Philocalia
Origen
Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.
6. Παρατηρητέον πρὸς τούτοις εἰ δύναται ἀποδεικτικὸν τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα πολλὰς, τὸ ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βίβλον, ἀφʼ ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς [*](Ps lxix (lxviii) 29) γέραπται· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· ἐπὶ δὲ τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶ γάρ ὁ [*](Dan vii 10) Δανιήλ· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. τῷ δὲ ἑνικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ, λέγων· [*](13 ἑαυτοῦ] αὐτοῦ AD 17 φυλῆς] + τοῦ A 18 καὶ] + ὁ AD 21 om. μὲν B 22 ὄπισθεν] rursus incipit C 26 τὸ] τῶ AB; ἐμφαίνειν τὸ C)
7. Εἰ τοίνυν ταῦτα ἡμᾶς πεῖσαι δύναται τί ποτέ ἐστι [*](ΑBD) τὸ ἕν βιβλίον καὶ τί τὰ πολλὰ, νῦν μᾶλλον φροντίζω οὐ διὰ τὸ πλῆθος τῶν γραφομένων ἀλλὰ διὰ τὴν δύναμιν τῶν [*](99) νοουμένων, μήποτε περιπέσω τῷ παραβαίνειν τὴν ἐντολὴν, ἐάν τι παρὰ τὴν ἀλήθειαν ὡς ἀλήθειαν ἐκθῶμαι, κἄν ἐν ἑνὶ τῶν γραφομένων· ἐκεῖ γὰρ ἔσομαι γράψας βιβλία πολλά. καὶ νῦν δὲ προφάσει γνώσεως ἐπανισταμένων τῶν ἑτεροδόξων τῇ ἁγίᾳ τοῦ χριστοῦ ἐκκλησίᾳ, καὶ πολυβίβλους συντάξεις φερόντων ἐπαγγελλομένας διήγησιν τῶν τε εὐαγγελικῶν καὶ ἀποστολικῶν λέξεων, ἐὰν σιωπήσωμεν μὴ ἀντιπαρατιθέντες αὐτοῖς τὰ ἀληθῆ καὶ ὑγιῆ δόγματα, ἐπικρατήσουσι τῶν λίχνων ψυχῶν, ἀπορίᾳ τροφῆς σωτηρίου ἐπὶ τὰ ἀπηγορευμένα σπευδουσῶν καὶ ἀληθῶς ἀκάθαρτα καὶ βδελυκτὰ βρώματα. διόπερ ἀναγκαῖόν μοι δοκεῖ εἴναι, τὸν δυνάμενον πρεσβεύειν ὑπὲρ τοῦ ἐκκλησιαστικοῦ λόγου ἀπαραχαράκτως καὶ ἐλέγχειν τοὺς τὴν ψευδώνυμον γνῶσιν μεταχειριζομένους, ἵστασθαι κατὰ τῶν αἱρετικῶν ἀναπλασμάτων, ἀντιπαραβάλλοντα τὸ ὕψος τοῦ εὐαγγελικοῦ κηρύγματος, πεπληρωμένον συμφωνίας δογμάτων κοινῶν τῇ καλουμένῃ παλαιᾷ πρὸς τὴν ὀνομαζομένην καινὴν διαθήκην. αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν, διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπιδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὦν ὕστερον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης. ταῦτα δέ φημι κατὰ τὸ φαινόμενόν μοι ἀπολογούμενος περὶ τῶν δυναμένων λέγειν καὶ γράφειν, περὶ δὲ ἐμαυτοῦ ἀπολογούμενος, μὴ ἄρα οὐ τοιαύτης ὤν [*](2 Co iii 6) ἕξεως ὁποίαν ἐχρῆν τὸν παρὰ θεοῦ ἱκανούμενον διάκονον τῆς καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τολμηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι.
[*](5 om. ὡς ἀλήθειαν B 16 ἀπαραχαράκτως] καὶ πρεσβεύειν B)1. Τούτῳ δὲ τῷ ἑκατέρως εἰρηνοποιῷ οὐδὲν ἐν τοῖς θείοις λογίοις ἔτι ἐστὶ σκολιὸν οὐδὲ στραγγαλῶδες, πάντα γὰρ [*](Prov viii 8) [*](441) ἐνώπια τοῖς νοοῦσι· καὶ ἐπεὶ μηδέν ἐστι τοιούτῳ σκολιὸν μηδὲ στραγγαλῶδες, διὰ τοῦτο πλῆθος εἰρήνης βλέπει ἐν [*](Ps lxxii (lxxi)7) ὅλαις ταῖς γραφαῖς, καὶ ταῖς δοκούσαις περιέχειν μάχην καὶ ἐναντιώματα πρὸς ἀλλήλας. γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς, ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς, ἢ νομικῶν πρὸς προφητικὰς, ἢ εὐαγγελικῶν πρὸς εὐαγγελικὰς, ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς, ἢ ἀποστολικῶν πρὸς ἀποστολικάς. καὶ γὰρ πᾶσαί εἰσι κατὰ τὸν Ἐκκλησιαστὴν αἱ γραφαὶ λόγοι σοφῶν ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεφυτευμένοι, [*](Eccl xii 11) οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς, καὶ οὐδὲν περισσὸν ἐξ αὐτῶν. εἷς δὲ ποιμὴν τῶν λογικῶν ὁ λόγος, δόξαν μὲν ἐχόντων διαφωνίας τοῖς μὴ ἔχουσιν ὦτα εἰς τὸ ἀκούειν, τὸ δὲ ἀληθὲς συμφωνότητα.
