Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1
[*](DEF)

Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην ὑπὸ τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου· ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ θεολόγου Θεοδώρῳ τῷ τηνικαῦτα ἐπισκοποῦντι τὰ Τύανα λέγεται ἐστάλθαι· καθὼς ἡ πρὸς αὐτὸν δείκνυσιν ἐπιστολὴ, ἔχουσα οὕτως·

[*](ABDEF)

Ἑορτὴ καὶ τὰ γράμματα καὶ τὸ κρεῖττον ὅτι προφθάνεις τὸν [*](S. Greg. Ep. cxv) καιρὸν τῇ προθυμίᾳ τὸ προεορτάζειν ἡμῖν χαριζόμενος. τὰ μὲν οὖν παρὰ τῆς σῆς εὐλαβείας τοιαῦτα· ἡμεῖς δὲ ὦν ἔχομεν τὸ μεῖζον ἀντιδίδομεν τὰς εὐχάς. ἵνα δέ τι καὶ ὑπόμνημα παρʼ ἡμῶν ἔχῃς, τὸ δʼ αὐτὸ καὶ τοῦ ἁγίου Βασιλείου, πυκτίον ἀπεστάλκαμέν σοι τῆς Ὠριγένους φιλοκαλίας ἐκλογὰς ἔχον χρησίμους τοῖς φιλολόγοις. τοῦτο καὶ δέξασθαι καταξίωσον, καὶ ἀπόδειξιν ἡμῖν δοῦναι τῆς ὡφελείας καὶ σπουδῇ καὶ πνεύματι βοηθούμενος.

[*](B)

Πρόλογος. Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην. φασὶ δὲ ταύτην τινές, ἔτι δὲ καὶ τὴν εἰς κεφάλαια ταύτης διαίρεσίν τε καὶ τάξιν, καὶ μὴν καὶ τὰς καθʼ ἔκαστον ἐκείνων ἐπιγραφὰς, ἔργον τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου γενέσθαι· ἐν πυκτίῳ τε παρὰ θατέρου τούτων Γρηγορίου τοῦ θεολόγου Θεοδώρῳ ἐστάλθαι τῷ τὴν μνήμην ὁσίῳ τηνικαῦτα ἐπισκοποῦντι τὰ Τύανα. ὅπερ ὡς ἐν προλόγῳ καὶ ἡ βίβλος ἀφʼ ἧς τὴν μεταγραφὴν πεποιήμεθα, παλαιοτάτη γε οὖσα, κατασκευάζειν ἠβούλετο. πόθεν δὲ τοῦτο διισχυρίζονται; ἐξ ἐπιστολῆς δῆθεν τοῦ αὐτοῦ θείου ἀνδρὸς πρὸς τὸν μνημονευθέντα γραφείσης Θεόδωρον, καὶ τῷ ῥηθέντι πυκτίῳ συνεκπεμφθείσης. [*](2, 3 ἠθροισμένη DF 5 λέγεται ἐστάλθαι] F; ἐστάλθαι D (cf. infra B); ἐπεσταλμένην E 6 ἐπιστολὴ δείκνυσιν E 9 τὸ μεῖζον ὦν ἔχομεν E 9, 10 ἀντιδιδόαμεν DF 11 πτυκτίον A 12 χρησίμους] τῶν χρησίμων Greg.)

2
ἐπεὶ οὖν τὴν μέν ἐπιστολὴν αὐτοῦ σαφῶς οὖσαν τοῦ [*](B) τῆς θεολογίας ἐπωνύμου γνωρίζομεν, πολλὰ δὲ τῶν ἐν τῇ τοιαύτῃ συλλογῇ τῶν ὀρθῶν ἀπᾴδοντα δογμάτων εὑρίσκομεν· εἰκότως ἡμεῖς τῷ τῆς ἀληθείας ἑπόμενοι λόγῳ ἐκείνην τε τῷ πάροντι καθυποτάξαι προλόγῳ συνείδομεν, καὶ τῶν Ὠριγένους προασπιστῶν τὸ κακούργημα λανθάνον τοῖς ἐντυγχάνουσιν εὐφώρατον καταστῆσαι.

Γεγράφθαι μέν οἦν ὑπὸ τοῦ θεολόγου ταύτην οὐδὲ ἡμεῖς ἀμφιβάλλομεν· τῷ μάλιστα πάσαις ταῖς τῶν ἐπιστολῶν αὐτοῦ βίβλοις ὡσαύτως ἔχουσαν φέρεσθαι, καὶ ὑπʼ οὐδένος ἀντιλέγεσθαι. τοῦτο δέ συνομολογοῦντες ἀκολούθως δεχόμεθα καὶ τὸ ἔτερον· ὅπερ ἐστὶν, τὸ καὶ συναγωγὴν ἐκ τῶν Ὠριγένους ὑπὸ τῶν σοφῶν γενέσθαι καθηγητῶν· τῶν χρησίμων μέντοι καὶ ὠφελίμων ῥητῶν, καθʼ ἃ καὶ αὐτὸ ἐπὶ λέξεως τῷ προσεχῶς εἰρημένῳ τοῦ θεολόγου περιέχεται γράμματι. ἦν γὰρ αὐτοὺς εἰκὸς, τοῦ πνεύματος μελίσσας ὑπάρχοντας, ἐκ διαφόρων ἀνθέων τὰ κάλλιστα δρέπεσθαι, πρὸς ἑνὸς ἀδόλου κηρίου συμπλήρωσιν· ἐξ οὗ βασιλεῖς τε καὶ ἰδιῶται, κατὰ τὸν σοφὸν παροιμιαστὴν Σολομῶντα, γεύονται καὶ γλυκαίνονται, καὶ πρὸς πᾶσαν ὕγειαν ἔχουσιν ἐπιτήδειον. ἐκεῖνα τοιγαροῦν συναθροῖσαι τοὺς θεσπεσίους ἐκείνους πατέρας πιστεύομεν, ὅσα μηδεμίαν αἱρετικῆς ἔχει πικρίας ἐπιπλοκήν· οὐ μὴν καὶ πάντα χύδην τά τισι τῶν ὑποτεταγμένων ἐμφερόμενα κεφαλαίων· ὧν πολὺ τὸ ἀπηχές καὶ ἀλλότριον πρὸς τὴν θεόπνευστον τῶν πατέρων διδασκαλίαν ἐλέγχεται.

