπαιτούμεθα ἀπολογήσασθαι· δοκεῖ γὰρ ἐπίληπτον εἶναι καὶ ἀνάξιον, οὐ μόνον τοῦ θεοῦ ἀλλὰ καὶ τοῦ σοφοῦ, τὸ μετανοεῖν. οὐκ ἐπινοῶ γὰρ σοφὸν μετανοοῦντα, ἀλλ᾿ ὁ μετανοῶν, ὅσον ἐπὶ τῇ συνηθείᾳ τῆς χρήσεως τῆς λέξεως, ἐπὶ τῷ μὴ καλῶς βεβουλεῦσθαι μετανοεῖ. ὁ θεὸς δέ, προγνώστης ὢν τῶν μελλόντων, οὐ δύναται μὴ καλῶς βεβουλεῦσθαι, καὶ παρὰ τοῦτο μετανοεῖν. πῶς οὖν ἡ γραφὴ αὐτὸν εἰσήγαγε λέγοντα »μετανοήσω«, οὔπω λέγω, καὶ ἐν ταῖς Βασιλείαις εἴρηται ἐν τῷ »μεταμεμέλημαι ὅτι ἔχρισα [*](1 Vgl. Matth. 3, 10 Luk. 3, 9. — 3 Exod. 15, 17. Vgl. Philo de plant. I, 336. 337 M? — 8 Vgl. Luk. 13, 7. — 11 Vgl. Eph. 5, 32. — 19ff. Vgl. in Num. Hom. 16, 4. — 35 I Sam. 15, 11.) [*](6 ὕλαις Gh ὕλεσι S | 8 καὶ Blass | 14 εἰρῆσθαι Blass Koetschau | 26 ἀκοῦσαι S* (vgl. S. 155, 10) ἀκούσειν Scorr. | 32—S. 160, 23 Hierzu Fragm. 77 in C: Πῶς—δοκεῖ | 34/35 πῶς—καὶ] πῶς οὖν καὶ ὧδε μετανοεῖν φησι καὶ C.)
Ἀλλ᾿ ὅρα τί περὶ θεοῦ διδασκόμεθα καθολικῶς. ὅπου μὲν »οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι«, καὶ μανθάνομεν διὰ ταύτης τῆς λέξεως ὅτι ὁ θεὸς οὐχ ὡς ἄνθρωπος· διὰ δὲ ἄλλης ὅτι ὁ θεὸς ὡς ἄνθρωπος φασκούσης· »ὅτι ἐπαίδευσέ σε κύριος ὁ θεός σου, ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ« καὶ πάλιν >ἐτροποφόρησεν ὡς ἀνθρωπος τὸν υἱὸν αὐτοῦ<. οὐκοῦν ὅταν μὲν αἱ γραφαὶ θεολογῶσι τὸν θεὸν καθ᾿ αὑτὸν καὶ μὴ ἐπιπλέκωσιν αὐτοῦ τὴν οἰκονομίαν τοῖς ἀνθρωπίνοις πράγμασι, λέγουσιν αὐτὸν εἶναι οὐχ ὡς ἄνθρωπος. »τῆς« γὰρ »μεγαλωσύνης αὐτοῦ οὐκ ἔσται πέρας«, καὶ »φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς«, καὶ »αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι θεοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς«. καὶ ἄλλα μυρία ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων εὕροις ἄν, οἷς ἐφαρμόσεις τὸ »οὐχ ὡς ἄνθρωπος ὁ θεός«. ὅταν δὲ ἐπιπλέκηται ἀνθρωπίνοις πράγμασιν ἡ θεία