[*](cf. Lc viii 8)2. Ὡς γὰρ αἱ διάφοροι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας χορδαὶ, ὧν ἑκάστη ἴδιόν τινα φθόγγον καὶ δοκοῦντα μὴ ὅμοιον εἶναι τῷ τῆς ἑτέρας ἀποτελεῖ, νομίζονται τῷ ἀμούσῳ καὶ μὴ ἐπισταμένῳ λόγον μουσικῆς συμφωνίας διὰ τὴν ἀνομοιότητα τῶν φθόγγων ἀσύμφωνοι τυγχάνειν· οὕτως οἱ μὴ ἐπιστάμενοι ἀκούειν τῆς τοῦ θεοῦ ἐν ταῖς ἱεραῖς γραφαῖς ἁρμονίας οἴονται ἀνάρμοστον εἶναι τῇ καινῇ τὴν παλαιὰν, ἢ τῷ νόμῳ τοὺς προφήτας, ἢ τὰ εὐαγγέλια [*](1 Ru. III. 440 16 om. τὰ AD 19 ἐχόντων] ἔχοντα B; ἔχων D)
1. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσωπον ὄ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὂ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον· τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος· ἢ τοῦ πρὸς δ ὀ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου [*](19 Ru. 111. 11 27 ἑτέρου πρὸς] + τὸ AD)
2. Ἐν ᾦ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι τις ἂν ὅτι οὐ τὸ πυεῦμα τὸ ἄγιον λαλεῖ· σαφῶς γὰρ τοῦ σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος· Ὁ θεὸς τὴν αἴνεσίν [*](Ps cix (cviii) 1,8) μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· καὶ τὰ ἐξῆς, ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν [*](Αct i 16) γραφὴν ἢν προεῖπε τὸ πνεῦμα τὸ ἄγιον διὰ στόματος Δαυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν ἐστι· προσωποποιεῖ τὸ πνεῦμα τὸ ἃγιον ἐν τοἲς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεός ὁ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὀ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τόν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἀγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.
[*](4 παράδειγμα] τὰ παραδείγματα AD 6 om. οὐχ A 11 Ru. IV. 457)1. Ἐπειδὴ πολλάκις τὰ σολοικοειδῶς εἰρημένα κατὰ τὴν γραφὴν, ὅσα κατά τήν λέξιν, συγχύνει τόν ἐντυγχάνοντα, ὡς ὑπονοεῖν οὐκ ὀρθῶς οὐδὲ ἀκολούθως οὐδὲ ὡς ἔχει γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινὰς προφάσει διορθώσεως μετατιθέντας ἀλλοιοῦν τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τήν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον [*](Hos xii 4) νοῦν. πληθυντικῶς γὰρ εἰπών· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἐξῆς δηλώσας· Ἐν τῷ οἴκῳ Ὤν εὔρωσάν με· τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. τῇ γὰρ λέξει ψιλῇ τις ἐνιδὼν, κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψαι, ἢ τὰ προάγοντα εἰς ἐνικὸν μεταθείη. ἀναγνοὺς γάρ· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καί· Ἐν τῷ οἴκῳ Ὤν εὖρωσάν με· εἴποι ἂν ὅτι καὶ τὸ ἑξῆς οὗν ἐστίν· Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι, τοὺς κλαύσαντας καὶ δεηθέντας καὶ ἐν τῷ οἴκῳ Ὢν εὑρόντας τὸν θεόν. ἐκ παρατηρήσεως δὲ ὁμοίων ῥητῶν καὶ τοῦτο ἀκολούθως εἰρῆσθαι δείξομεν.
2. Ἐν τῇ Γενέσει τῷ Ἀδὰμ ὁ θεὸς ἐντολὴν διδοὺς [*](Gen ii 16 f.) οὕτω φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ [*](1 Ru. 111. 438 7 συγχύνει] τυγχάνει B 13 εδωμεν AB 16 ῶν] ὡι B; ὡ D εὔροσαν D 21 ὡν] ὡι B; ὢ D εὔροσαν D 23 ὥν] om. B; ὡ D)
3. Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ δέονται πρὸς θεὸν, πληθυντικῶς λέγεται τό· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· ὅτε δὲ εὑρίσκουσι τόν θεὸν, οὐκέτι πληθυντικῶς φησὶ τό. Ἐκεῖ ἐλαλήθη πρός αὐτούς· ἀλλά· πρὸς αὐτόν. ἤδη γὰρ ἒν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ εὑρηκέναι τὸν θεὸν καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. ὄ γὰρ εἶς ὅτε ἁμαρτάνει πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ θεοῦ καὶ μεριζόμενος καὶ τῆς ἑνότητος ἐκπεσών· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοὺ θεοῦ εἶς εἰσί· καθὼς καὶ ὀ ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἶς ἄρτος καὶ [*](1 Co x 17) ἔν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἶς θεὸς καὶ εἶς [*](cf. Eph iv 5 f.) χριστὸς καὶ μία πίστις καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι οἱ πάντες ἔν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὗθις· [*](cf. Ro xii 5; Ga iii 28) Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἐνὶ ἀνδρὶ παρθένον [*](2 Co xi 2) ἁγνὴν παραστῆσαι, τῷ κυρίῳ. καὶ ὅτι οἱ εὐαρεστοῦντες [*](6 om. τοῦ ξύλου B 7 φάγητε] φάγησθε Α B 8 λέγει] supplevi ex conjecturn 20 om. μου A D 31 om. ἐνὶ ἀνδρὶ B)