Πότε γὰρ Βασίλειος καὶ Γρηγόριος, οἱ ἀκαταμάχητοι τῆς εὐσεβείας ἀγωνισταὶ, κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦντός τινος ἠνέσχοντο μόνον· οὔ τί φαμεν καὶ ὡς ὠφέλιμα τὰ τοιαῦτα δόγματα τοῖς φιλολόγοις ἀπεθησαύρισαν; οὐ πᾶς αὐτοῖς ὁ ἀγὼν κατὰ τῆς Ἀρείου τε καὶ Εὐνομίου καὶ τῆς τῶν παραπλησίων ἐκείνοις συγκεκρότηται δυσφημίας; οὐ μυθικὸν καὶ Ἕλλησι πρέποντα τὸν περὶ προυπάρξεως καὶ ἀποκαταστάσεως καὶ τῶν ὁμοίων δογμάτων ἀπεφήναντο λόγον; καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἐπιλείψει γὰρ ἡμᾶς διηγουμένους ὁ χρόνος, ὅσους ὑπέρ τῆς ὀρθοδόξου πίστεως κατεβάλοντο μόχθους. ἐκείνοις μὲν οὖν εἰς τὸ δεῖξαι ὁμότιμον καὶ ὁμόδοξον καὶ κατὰ τὴν αὐτὴν ἀλήθειαν συναΐδιόν τε καὶ ὁμοούσιον τὴν παναγίαν καὶ ἀρχικὴν τριάδα σύμπας ὁ βίος σχεδὸν κατηνάλωται, ἐν τῇ ζωοποιῷ τῶν εὐσεβῶν δογμάτων πόᾳ τὰ τοῦ χριστοῦ νέμουσι προβατα, καὶ συνήθει πρὸς αὐτὰ κεχρημένοις φωνῇ μηδὲν ἐξηλλαγμένον ἐχούσῃ πρὸς τὴν ἀλήθειαν. ἐνταῦθα δὲ πᾶν τοὐναντίον ἔστιν εὑρεῖν· ὅσα μὲν γὰρ ἀπηριθμησάμεθα ἄτοπα, καὶ ἕτερα ἔτι

3
[*]((A)B) πρὸς τούτοις, τόποις τισὶν ἐνέσπαρται τοῦ παρόντος βιβλίου· ἑνὸς δὲ τῶν κεφαλαίων, τοῦ εἰκοστοῦ δευτέρου φαμέν, ἐξ αὐτῆς εὐθὺς τῆς ἐπιγραφῆς τὸ κίβδηλόν τε καὶ νόθον διασημαίνεται. εἰ τοίνυν πάντα ἐκεῖνα τοὺς ἁγίους παράσχοιμεν ἐκκρῖναι τοὺς πατέρας τῇ συλλογῇ, ἐξ ἀνάγκης καὶ τοῖς οὐκ ὀρθῶς ἔχουσιν ὡς ὀρθοῖς συνθησόμεθα. καὶ σκόπει τὸ ἄτοπον ὅσον· τοὺς γὰρ τῆς εὐθύτητος γνώμονας τῆς διαστροφῆς γραψόμεθα τῆς ἡμετέρας· ἀλλὰ μὴ γένοιτο. τίς γὰρ τῶν καὶ μετρίως λόγους κρίνειν ἐπισταμένων παραδέξοιτο ἂν, ὡς οὗτοι ἐκεῖνοι οἱ τῆς εὐσεβείας ὑπέρμαχοι ἐν ταῖς ὑπʼ αὐτῶν γινομέναις ἐκλογαῖς ἄμα τῷ σίτῳ συνήγαγον καὶ τὰ ἄχυρα; σῖτον δὲ λέγειν τινὰ τῶν παρὰ τοῖς αἱρετικοῖς εὖ μάλα συγκεχωρήμεθα· ἐπείπερ, κατὰ τὸν σοφώτατον Κύριλλον, ‘οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοὶ φεύγειν [*](S.Cyr.Alex. Ep. xliv) καὶ παραιτεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὦν καὶ ἡμεῖς ὁμολογοῦμεν.᾿ οὐκ ἄρα δὴ οὖν Βασίλειος καὶ Γρηγόριος ἄμα τῷ σίτῳ συνεφόρησαν ἡμῖν καὶ τὰ ἄχυρα· πῶς γάρ; ἀλλὰ τῶν τὰς ὁδοὐς Κυρίου διαστρεφόντων τινές τῆς ἑλληνικῆς Ὠριγένους ποικίλως ἀντιποιούμενοι δυσσεβείας, καθʼ ὁμοιότητα τοῦ τὸν καθηγητὴν αὐτῶν ὑποσκελίσαντος διαβόλου, τῷ ἡμετέρῳ σίτῳ τὰ ἄχυρα νῦν συνανέμιξαν, ὡς ἐκεῖνος ἔκπαλαι τῷ δεσποτικῷ ἀγρῷ τὰ ζιζάνια. ἡμέτερος γὰρ ὁ σῖτος· καὶ ἡμέτερα, ἔνθα ἂν εὑρεθεῖεν, τὰ ὀρθόδοξα δόγματα· ὦν οἱ θεόπνευστοι κήρυκες διὰ τῆς οἰκείας πανσόφου διδασκαλίας, κατὰ τὸ δεδομένον αὐτοῖς ἄνωθεν τῆς διακριτικῆς δυνάμεως πτύον, τοῦ ἀχύρου τὸν σῖτον ἀποκαθάραντες, τὸν μέν εἰς τὴν καλὴν ἀποθήκην τὴν ἐκκλησίαν εἰσήγαγον, τὸ δὲ τῷ πυρὶ παραδεδὤκασι τῷ ἀσβέστῳ, κἂν Ὠριγένης μὴ βούληται.

Διὰ πάντων οὖν τούτων ἐκεῖνο ἐροῦμεν, ὡς προσῆκεν ἡμᾶς τῇ ἐπιστολῇ [*](A) μαρτυροῦντας τὸ γνήσιον, καὶ συλλογὴν ὑπὸ τῶν ἀγίων γενέσθαι μὴ ἀμφιβάλλοντας, τῇ τε αὐτῶν ὀρθοδοξία ἡλίου λαμπρότερον φαινομένῃ προσέχοντας, οἴκοθεν ἐπιλογίζεσθαι τὸ λοιπόν. τόδε γέ ἐστιν, ὡς ὁμολογουμένως τινὲς, καθʼ ἃ λέλεκται, τὴν Ὠριγένους νοσοῦντες κακοδοξίαν, χώραν διὰ τῆς τοῦ ἁγίου Γρηγορίου λαβόντες ἐπιστολῆς, βεβήλοις τισὶ παρενθήκαις τολμηρῶς τὸ τῆς ἐκλογῆς κατεμόλυναν ἄθροισμα· ὡς ἂν οἱ ἁπλούστερον ἐντυγχάνοντες εὑρεθεῖεν, καθʼ ἄ που Βασίλειος εἴπεν ὁ θεῖος, τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. ἵνα τοίνυν ἐκεῖνο μὴ γένηται, πρόδηλα ταῦτα τοῖς ἐντυγχάνουσιν ἐσπουδάσαμεν καταστῆσαι. ὅθεν τῇ τῶν ὑποκειμένων κεφαλαίων συναγωγῇ καὶ ἐκθέσει πάσῃ τὸν νοῦν ὡς οἷόν τε ἦν ἀκριβῶς ἐπιστήσαντες, καὶ ταύτην κατὰ δύναμιν βασανίσαντες, τοῖς

4
ὑποβολιμαίοις καὶ νόθοις ἐπὶ μετώπου σημεῖα παρατεθείκαμεν ταῦτα· [*](AB) αἱρετικά· ψεκτἀ· διʼ ὦν ἐκεῖνα ὡς αἱρετικὰ, ὡς ψεκτὰ, κατὰ τοὺς ἰδίους ἔκαστα τόπους ἐστηλιτεύσαμεν.

Ἐπιστολὴ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου πρὸς Θεόδωρον ἐπίσκοπον Τυάνων·

Ἑορτὴ καὶ τὰ γράμματα, κ.τ.λ.

Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ· ἐκλογὴ κεφαλαίων ἐκ διαφόρων [*](Β) συγγραμμάτων τοῦ δυσσεβοῦς Ὠριγένους.

[*](ΑD)

ά. Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην [*](ΑBD) ἀναγνωστέον καὶ νοητέον, τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος, καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου.

β΄. Ὅτι κέκλεισται καὶ ἐσφράγισται ἡ θεία γραφή.

γ΄. Διὰ τί κβ΄ τὰ θεόπνευστα βιβλία.

δ΄. Περὶ σολοικισμῶν καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς.

ε΄. Τίς ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία· καὶ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἔν βιβλίον ἐστίν.

ς΄. Ὅτι ἓν ὄργανον θεοῦ τέλειον καὶ ἡρμοσμένον πᾶσα ἡ θεία γραφή.

ζ΄. Περὶ τοῦ ἰδιώματος τῶν προσώπων τῆς θείας γραφῆς.

η΄. Περὶ τοῦ μὴ δεῖν τὰ σολοικοειδῆ καὶ μὴ σώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆς γραφῆς ἐπιχειρεῖν διορθοῦσθαι, πολὺ τοῖς συνιέναι δυναμένοις τὸ τῆς διανοίας ἀκόλουθον σὥζοντα.

θ΄. Τίς ὁ λόγος τοῦ τὴν θείαν γραφὴν τῷ αὐτῷ ὀνόματι κατὰ διάφορα σημαινόμενα κεχρῆσθαι πολλάκις καὶ ἐν τῷ αὐτῷ τόπῳ.

ι΄. Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσκόμματος καὶ πέτρας σκανδάλου.

ια΄. Ὅτι χρὴ πάσης τῆς θεοπνεύστου γραφῆς τὸ τρόφιμον διώκειν, καὶ τὰ ὑπὸ τῶν αἱρετικῶν ταρασσόμενα ῥητὰ δυσφήμοις ἐπαπορήσεσι μὴ ἀποτρέπεσθαι μηδὲ ὑπερηφανεῖν, ἀλλὰ καὶ αὐτῶν μεταλαμβάνειν τῆς ἐν ἀπιστίᾳ ταραχῆς ἐκτός.