οἰκονομία, φέρει τὸν ἀνθρώπινον νοῦν καὶ τρόπον καὶ λέξιν. καὶ ὥσπερ ἡμεῖς ἐὰν διετεῖ παιδίῳ διαλεγώμεθα, ψελλίζομεν διὰ τὸ παιδίον· οὐ γὰρ οἷόν τέ ἐστι τηροῦντας ἡμᾶς τὸ ἀξίωμα τῆς τελείου ἀνδρὸς ἡλικίας καὶ λαλοῦντας τοῖς παιδίοις μὴ συγκαταβαίνοντας αὐ- [*](1 Joel 2, 13. — 3ff. Vgl. in Matth. Tom. 17, 17 (Lo 4, 124f.) u. ö.; Philo quod deus sit immut. I, 280 M: δύο τὰ ἀνωτάτω πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἓν μὲν ὅτι »οὐχ ὡς ἄνθρωπος ὁ θεός«, ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος. ἀλλὰ τὸ μὲν πρότερον ἀληθείᾳ βεβαιοτάτῃ πεπίστωται, τὸ δ᾿ ὕστερον πρὸς τὴν τῶν πολλῶν διδασκαλίαν εἰσάγεται κτλ. u. ö. — 3 Num. 23, 19. — 6 Deut. 8, 5. — 8 Vgl. Deut. 1, 31. — 11 Psal. 144, 3. — 12 Psal. 95, 4. — 13 Psal. 148, 2. 3. — 16 Num. 23, 19. — 19ff. Vgl. c. Cels. 4, 71 (Orig. I, 340, 20ff): ὥσπερ ἡμεῖς τοῖς κομιδῇ νηπίοις διαλεγόμενοι οὐ τοῦ ἑαυτῶν ἐν τῷ λέγειν στοχαζόμεθα δυνατοῦ, ἀλλ᾿ ἁρμοζόμενοι πρὸς τὸ ἀσθενὲς τῶν ὑποκειμένων φαμὲν ταῦτα ἀλλὰ καὶ ποιοῦμεν ἃ φαίνεται ἡμῖν χρήσιμα εἰς τὴν τῶν παίδων ὡς παίδων ἐπιστροφὴν καὶ διόρθωσιν, οὕτως ἔοικεν ὁ τοῦ θεοῦ λόγος ᾠκονομηκέναι τὰ ἀναγεγραμμένα κτλ.) [*](1 καθολικῶς] καθόλου C | 3 καθολικῶς GhCo καθολικά S | 6—8 ὅτι2—αὐτοῦ] ebenso C | 8 ἐτροποφόρησεν ὡς] ἐτροποφόρησέ σε ὡς εἴ τις τροποφορήσει C | 9 καθ᾿ αὑτὸν] κατ᾿ αὐτὸν S καθ᾿ ἑαυτὸν C | 10 αὐτοῦ] αὐτῷ C | τοῖς] τὴν ἐν τοῖς C | 11 ἄνθρωπος] ἄνθρωπον C | 12 ἔσται] ἔστι C | ἐπὶ] ὑπὲρ C | 19—S. 159, 18 Hierzu vgl. ein Fragment aus der Oktateuchkatene zu Deut. 1, 31 (MPG 17, 24): Ὠριγένης δὲ ἐν ταῖς εἰς τὸν Ἱερεμίαν ὁμιλίαις φησί· Συμπεριηνέχθη καὶ συγκατέβη ὑμῖν [l. ἡμῖν] τὴν ἡμετέραν ἀσθένειαν οἰκειούμενος· ὡς διδάσκαλος συμψελλίζων παιδίοις, ὡς πατὴρ ἰδίους τιθηνούμενος παῖδας, καὶ τοὺς τρόπους αὐτῶν ὑποδυόμενος, καὶ κατὰ μικρὸν ἄγων αὐτοὺς ἐπὶ τὰ τελειότερα καὶ ὑψηλότερα.)
