Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

4. Ε τοίνυν ἀληθὲς τό· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ [*](3. Εus. H. Ε. vi. 25 praebet nonnulla hic omissa 5 δὴ] δὲ Α; δὲ ἢ D ἰλιγγιᾶν] εἰλιγγιᾶν B 13 ἐκ πολυλ.οὐκ] οὐκ ἐκ πολυλ. B 15 πολυλογεῖν] πολὺ λέγειν B 20 ὑπὲρ] περὶ AD 28 καταπεσὼν] πεσὼν AD)

45
[*](ΑBD) ἁμαρτίαν· ἀληθὲς δὲ καὶ τὸ μὴ τμαρτηκέναι πολλὰ περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος τοῦ θεοῦ, λόγος ὁ ἐν [*](Jn i 1) ἀρχῇ πρὸς τὸν θεὸν, οὐ πολυλογία ἐστὶν, οὐ γὰρ λόγοι· [*](97)λόγος γὰρ εἶς συνεστὼς ἐκ πλειόνων θεωρημάτων, ὥν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου οἱ δὲ ἔξω τούτου ἐπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὅποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλʼ ἕκαστοι λόγοι. οὐδαμοῦ γὰρ ἡ μονὰς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἕν, ἀλλὰ παρὰ τὸ διεσπᾶσθαι καὶ μάχεσθαι τὸ ἕν ἀπʼ ἐκείνων ἀπώλετο, καὶ γεγόνασιν ἀριθμοὶ, καὶ τάχα ἀριθμοὶ ἄπειροι· ὥστε κατὰ τοῦτʼ ἄν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὅ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυλογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἄν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἔνα ἀεὶ λέγει λόγον, καὶ οὐ πολυλογοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ τοῦ κατά τὸν ἔνα ἐχόμενοι λόγον. εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω δυνάμεθα ἕν βιβλίον τὰ πάντα ἄγια εἰπεῖν, πολλὰ δὲ τά ἔξω τούτων.

5. Ἀλλʼ ἐπεὶ μαρτυρίου μοι δεῖ τοῦ ἀπὸ τῆς θείας γραφῆς, ἐπίσκεψαι εἰ πληκτικώτατα δύναμαι τοῦτο παραστήσαι, κατασκευάσας ὅτι περὶ Χριστοῦ καθʼ ἡμᾶς οὐκ ἐν ἐνὶ γέγραπται βιβλίῳ, κοινότερον ἡμῶν τὰ βιβλία νοούντων. γέγραπται γὰρ καὶ ἐν τῇ πεντατεύχῳ· εἴρηται δὲ καὶ ἐν ἑκάστῳ τῶν προφητῶν καὶ τοῖς ψαλμοῖς, καὶ ἀπαξαπλῶς, ὥς φησιν αὐτὸς ὁ σωτήρ, ἐν πάσαις ταῖς γραφαῖς, ἐφʼ ἅς ἀναπέμπων ἡμᾶς φησίν· Ἐρευνᾶτε τὰς [*](Jn v 39) γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· [*](5 om. λόγος post δὴ AD 10 εί] Ε; BD; ἡ A 11 ἕκα- στος D)

46
καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. εἰ τοίνυν [*](AB(C)(D)) ἀναπέμπει ἡμᾶς ἐπὶ τὰς γραφάς ὡς μαρτυρούσας περὶ αὐτοῦ, οὐκ ἐπὶ τήνδε μὲν πέμπει ἐπὶ τήνδε δὲ οὔ, ἀλλʼ ἐπὶ πάσας τὰς ἀπαγγελλούσας περὶ αὐτοῦ, ἅστινας ἐν τοῖς [*](Psxl(xxxix)7) ψαλμοῖς κεφαλίδα ὀνομάζει βιβλίου, λέγων· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. ὁ γὰρ ὁπλῶς θέλων ἐκλαβεῖν τὸ ἐν κεφαλίδι βιβλίου ἐπὶ οἵου δήποτε ἑνὸς τῶν περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγῳ τήνδε τὴν βίβλον ἑτέρας προκρίνει. ἵνα γὰρ καὶ ὑπολαμβάνῃ τις ἐπʼ αὐτὴν τὴν τῶν ψαλμῶν βίβλον ἀναφέρειν ἥμᾶς τὸν λόγον, λεκτέον πρὸς αὐτὸν ὅτι ἐχρῆν εἰρῆσθαι· ἐν ταύτῃ τῇ βίβλῳ γέγραπται περὶ ἐμοῦ. νῦν δέ φησι πάντα μίαν κεφαλίδα, τῷ ἀνακεφαλαιοῦσθαι τὸν περὶ ἑαυτοῦ εἰς ἡμᾶς [*](Ap v 1 ff.) ἐληλυθότα λόγον εἰς ἕν. τί δὲ καὶ τὸ βιβλίον ἑωρᾶσθαι ὑπ τοῦ Ἰωάννου γεγραμμένον ἔμπροσθεν καὶ ὄπισθεν, καὶ κατεσφραγισμένον, ὅπερ οὐδεὶς ἠδύνατο ἀναγνῶναι καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἰ μὴ ὁ λέων ὁ ἐκ τῆς φυλῆς [*](Ap iii 7) Ἰούδα, ἡ ῥίζα Δαυεὶδ, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυεὶδ, καὶ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει; ἡ γὰρ πᾶσα γραφή ἐστιν ἡ δηλουμένη διὰ τῆς βίβλου, [*](98) ἔμπροσθεν μὲν γεγραμμένη διὰ τὴν πρόχειρον αὐτῆς ἐκδοχὴν, ὄπισθεν δὲ διὰ τὴν ἀνακεχωρηκυῖαν καὶ πνευματικὴν.