ιβ΄. Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν.

ιγ΄. Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας μαθήματα χρήσιμα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας.

5
[*](ΑBD)

ιδ΄. Ὅτι τοῖς θέλουσι μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ ἁρμόζοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικὰ, ὦν ἄνευ ἀκριβείας σημαινομένων οὐ δύναται ὃν δεῖ τρόπον παρίστασθαι.

ιε΄. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους τὸ εὐτελές τῆς τῶν θείων γραφῶν φράσεως διασύροντας, καὶ τὰ ἐν χριστιανισμῷ καλὰ βέλτιον παρʼ Ἕλλησιν εἰρῆσθαι φάσκοντας· καὶ προσέτι δυσειδές τὸ τοῦ κυρίου σῶμα λέγοντας· καὶ τίς ὁ λόγος τῶν διαφόρων τοῦ λόγου μορφῶν.

ις΄. Περὶ τῶν διαβαλλόντων τὸν χριστιανισμὸν διὰ τὰς ἐν τῇ ἐκκλησίᾳ αἱρέσεις.

ιζ΄. Πρὸς τοὺς λέγοντας τῶν φιλοσόφων μηδέν διαφέρειν τῷ παρʼ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία· ἢ τῷ δεῖνα, φέρε εἰπεῖν, παρʼ Ἰνδοῖς· ἢ τῷ δεῖνα παρʼ Aἰγυπτίοις.

ιη΄. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους πάντα ἐπαγγελλομένους εἰδέναι, καὶ αἰτιωμένους τὸ ἀνεξέταστον τῆς τῶν πολλῶν ἐν χριστιανισμῷ πίστεως· καὶ ὡς προτιμώντων τῆς ἐν βίῳ σοφίας τὴν μωρίαν· καὶ ὅτι οὐδεὶς σοφὸς ἢ πεπαιδευμένος μεμαθήτευται τῷ Ἰησοῦ· ἀλλʼ ἢ ναῦται καὶ τελῶναι πονηρότατοι ἠλιθίους καὶ ἀναισθήτους, ἀνδράποδά τε καὶ γύναια καὶ παιδάρια ὑπάγοντες τῷ κηρύγματι.

ιθ΄. Ὅτι ἡ εἰς τὸν κύριον ἡμῶν πίστις, μηδέν κοινὸν ἔχουσα πρὸς τὴν ἄλογον τῶν ἐθνῶν δεισιδαίμονα πίστιν, ἐπαινετὴ τέ ἐστι καὶ ταῖς ἀρχῆθεν κοιναῖς ἐννοίαις συναγορεύει· καὶ πρὸς τοὺς λέγοντας πῶς ἐκ θνητοῦ σώματος ὄντα τὸν Ἰησοῦν θεὸν νομίζομεν.

κ΄. Πρὸς τοὺς λέγοντας μὴ διά τὸν ἄνθρωπον ἀλλὰ διὰ τὰ ἄλογα ζῶα γεγονέναι τὸν ἅπαντα κόσμον καὶ τοὺς ἀνθρώπους· ἐπεὶ ἀπονώτερον ἡμῶν τῶν ἀνθρώπων τὰ ἄλογα ζῆ· καὶ ὅτι σοφώτερα ἡμῶν ὄντα θεοφιλῆ τέ ἐστι καὶ ἔννοιαν ἔχει θεοῦ καὶ προγινώσκει τὰ μέλλοντα. ἐν οἶς καὶ κατὰ μετεμψυχώσεως, καὶ περὶ οἰωνιστικῆς καὶ τῆς κατʼ αὐτὴν ἀπάτης.

κα΄. Περὶ αὐτεξουσίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν ἐπίλυσις καὶ ἑρμηνεία· ἅτινά ἐστι ταῦτα·

α΄. Εἰς τὸ Ἐσκλήρυνε Κὑριος τὴν καρδίαν Φαραώ. β΄. Εἰς τὸ Ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσιν.

6

γ΄. Εἰς τὸ Ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες ἀκούσωσι [*](ΑBD) καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς.

δ΄. Εἰς τὸ Οὐ τοῦ θέλοντος οὐδέ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.

ε΄. Εἰς τὸ Καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν

ς΄. Εἰς τὸ Ἅρʼ οὖν ὄν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. κβ΄. Τίς ἡ τῶν ἐπὶ γῆς λογικῶν ἤτοι ἀνθρωπίνων ψυχῶν διασπορὰ ἐπικεκρυμμένως δηλουμένη ἐκ τῆς οἰκοδομῆς τοῦ πύργου καὶ τῆς κατʼ αὐτὴν συγχύσεως τῶν γλωσσῶν. ἐν ᾧ καὶ περὶ πολλῶν κυρίων ἐπιτεταγμένων τοῖς διασπαρεῖσι κατὰ ἀναλογίαν τῆς καταστάσεως.

κγ΄. Περὶ εἱμαρμένης, καὶ πῶς προγνώστου ὄντος τοῦ θεοῦ τῶν ὑφʼ ἑκάστου πραττομένων τὸ ἐφʼ ἡμῖν σώζεται. καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσι θείαις τὰ σημεῖα ἔκκειται· καὶ τίς ἡ τούτων αἰτία. ἐν ᾧ καὶ Κλήμεντος ἐπισκόπου Ῥώμης ἐν τῷ πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ λόγῳ ἀναγκαιότατόν τι θεώρημα, ἐν οἶς δοκεῖ ἀληθεύειν ἡ ἀστρολογία.