Καὶ ὁ θεὸς δὴ λαλεῖ παιδίοις· »ἰδού« φησὶ καὶ ὁ σωτὴρ »ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός«. λέγοιτο ἂν τῷ γέροντι τῷ λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ τὸν τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατάστασιν αὐτοῦ ἀνείληφας. οὕτως οὖν νόει μοι καὶ τὴν γραφὴν λέγουσαν· »ἐτροποφόρησέν σε κύριος ὁ θεός σου, ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«. καὶ ἐοίκασιν οἱ ἀπὸ ἑβραϊσμοῦ ἑρμηνεύσαντες, μὴ εὑρόντες τὴν λέξιν κειμένην παρ᾿ Ἕλλησιν, ἀναπεπλακέναι ὡς ἐπ᾿ ἄλλων πολλῶν καὶ ταύτην καὶ πεποιηκέναι τὴν »ἐτροποφόρησέν σε κύριος ὁ θεός σου (τουτέστι τοὺς τρόπους σου ἐφόρεσεν), ὡς εἴ τις τροποφορήσει ἄνθρωπος (κατὰ τὸ παράδειγμα τοῦτο ὃ εἴρηκα) τὸν υἱὸν αὐτοῦ«. ἐπεὶ τοίνυν ἡμεῖς μετανοοῦμεν, ὅταν ἡμῖν διαλέγηται μετανοοῦσιν ὁ θεὸς λέγει· μετανοῶ, καὶ ἀπειλῶν ἡμῖν οὐ προσποιεῖται προγνώστης εἶναι, ἀλλ᾿ ὡς βρέφεσι λαλῶν ἀπειλεῖ. οὐ προσποιεῖται ὅτι προέγνω »τὰ πάντα πρὶν γενέσεως αὐτῶν«, ἀλλ᾿ ὡς, ἵν᾿ οὕτως ὀνομάσω, ὑποκρινόμενος τὸ βρέφος προσποιεῖται μηδὲ εἰδέναι τὰ μέλλοντα. καὶ ἀπειλεῖ γοῦν ἔθνει διὰ τὰς ἁμαρτίας αὐτοῦ καὶ λέγει· »ἐὰν μετανοήσῃ τὸ ἔθνος, κἀγὼ μετανοήσω«. ὦ θεέ· ἆρα ὅτε ἠπείλεις, οὐκ ᾔδεις πότερον μετανοήσει τὸ ἔθνος ἢ οὐ μετανοήσει; τί δέ; ὅτε ἐπηγγείλω, οὐκ ᾔδεις πότερον μενεῖ ἄξιος τῶν ἐπαγγελιῶν ὁ ἄνθρωπος, ἢ τὸ ἔθνος, πρὸς ὃν ὁ λόγος, ἢ οὐ μενεῖ; ἀλλ᾿ οὐ προσποιεῖται.
[*](14 Jes. 8, 18 Hebr. 2, 13. — 19 Deut. 1, 31. — 23 Deut. 1, 31. — 28 Vgl. Sus. 33a (LXX) od. 42 (Θ΄).)[*](2 τὸ τῶν] τούτων S τῶν Gh | ἐπιτιθέαμεν S vgl. S. 97, 13 | 11 γενείου Gh γενίου S | ἢ Co ἣ S | 12 ὁμιλοῦντα Gh ὁμολογοῦντα S | 17 τὸν Blass vgl. Z. 23 | 26 διαλέγηται] + τοῖς C | 33 u. 35 μενεῖ] μένει S | 34 ὁ] übergesch. S1.)Καὶ τοιαῦτα πολλὰ εὕροις ἂν ἀνθρωπικὰ ἐν τῇ γραφῇ, ὡς καὶ τὸ »λάλησον τοῖς υἱοῖς Ἰσραήλ· ἴσως ἀκούσονται καὶ μετανοήσουσι«. τοῦτο οὐχ ὡς διστάζωνὁ θεὸς εἴρηκε τὸ »ἴσως ἀκούσονται«· οὐ γὰρ διστάζει ὁ θεός, ἵνα λέγῃ τὸ »ἴσως ἀκούσονται καὶ μετανοήσουσιν«, ἀλλ᾿ ἵνα ἐπὶ πολὺ ἐμφήνῃ σου τὸ αὐτεξούσιον καὶ μὴ εἴπῃς· εἰ προέγνωμε ἀπολλύμενον ἀπολέσθαι με δεῖ, εἰ προέγνω με σωθησόμενον σωθήσεσθαι πάντων με χρή. οὐ προσποιεῖται οὖν τὸ περὶ τοῦ ἐπὶ σοὶ μέλλοντος εἰδέναι, ἵνα τηρήσῃ σου τὸ αὐτεξούσιον τῷ μὴ προειληφέναι μηδὲ προεγνωκέναι, πότερον μετανοήσεις ἢ μή. καὶ λέγει πρὸς τὸν προφήτην· »λάλησον, ἴσως μετανοήσουσι«. τοιαῦτα γὰρ ἄλλα μυρία εὑρήσεις λεγόμενα περὶ τοῦ θεοῦ τροποφοροῦντος τὸν ἄνθρωπον. ἐὰν ἀκούσῃς θυμὸν θεοῦ καὶ ὀργὴν αὐτοῦ, μὴ νόμιζε τὴν ὀργὴν καὶ τὸν θυμὸν πάθη εἶναι θεοῦ. οἰκονομίαι χρήσεως λέξεών εἰσι πρὸς τὸ τὸ βρέφος ἐπιστρέψαι καὶ βελτιωθῆναι· ἐπεὶ καὶ ἡμεῖς τοῖς παιδίοις πρόσωπον ποιοῦμεν οὐκ ἀπὸ διαθέσεως ἀλλὰ κατ᾿ οἰκονομίαν φοβερόν. ἐὰν τηρήσωμεν τὸ ἵλεων τῆς ψυχῆς πρὸς τὸ βρέφος ἐν τῷ προσώπῳ ἡμῶν, καὶ τὴν φιλοστορλίαν ἣν ἔχομεν πρὸς αὐτὸ ἐμφή- νωμεν, μὴ διαστρέψαντες ἑαυτοὺς μηδὲ οἱονεὶ μεταβαλόντες πρὸς τὴν ἐκείνου ἐπιστροφήν, ἀπόλλυμεν αὐτὸ καὶ χεῖρον ποιοῦμεν. οὕτως οὖν ὁ θεὸς καὶ ὀργίζεσθαι λέγεται καὶ θυμοῦσθαί φησιν, ἵνα ἐπιστρέψῃς καὶ βελτιωθῇς. καὶ ἀληθῶς οὐκ ὀργίζεται μὲν οὐδὲ θυμοῦται· σὺ δὲ πείσῃ τὰ τῆς ὀργῆς καὶ τὰ τοῦ θυμοῦ, γενόμενος ἐν δυσυπομονήτοις διὰ τὴν κακίαν πόνοις, ἐπὰν παιδεύῃ τῇ λεγομένῃ ὀργῇ τοῦ θεοῦ.
Ἑξῆς μετὰ τὸν περὶ τῶν δύο ἐθνῶν λόγον, τοῦ προτέρου ᾧ ἡ ἀπειλὴ δίδοται, καὶ τοῦ δευτέρου ᾧ ἡ ἐπαγγελία δίδοται, φησίν (εἶπε δηλονότι τοῖς προτέροις)· »καὶ νῦν εἶπον πρὸς ἄνδρας Ἰούδα καὶ [*](1ff. Vgl. in Gem. Tom. 3 (Philoc. Ro 197, 8ff.): Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ προεγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. οὐ γὰρ ἀγνοῦν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὒ φησίν· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν· ἀλλ᾿ . . . . . ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ᾿ αὐτοῖς τοῦ ἐπιστρέψαι κτλ. — 2 Jerem. 33, 2. 3. — 3ff. Vgl. Hier. Comm. 969: non quod ignoret Deus hoc vel illud . . . . sed quod dimittat hominem voluntati suae. — 4f. Jerem. 33, 3. — 5ff. Vgl. Chry- sost. (Gh II, 466). — 10 Vgl. Jerem. 33, 2. 3.) [*](2 μετανοσουσι S* μετανοήσουσι Scorr. | 3 ὡς διστάζων] vgl. C, in Gen. Tom. 3 u. Hier. Comm. 969 | ἐμφήνῃ] vgl. Z. 17 u. S. 161, 6 ἐμφαίνων C ἐμφανῆ S | 8 μέλλον Blass | τῷ Co τὸ S | 10 μετανοήσουσι S* μετανοήσωσι S1 | 13 οἰκονομίαι Co οἰκονομία S | 14 τὸ2 Gh | 16 ἵλεω S | 19 χεῖρον V χείρω 8.)
»Ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἔσθ᾿ ὅτε οἱ ἀκεραιότεροι λέγουσι· μακάριοι οἱ παλαιότεροι ἄνθρωποι, ὅτι ἤκουσαν τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· »καὶ ἐλάλησεν αὐτοῖς κύριος«. καὶ πρὸς ἡμᾶς λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ »ἀποστραφήτωσαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς«· αὐτὸς ὀ κύριος διαλέγεταί σοι φάσκων· »καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἀλλ᾿ ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρηνται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα. τί οὖν ἀποκρινόμενοι λέγουσιν; »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. καὶ ἂν μὴ ταῖς λέξεσιν εἴπητε, ὁ δὲ βίος ὑμῶν τοιοῦτος ᾖ ὡς ἁμαρτάνειν, δυνάμει λέγετε καὶ ὑμεῖς διὰ τῶν πονηρῶν πράξεων μετὰ τοὺς προτρεπτικοὺς λόγους τὸ »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. τί δὲ τὸ »ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα«; οἱ ἀρξάμενοι βάλλειν >ἐπ᾿ ἄροτρον τὴν χεῖρα< καὶ >τοῖς ἔμθανόμενοι< ἀπεστράφησαν τὰ φαῦλα. ἐπὰν οὖν τις βαλὼν >ἐπ᾿ ἄροτρον τὴν χεῖρα< στραφῇ εἰς τὰ ὀπίσω, »ὀπίσω τῶν ἀποστροφῶν« αὐτοῦ πορεύσεται· ὀπίσω γὰρ πορεύσεται ἐκείνων ἃ ἀπεστράφη, καὶ [*](1 ff. Vgl. Chrysost. (Gh II, 467): τίνος ἕνεκεν ἔτι πλάσσω; ἔτι λογίζομαι; διδοὺς ὑμῖν αὐτοῖς προθεσμίαν μετανοίας. — 29. 31 Vgl. Luk. 9, 62. — 29 Vgl. Phil. 3, 13.) [*](1—18 Hierzu Fragment 78 in C: Εἰ—κύριον | 2 ὅτι] εἰ C | 3 δύναται διαπεσεῖν] 〈 C | 5 αὐτῶν SV corr. αὐτοῖς V* w. e. sch. | 6 λεγόμενα Gh | ἀπολύει C Gh Co ἀπολλύει S | 7 ποιήσῃ αὐτά] ποιήσηται C | 15 πρὸς C ὡς S | 16 ἡμᾶς C | 22 ἀποστροφῶν Gh ἐπιστροφῶν S | 24 ᾖ Ru ἦν S | 29—S. 162, 1 Hierzu Fragm.)