κδʼ Ὅτι οὐκ ἀγένητος οὐδὲ κακῶν αἰτία ἡ ὕλη.

κε΄, Ὅτι ὁ ἐκ προγνώσεως ἀφορισμὸς οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον.

κς΄. Περὶ ἀγαθῶν καὶ κακῶν, καὶ ὅτι ταῦτα ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτῳ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν· ἀλλʼ οὐχ ὡς Ἀριστοτέλης οἴεται.

κζ΄. Εἰς τὸ Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ.

7
[*](ΑBD)

Περὶ τοῦ θεοπνεύU+03F2του τῆU+03F2 θείαU+03F2 γραφῆU+03F2, καὶ πῶU+03F2 ταύτην ἀναγνωU+03F2τέον καὶ νοητέον τίU+03F2 τε ὁ τῆU+03F2 ἐν αὐτῇ ἀU+03F2αφείαU+03F2 λόγο καὶ το κατά τὸ ῥητόν ἔν τιU+03F2ιν άλυνάτου ἤ ἄλόγου. ἐκ τοῦ α΄ τόμου τοῦ περὶ ἀρχῶν, καὶ λιαφόρω άλλων U+03F2υνταγμάτων ὨριγἐνουU+03F2.

1. Ἐπεὶ περὶ τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρκούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τήν φαινομένην ἡμῖν ἀπόδειξιν τῶν λεγομένων μαρτύρια τὰ ἐκ τῶν πεπιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διηλέχθημεν· φέρε καὶ περὶ τούτων ὀλίγα ὡς ἐν ἐπιτομῇ διαλάβωμεν, τὰ κινοῦντα ἡμᾶς ὡς περὶ θείων γραμμάτων εἰς τοῦτο παρατιθέμενοι. καὶ πρῶτόν γε τοῦ ἀπʼ αὐτῶν τῶν γραμμάτων καὶ τῶν ἐν αὐτοῖς δηλουμένων ῥητοῖς χρήσασθαι, περὶ Μωσέως καὶ Ἰησοῦ Χριστοῦ, τοῦ νομοθέτου τῶν Ἑβραίων καὶ τοῦ εἰσηγητοῦ [*](Ru. 1. 156 9 μαρτύρια] μαρτυρίαν B; testimonia Ruf. 13 διειλέχθημεν D 16 τῶν γραμμάτων] AΕ; om. D; τῶν πραγ μάτων B)

8
τῶν κατὰ χριστιανισμὸν σωτηρίων δογμάτων, ταῦτα διαληπτέον. [*](AΒD) πλείστων γάρ ὅσων νομοθετῶν γεγανημένων ἐν Ἕλλησι καὶ βαρβάροις, καὶ διδασκάλων δόγματα καταγγελλόντων ἐπαγγελλόμενα τὴν ἀλήθειαν, οὐδένα ἱστορήσαμεν νομοθέτην ζῆλον ἐμποιῆσαι δεδυνημένον τοῖς λοιποῖς ἔθνεσι περὶ τοῦ παραδέξασθαι τοὺς λόγους αὐτοῦ· πολλήν τε παρασκευήν τήν μετὰ τῆς δοκούσης ἀποδείξεως λογικῆς εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγγελλομένων, [*](157) οὐδεὶς δεδύνηται τήν νομισθεῖσαν αὐτῷ ἀλήθειαν ἔθνεσι διαφόροις ἐμποιῆσαι, ἢ ἑνός ἔθνους ἀξιολόγοις πλήθεσι. καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης. ἀλλʼ ὡς οὐ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν ἑτέρων διαλέκτων καὶ τῶν πολλῶν ἐθνῶν ἐπὶ τήν τήρησιν τῶν νόμων καὶ τήν παραδοχήν τῶν μαθημάτων, τοῦτο ποιῆσαι οὐδὲ ἐπεβάλοντο τήν ἀρχὴν, οὐκ ἀφρόνως γε σκοπήσαντες περὶ τοῦ ἀδυνατου αὐτοῖς τὸ τοιοῦτον τυγχάνειν. πᾶσα δὲ Ἑλλὰς καὶ βάρβαρος ἡ κατὰ τὴν οἰκουμένην ἡμῶν ζηλωτάς ἔχει μυρίους, καταλιπόντας τοὺς πατρῴους νόμους καὶ νομιζομένους θεοὺς, τῆς τηρήσεως τῶν Μωσέως νόμων καὶ τῆς μαθητείας τὥν Ἰησοῦ Χριστοῦ λόγων· καίτοιγε μισουμένων μὲν ὑπὸ τῶν τά ἀγάλματα προσκυνούντων τῶν τῷ Μωσέως νόμῳ προστιθεμένων, καὶ τὴν ἐπὶ θανάτῳ δὲ πρὸς τῷ μισεῖσθαι κινδυνευόντων τῶν τὸν Ἰησοῦ Χριστοῦ λόγον παραδεξαμένων.