»Διὰ τοῦτο« πρὸς τοὺς ταῦτα ἀποκρινομένους »λέγει κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ;« δόξει δὲ καὶ ταῦτα ἁπλῶς εἰρῆσθαι. ἀλλ᾿ ἐὰν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε θεόν, λεχθήσεται· "ἐρωτήσατε δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε φρικτὰ σφόδρα παρθένος Ἰσραήλ.< βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι »τὸν κύριον τῆς δόξης« ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέστρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπ᾿ ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα. »ἐρωτήσατε« οὖν »ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ«;
»Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον«. νιον«. διαφορὰς ὑδάτων ἐνταῦθα εἴρηκε· πρῶτον μὲν ἐν τῷ »μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί;« δεύτερον δέ ἐν τῷ »ἢ χιὼν ἀπὸ Λιβάνου;« τρίτον δὲ ἐν τῷ »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερό- μενον;« ταῦτα τὰ τρία εἴδη τῶν ὑδάτων αἱ πηγαί εἰσι τῶν ὑδάτων, ἃς ἐπιποθεῖ ἡ ὡμοιωμένη τῷ ἐλάφῳ ψυχὴ τῶν δικαίων, ὥστ᾿ ἂν ἕκαστον εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν [*](3 Vgl. Phil. 3, 13. — 12 ff. Vgl. ἐξ ἀνεπιγράφου (Gh II, 477): τὴν ἐξ ἐθνῶν ἐκκλησίαν πρὸς τὸν θεὸν ἐπιστρέφουσαν, παρθένον καλεῖ τοῦ Ἰσραήλ. — 17 Vgl. I Kor. 2, 8. — 19 Vgl. Joh. 1, 29? — 32 Psal. 41, 2.) [*](2 καταλιπόντων Gh Co καταλιπόντες S | 4 γεγένηται Blass Koetschau | 8 αὐτοῦ S* ἑαυτοῦ S1 | 13 ἐπιστραφῇ Blass Koetschau ἐπιστραφείη S | 15 συγκρίνωμεν Gh συγκρίνομεν S | 17 εἰσόμεθα] ἰσόμεθα S (vgl. S. 22, 6) vgl. Z. 28 S. 163, 5. 20. 29 μασθοί S | 27—S. 164, 8 Hierzu Fragm. 80 in C: Τρεῖς—αὐτοῦ | 27 διαφορὰς] τρεῖς διαφορὰς C | 31 τῇ] Gh τῷ S 〈 C.)
Οὐκ ἐκλείπουσιν οὖν »ἀπὸ πέτρας μαστοί«. ἀλλ᾿ ἐκεῖνοι »ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς«, οὐ πηγὴ ὕδατος ζωῆς ἐγκατέλιπεν αὐτούς· καὶ γὰρ ἀπ᾿ οὐδενὸς ὁ θεὸς μακρύνει ἑαυτόν, ἀλλ᾿ >οἱ μακρύνοντες ἑαυτοὺς ἀπ᾿ αὐτοῦ ἀπολοῦνται<· ἐγγίζει μᾶλλον ὁ θεός τινων καὶ ἀπαντᾷ τῷ ἐρχομένῳ πρὸς αὐτόν. ἡνίκα γοῦν ὁ υἱὸς ὁ καταφαγὼν τὴν οὐσίαν ἐπανῆλθεν, ἀπήντησεν αὐτῷ ὁ πατήρ. καὶ ἐπαγγέλλεται διὰ τῶν προφητῶν λέγων· »ἐγγιῶ αὐτοῖς ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν«. »θεὸς« γάρ φησιν »ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν, λέγει κύριος«. οὐκ »ἐκλείψουσιν οὖν ἀπὸ πέτρας μαστοί«, τὰ ὕδατα τοῦ Ἰησοῦ, »ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου«, τὰ ὕδατα [*](2/3 Vgl. in Cant. Cant Hom. 2, 11 (Lo 14, 274): Cervus interfector serpentum est . . . . ita ut spiritu narium eos extrahat de cavernis et superata pernicie veneni eorum pabulo delectetur; in Matth. Tom. 11, 18 (Lo 3, 121): ἐλάφῳ, καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων κτλ., u. ö. (vgl. Lauchert, Gesch. d. Physiologus 71.). — 3 Vgl. Aelian 2, 9 usw. — 4 Psal. 41, 3. — 5 I Kor. 10, 4. — 7 Psal. 41, 2. — 18 Joh. 7, 37. — 20 Jerem. 2, 13. — 22 Vgl. Psal. 72, 27. — 24/25 Vgl. Luk. 15, 12—14. 20. — 26 Vgl. Jerem. 13, 11?? — 27 Jerem. 23, 23.) [*](4 θεὸν2] + τὸν ἰσχυρὸν C | 5 πέτρα δὲ] δὲ πέτρα C | ἡ] Scrr. 〈 S* | 9 οὐδὲ μίαν S (vgl. Z. 12. 14. 17) οὐδεμίαν C | 10 ηγῆς S* πηγῆς Scorr. | 11 Χριστὸν] υἱὸν C | 17 οὐδὲ2 C Co οὔτε S | 18 διψᾷ C | 21 ζωῆς] ζῶντος C | 27 αὐτῶν V1 a. R. αὐτοῦ S V* | ἐγώ] 〈 C | 28 ἐκλείπουσιν C.)
»Ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν«. πᾶς μὲν ὁ ἁμαρτάνων ἐπιλέλησται τοῦ θεοῦ, ὁ δὲ δίκαιος λέγει· »ταῦτα πάντα ἦλθεν ἐφ᾿ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, οὐδὲ ἠδικήσαμεν καὶ εἰς κενὸν ἐθυμίασε. τί δὲ τὸ »εἰς κενὸν ἐθυμίασαν« κατανοητέον. τὰ πρώην εἰρημένα εἰς τὸν ἑκατοστὸν τεσσαρακοστὸν Ψαλμὸν ἐὰν ἀναλάβωμεν, νοήσομεν τί ἐστι τὸ »εἰς κενὸν ἐθυμίασαν«. ἦν δὲ ἐν τῷ Ψαλμῷ τοιοῦτόν τι εἰρημένον· »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«. οὐκοῦν ἡ προσευχή μου σύνθετος . . . λεπτῆς καρδίας, ὅτε μὴ παχύνεται ἡ καρδία ἡμῶν, ἀναπεμπομένη γίνεται ὡς θυμίαμα ἐνώπιον τοῦ θεοῦ. εἰ οὖν ἡ τοῦ δικαίου προσευχὴ θυμίαμά ἐστιν ἐνώπιον τοῦ θεοῦ, ἡ τοῦ ἀδίκου προσευχὴ θυμίαμα μέν, τοιοῦτον δὲ θυμίαμα ὥστ᾿ ἂν λεχθῆναι περὶ αὐτοῦ καὶ τοῦ εὐχομένου ἀδίκου· »εἰς κενὸν ἐθυμίασαν«· οἷον περὶ Ἰούδα γέγραπται· »γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν«. ἐκεῖνος κατὰ τὸ προσεύχεσθαι εἰς κενὸν ἐθυμίασε. τίς δὲ ὁ εἰς κενὸν θυμιῶν, ἔτι μᾶλλον οὕτως κατανοήσωμεν. »τρὶς τοῦ ἐνιαυτοῦ« φησὶν »ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ᾧ εὐθέως ἐπιφέρεται· »οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός«. οὐκοῦν τῶν [*](2 Vgl. Exod. [30, 34. — 10 Psal. 43, 18. — 14ff. Vgl. Sel. in Psal. 140, 2 (Lo 13, 144). — 16 Psal. 140, 2. — 18 Vgl. Jes. 6, 10 Matth. 13, 15 u. ö. — 23 Psal. 108, 7. — 25 Exod. 23, 17. — 27 Exod. 23, 15.) [*](1 καὶ] 〈 C | 3 τούτῳ] τοῦτο S | 5 ἐκκλίνει C ἐκκλινεῖ S | 7 ἀλλὰ] ἀλλ᾿ C | 9—23 Hierzu Fragm. 81 in C: Πᾶς—ἁμαρτίαν | 10 μὲν ὁ] γὰρ C | 12 κἀκεῖ- νος] ἐκεῖνος C | 14 ἑκατοστὸν τεσσαρακοστὸν] nach Ψαλμόν (Co ρμα΄) Lo | 16 γενηθήτω C V γεννηθήτω S | 17 σύνθετος] + ἐστι λεπτὴ ἀπὸ λεπτῶν νοημάτων C, wohl richtig | 23 γενηθήτω V γεννηθήτω S | 27 — S. 165, 10 οὐκοῦ — ἐπιγίνεται] Die bisherigen Ausgaben haben die Lücke nicht bemerkt und den Satz aus S: οὐκ οὖν τῶν ἐρχομένων ὀφθητοῦ νοῦ τῆς γραφῆς ὅπερ ἐπιγίνεται mit Gh Co verändert in: ὅθεν (οὐκοῦν ἀπὸ τῶν ἐρχομένων Gh) ὤφθη ὁ νοῦς τῆς γραφῆς τῷ.)