2. Καὶ ἐὰν ἐπιστήσωμεν πῶς ἐν σφόδρα ὀλίγοις ἔτεσι, τῶν ὁμολογούντων τὸν χριστιανισμὸν ἐπιβουλευομένων, καί τινων διά τοῦτο ἀναιρουμένων ἑτέρων δὲ ἀπολλύντων τὰς κτήσεις, δεδύνηται ὁ λόγος, καίτοιγε οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, πανταχόσε κηρυχθῆναι τῆς οἰκουμένης, [*]( οὐ] Β; οἶα A; οἶα μὴ D 21 καταλείποντας ΑB)

9
[*](ABD) ὤστε Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοήτους προσθέσθαι τῇ διὰ Ἰησοῦ θεοσεβείᾳ· μεῖζον ἢ [*](158) κατὰ ἄνθρωπον τὸ πρᾶγμα εἶναι λέγειν οὐ διστάξομεν· μετὰ πάσης ἐξουσίας καὶ πειθοῦς τῆς περὶ τοῦ κρατυνθήσεσθαι τὸν λόγον τοῦ Ἰησοῦ διδάξαντος· ὤστε εὐλόγως ἄν χρησμοὺς νομίσαι τάς φωνάς αὐτοῦ, οἶον ὅτι Ἐπὶ [*](Μt χ 18 ; cf. Mc Xiii) βασιλέων καὶ ἡγεμόνων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι· καί· Πολλοὶ ἐροῦσί μοι ἐν [*](Mt vii 22 f. ; cf. Lc xiii 26) ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ ὀνόματί σου ἔφα.' γομεν, καὶ τῷ ὀνόματί σου ἐπίομεν, καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τήν ἀνομίαν, οὐδέποτε ἔγνων ὑμᾶς. εἰρηκέναι μὲν γάρ ταῦτα ἀποφθεγγόμενον μάτην, ὥστε αὐτά μή ἀληθῆ γενέσθαι, τάχα εἰκὸς ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ μετὰ τοσαύτης ἐξουσίας εἰρημένα, ἐμφαίνει θεὸν ἀληθῶς ἐνανθρωπήσαντα σωτηρίας δόγματα τοῖς ἀνθρώποις παραδεδωκέναι.

3. Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη ὁ χριστὸς, τότε ἐκλείψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας εἰρημένους καὶ [*](cf Gexlix 10) ἡγουμένους ἐκ τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται, δηλονότι βασιλεία, καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσδοκία; σαφῶς γάρ ἐκ τῆς ἱστορίας δῆλον, καὶ ἐκ τῶν σήμερον ὁρωμένων, ὅτι ἀπὸ τῶν χρόνων Ἰησοῦ οὐκ ἔτι βασιλεῖς Ἰουδαίων ἐχρημάτισαν, πάντων τῶν Ἰουδαἴκῶν πραγμάτων ἐν οἴς ἐσεμνύνοντο, λέγω δὲ τῶν τε κατὰ τὸν ναὸν καὶ τό θυσιαστήριον καὶ τὴν ἐπιτελουμένην λατρείαν καὶ τὰ ἐνδύματα τοῦ ἀρχιερέως, καταλελυμένων. ἐπληρώθη γὰρ ἡ λέγουσα προφητεία· Ἡμέρας πολλὰς καθήσονται οἱ [*](Ηos iii 4) υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων. καὶ τούτοις χρώμεθα τοῖς ῥητοῖς πρὸς τοὺς, ἐν [*](159) τῷ θλίβεσθαι ἀπὸ τῶν ἐν τῇ Γενέσει ὑπὸ τοῦ Ἰακὼβ πρὸς [*](6 νομίσαι τὰς φωνὰς] νοῆσαι τὰς εὐχὰς Β 20 om. ἐκ ABD) 20 ὠ] ΒD: δ A B (mary c pri. man.) 28 καθίσονται D)

10
τὸν Ἰούδαν εἰρημένων, φάσκοντας τὸν ἐθνάρχην ἀπὸ τοῦ [*]((A)BD) Ἰούδα γένους τυγχάνοντα ἄρχειν τοῦ λαοῦ, οὐκ ἐκλειφὀντων τῶν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, ἕως ἧς φαντάζονται Χριστοῦ ἐπιδημίας. εἰ γὰρ ἡμέρας πολλὰς καθήσονται οἱ υἳοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων· ἐξ οὗ δὲ κατεσκάφη ὁ ναὸς, οὐκ ἔστι θυσία, οὐδὲ θυσιαστήριον οὐδὲ ἱερατεία· δῆλον ὅτι ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. ἐπεὶ δὲ ἠ [*](Ge Xlix 10) προφητεία φησίν· Οὐκ ἐκλείφει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἄν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· δῆλον ὅτι ἐλήλυθεν ᾧ τὰ ἀποκείμενα, ἡ προσδοκία τῶν ἐθνῶν. καὶ τοῦτο σαφὲς ἐκ τοῦ πλήθους τῶν ἐθνῶν τῶν διὰ Χριστοῦ πεπιστευκότων εἰς τὸν θεόν.

4. Καὶ ἐν τῇ τοῦ Δευτερονομίου δὲ ᾠδῇ προφητικῶς δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων ἐθνῶν ἐκλογή, οὐ δι᾿ ἄλλου τινὸς ἢ τοῦ [*](Deut xxxii 21) Ἰησοῦ γεγενημένη. Αὐτοὶ γάρ φησι παρεζήλωσάν με ἐπʼ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατὸν, τίνα τρόπον οἱ λεγόμενοι παρεζηλωκέναι τὸν θεὸν Ἑβραῖοι ἐπὶ τῷ οὐ θεῷ, καὶ παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν, παρωργίσθησαν εἰς ζηλοτυπίαν ἐπὶ τῷ οὐκ ἔθνει, τῷ ἀσυνέτῳ ἔθνει, ὅπερ ὁ θεὸς ἐξελέξατο διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. [*](Ι Cο i 26 ff.) βλέπομεν οὗν τήν κλῆσιν μῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ [*](160) σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ [*](Ι post φασκόντας deest folium in A 4 καθἱσονται D 7 οὐκ ἐστι] B; οὐκέτι D 20 αὐτοὺς] αὐτοῖς B 21 αὐτούς] αὐτοῖς B 21 ἕστι σφόδρα σαφῶς] D; ἔτι σφόδρα B; est ergo satis evidenter Ruf. 24 παρωξύνθησαν D)

11
[*]((Α)ΒD) θεὸς, καὶ τὰ μὴ ὄντα, ἴνα ἐκεῖνα τὰ πρότερον ὄντα καταργήσῃ· καὶ μὴ καυχήσηται ὁ κατὰ σάρκα Ἰσραὴλ, καλούμενος ὑπὸ τοῦ ἀποστόλου σὰρξ, ἐνώπιον τοῦ θεοῦ.

5. Τί δὲ δεῖ λέγειν περὶ τῶν ἐν ψαλμοῖς προφητειῶν περἰ Χριστοῦ, ᾠδῆς τινος ἐπιγεγραμμένης Ὑπὲρ τοῦ ἀγαπητοῦ, [*](Pa xiv (xliv) I f.) οὗ ἡ γλῶσσα λέγεται εἶναι κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπεὶ ἐκεχύθη χάρις ἐν χειλεσιν αὐτοῦ; τεκμήριον γὰρ τῆς ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ τὸ ὀλίγου διαγεγενημςνου τοῦ χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνιαυτὸν γάρ που καὶ μῆνας ὀλίγους ἐδίδαξεν) πεπληρῶσθαι τὴν οἰκουμένην τῆς διδασκαλίας αὐτοῦ καὶ τῆς διʼ αὐτοῦ θεοσεβείας. ἀνατέταλκε γὰρ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, [*](Pa lxxii (lxxi) 7 f.) καὶ πλῆθος εἰρῆνης παραμένον ἕως συντελείας, ὃ ἀνταναίρεσις ὠνόμασται σελήνης· καὶ μένει κατακυριεύων ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. καὶ δέδοται σημεῖον τῷ οἴκῳ [*](cf. Is vii 14 Mt i 23;) Δαυείδ· ἡ παρθένος γὰρ ἔτεκε καὶ ἐν γαστρὶ ἔσχε καὶ ἔτεκεν υἱὸν, καὶ τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅπερ ἐστὶ Μεθ᾿ ἡμῶν ὁ θεός. πεπλήρωται, ὡς ὁ αὐτὸς προφήτης φησί· Μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἣττᾶσθε, ἰσχυκότες [*](Is viii 8 f.) ἡττᾶσθε· ἡττήμεθα γὰρ καὶ νενικήμεθα οἱ ἀπὸ τῶν ἐθνῶν ἑαλωκότες ὑπὸ τῆς χάριτος τοῦ λόγου αὐτοῦ. ἀλλὰ καὶ προείρηται τόπος γενέσεως αὐτοῦ ἐν τῷ Μιχαίᾳ· Καὶ [*](Μt ii 6; cf. Mic v 2) σὺ γάρ φησι Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν [*](161) τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἑβδομήκοντα [*](Dan ix 24) ἑβδομάδες ἐπληρώθησαν ἕως Χριστοῦ ἡγουμένου κατὰ τὸν Δανιήλ. ἥλθέ τε κατὰ τὸν Ἰὼβ ὁ τὸ μέγα κῆτος [*](Job iii 8) Χειρωσάμενος, καὶ δεδωκὼς ἐξουσίαν τοῖς γνησίοις αὐτοῦ [*](Lc x 19) μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπʼ αὐτῶν ἀδικουμένοις. [*](13 δικαιοσύνη] D; om. B 15 κατακυριεύων] B; κυριεύων Α (hic enim rursus incipit); κατακυριεῦον D 26 ἐκ σοῦ] ἐξ οὐ B)

12
ἐπιστησάτω δέ τις καὶ τῇ τῶν ἀποστόλων πανταχόσε [*](ΑBD) ἐπιδημίᾳ τῶν ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τὸ καταγγεῖλαι τὸ εὐαγγέλιον πεμφθέντων, καὶ ὄψεται καὶ τὸ τόλμημα οὐ κατὰ ἄνθρωπον καὶ τὸ ἐπίταγμα θεῖον. καὶ ἐάν ἐξετάσωμεν πῶς ἄνθρωποι καινῶν μαθημάτων ἀκούοντες καὶ ξένων λόγων προσήκαντο τοὺς ἄνδρας, νικηθέντες ἐν τῷ θέλειν αὐτοῖς ἐπιβουλεύειν ὑπό τινος θείας δυνάμεως ἐπισκοπούσης αὐτούς· οὐκ ἀπιστήσομεν, εἰ καὶ τεράστια πεποιήκασιν, [*](cf He ii 4) ἐπιμαρτυροῦντος τοῦ θεοῦ τοῖς λόγοις αὐτῶν καὶ διὰ σημείων καὶ τεράτων καὶ ποικίλων δυνάμεων.

6. Ἀποδεικνύντες δὲ ὡς ἐν ἐπιτομῇ περὶ τῆς θεότητος Ἰησοῦ, καὶ χρώμενοι τοῖς περὶ αὐτοῦ λόγοις προφητικοῖς, συναποδείκνυμεν θεοπνεύστους εἶναι τὰς προφητευούσας περὶ αὐτοῦ γραφάς· καὶ τὰ καταγγέλλοντα τὴν ἐπιδημίαν αὐτοῦ γράμματα καὶ διδασκαλίαν μετὰ πάσης δυνάμεως καὶ ἐξουσίας εἰρημένα, καὶ διὰ τοῦτο τῆς ἀπὸ τῶν ἐθνῶν ἐκλογῆς κεκρατηκότα. λεκτέον δὲ ὅτι τὸ τῶν προφητικῶν λόγων ἔνθεον, καὶ τὸ πνευματικόν τοῦ Μωσέως νόμου, ἔλαμψεν ἐπιδημήσαντος Ἰησοῦ. ἐναργῆ γὰρ παραδείγματα περὶ τοῦ θεοπνεύστους εἶναι τὰς παλαιὰς γραφὰς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ παραστῆσαι οὐ πάνυ δυνατὸι ἦν· ἀλλʼ ἡ Ἰησοῦ ἐπιδημία δυναμένους ὑποπτεύεσθαι τὸν νόμον καὶ τοὺς προφήτας ὡς οὐ θεῖα εἰς τοὐμφανὲς [*](162) ἤγαγεν ὡς οὐρανίῳ χάριτι ἀναγεγραμμένα. δὲ μετʼ ἐπιμελείας καὶ προσοχῆς ἐντυγχάνων τοῖς προφητικοῖς λόγοις, παθὼν ἐξ αὐτοῦ τοῦ ἀναγινώσκειν ἴχνος ἐνθουσιασμοῦ, διʼ ὦν πάσχει πεισθήσεται οὐκ ἀνθρώπων εἶναι συγγράμματα τοὺς πεπιστευμένους ἡμῖν εἶναι θεοῦ λόγους. καὶ τὸ ἐνυπάρχον δὲ φῶς τῷ Μωσέως νόμῳ, καλύμματι ἐναποκεκρυμμένον, συνέλαμψε τῇ Ἰησοῦ ἐπιδημίᾳ, περιαιρεθέντος [*](cf. 2 Cο iii 16; He x 1) τοῦ καλύμματος, καὶ τῶν ἀγαθῶν κατὰ βραχυ εἰς γνῶσιν ἐρχομένων, ὦν σκιὰν εἶχε τὸ γράμμα.

7. Πολὺ δʼ ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελλόντων ἀρχαιοτάτας προφητείας, ἴνα δι᾿ αὐτῶν ὁ

13
[*](ABD) ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἕαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ. εἰ δὲ μὴ καθʼ ἕκαστον τῶν γραμμάτων τοῖς ἀνεπιστήμοσι προσπίπτειν δοκεῖ τὸ ὑπὲρ ἄνθρωπον τῶν νοημάτων, θαυμαστὸν οὐδέν· καὶ γὰρ ἐπὶ τῶν τῆς ἁπτομένης τοῦ παντὸς κόσμου προνοίας ἔργων, τινὰ μὲν ἐναργέστατα φαίνεται, ᾖ προνοίας ἐστὶν ἔργα, ἕτερα δὲ οὕτως ἀποκέκρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ τοῦ τέχνῃ ἀφάτῳ καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ προνοοῦντος τεχνικὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτῳ δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώπινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων ἐπιμελομένοις, περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζώων, καὶ τὰς κατασκευὰς τῶν σωμάτων. [*](163) ἀλλʼ ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μή γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς· οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτὴν, διὰ τὸ μὴ καθʼ ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθἐνειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ. ἔχομεν γὰρ θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα λάμφῃ [*](2 Co iv 7) ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ νομισθῇ εἶναι ἐξ ἡμῶν τῶν ἀνθρώπων. εἰ γὰρ αἱ κατημαξευμέναι τῶν ἀποδείξεων ὀδοὶ παρὰ τοῖς ἀνθρώποις ἐναποκείμεναι τοῖς βιβλίοις κατίσχυσαν τῶν ἀνθρώπων, ἡ πίστις ἡμῶν ἄν [*](1 Co ii 4 f.) εὐλόγως ὑπελαμβάνετο ἐν σοφίᾳ ἀνθρώπων, καὶ οὐκ ἐν δυνάμει θεοῦ· νῦν δὲ τῷ ἐπάραντι τοὺς ὀφθαλμοὺς σαφὲς, ὅτι ὁ λόγος καὶ τὸ κήρυγμα παρὰ τοῖς πολλοῖς δεδύνηται οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. διόπερ δυνάμεως ἡμᾶς οὐρανίου, ἢ [*](15 ἐπιμελωμένοις B; ἐπιμελουμένοις A)
14
καὶ ὑπερουρανίου, πληττούσης ἐπὶ τὸ σέβειν τὸν κτίσαντα [*](AB(C)(D)) [*](He vi I) ἡμᾶς μόνον, πειραθῶμεν ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον, τουτέστι τῆς στοιχειώσεως, ἐπὶ τὴν τελειότητα [*](Ι Co ii 6 f.) φέρεσθαι, ἵνα ἡ τοῖς τελείοις λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. σοφίαν γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτημένος λαλεῖν ἐν τοῖς τελείοις, ἑτέραν τυγχάνουσαν παρὰ τὴν σοφίαν τοῦ αἰῶνος τούτου καὶ τὴν σοφίαν τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τὴν καταργουμένην· αὕτη δὲ ἡ [*](164) [*](Rο xvi 25 ff.) σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς, κατὰ ἀποκάλυφιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ [*](2 Τi i 10) νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾦ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας. ἀμήν.